In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τὸ ὀρθριοῦσιν ἐν τούτοις ὑποσημαίνειν ἔοικεν, ὅτι καθάπερ ἐξ ὕπνου διεγηγερμένοι τῆς ἐνούσης ἀβουλίας αὐτοῖς, καὶ οἱονείπως ἀπὸ νυκτὸς καὶ σκότους ἐνηνεγμένοι λοιπὸν εἰς φῶς καὶ ἡμέραν, προτροπάδην ἀλλήλοις ἐπιφωνήσουσιν ὅτι [*](b) προσήκει λοιπὸν ἐπιστρέφειν πρὸς Κῦρον. ἀνάνηψις δὲ αὕτη τῶν εἰς ἀπάτην ὠλισθηκότων, καὶ ταῖς τῶν εἰδώλων λατρείαις [*](7. ὁ assumptum ex B.D. 8. καὶ assumptum ex B.D. 15. Δεῦτε d. (233). πορευθῶμεν Edd. ἐπιστρέψομεν Β. (147). 16. ἐπάταξε F. 17. τῇ τρίτῃ ἡμέρᾳ pro τῇ ἠμ’. τῇ τρ. D. (22. 51). 18. ἀναστησόμεθα B.D.F. (Alex.) cf. in S. Joan. 137 b. ἐξαναστησόμεθα Edd. (Vat.) 19. διώξομεν B.D. (Alex.) in S. Joan. 1. c. διώξωμεν Edd. (Vat.) 21. τῆ assumptum ex B.D.F. (Alex. XII.))

137
ἐνειλημμένων. νήψεως γὰρ ἤδη καρπὸς, τὸ ἀχλύος μὲν ἔξω γενέσθαι ζητεῖν, τῆς δαιμονιώδους δηλονότι· φωτὶ δὲ ὥσπερ τῷ θείῳ λοιπὸν ἐκμεμεστωμένους, ὀρθῷ διάττειν σκοπῷ πρὸς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ δεσπότου, καίτον πάλαι διακειμένους, ὅτι καὶ “θεοὶ πολλοὶ καὶ κύριοι” κατὰ [*](1 Cor. viii. 5.) τὸν κόσμον εἰσὶν, ὡς εἰς τοῦτο καθικέσθαι δυσβουλίας, ὥστε καὶ “τῷ ξύλῳ λέγειν Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ [*](Hier. ii. 27.) ἐγέννησας με.

[*](c)

Ἐπιμένει δὲ ὁ λόγος τῆ τροπῇ. θέα γὰρ ὅπως καθάπερ ἐπὶ λέοντος, ἤγουν ἑτέρου θηρίου φασὶ τὸ Αὐτὸς ἥρπασε καὶ ἰάσεται ἡμᾶς. ἐπειδὴ γὰρ ἔφασκε, “Καὶ ἐγὼ [*](Supra v. 14.) “ ἔσομαι ὡς πάνθηρ τῷ Ἐφρΐμ, καὶ ὡς λεών τῷ οἴκῳ “Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, “καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος,” τετηρήκασι τῆς μεταφορᾶς τὸ σχῆμα, καί φασιν, ὅτι θεραπεύσει πάντως ὁ ἀρπάσας. ὥσπερ γὰρ λελύπηκεν ἡ ὀργὴ, κατευφραίνει που πάντως τοὺς πεπονθότας καὶ τὰ ἐκ τῆς ἡμερότητος ἀγαθά. ὁμοῦ δὲ [*](d) κἀκεῖνο συνήσομεν, ὅτι Θεοῦ κακοῦντός τινας, ὀνήσειεν ἂν οὐδείς. δέοιτο δ᾿ ἂν τὰ τῶν πεπονθότων αὐτοῦ τε καὶ μόνου πρὸς ἐπανόρθωσιν.

Εἰ δὲ χρὴ καὶ ἐφ’ ἅπαντας ἁπλοῦν τοὺς ὄντας ἐπὶ τῆς γῆς τῆς προφητείας τὴν δύναμιν, ἐκεῖνο συνήσομεν. ἤρπασε μὲν γὰρ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν ὁ Ἀδάμ. ἐπάρατον γὰρ ἀπέφηνεν εὐθὺς, ὑποθεὶς θανάτῳ καὶ φθορᾷ. οὐκοῦν ἔπληξεν ἢ ὀργὴ, ἀλλ’ ἐμότωσεν ἢ χάρις. ἰάσατο γὰρ ἐν Χριστῶ, κέκληκε πρὸς ἐπίγνωσιν τῆς ἀληθοῦς θεοπτίας, [*](e) ἑδραίους ἀπέφηνε διὰ τοῦ Πνεύματος εἰς τήρησιν ἐντολῶν, ζηλωτοὺς ἀπέδειξε πάλιν καὶ φθορᾶς ἐπέκεινα τιθεὶς καὶ τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξας ἀρρωστημάτων, ἁμαρτίας δὴ λέγω καὶ παθῶν. συμβέβηκε δὲ τὰ τοιάδε τοῖς ἐπὶ τῆς γῆς, οὐχ [*](5. Haec καὶ et πολλοὶ accesserunt ex B.D. κύριος pro κύριοι Auhertus. 13. Haec καὶ λήψομαι accesserunt ex D. 17. καὶ assumptum ex D. 23. ἀνθρώπου om. D. μὲν post ἐπάρατον add. D. 25. ἐν Χριστῷ D. ὁ χριστὸς Edd.)

138
ὡς ἐν πρώτῳ μᾶλλον, ἤγουν ἐν δευτέρῳ καιρῷ, ἀλλ’ ὡς ἐν τρίτῳ, τουτέστι τῷ λοίσθῳ καὶ τελευταίῳ. χρόνοι μὲν γὰρ [*](96 Α. a) οἱ πάντες ἀριθμοῦνται τρεῖς, πρῶτός τε καὶ μέσος καὶ τελευταῖος, καθ’ ὃν ἡμῖν ἐπέφανεν ὁ Χριστός. ταύτῃτοί φασιν, ὅτι τὰ τῆς μοτώσεως ἡμῖν καθάπερ ἐξ ἰατρικῆς ἐμπειρίας ἔσται μετὰ δύο ἡμέρη· ἡμέραν ἡμῖν εἰς καιρὸν τοῦ προφητικοῦ μετροῦντος λόγου. τότε φησὶ, διώξομεν τοῦ εἰδέναι τὸν Κῦρον· τὸ δὲ διώξομεν ἀντὶ τοῦ σπεύσομέν φασι· τότε καὶ ἀναστησόμεθα [*](Col. iii. 1.) καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ. συνεγηγέρμεθα γὰρ τῷ Χριστῷ. [*](2 Cor. v. 15.) καὶ ἐπειδήπερ “εἷς ὑπὲρ πάντων ἀπέθανε,” τὴν αὐτοῦ ζῶμεν [*](b) ζωὴν, οὐκ ἐξ ὀφθαλμῶν ἔτι κείμενοι Θεοῦ, διὰ τὴν παράβασιν· οὔτε μὴν ὡς ἐρριμμένοι κατόπιν, διὰ τὴν ἁμαρτίαν· ἁλλ’ ἐν ὄψει λοιπὸν ἐνηνεγμένοι, καὶ παρρησίαν ἔχοντες παρ’ αὐτῷ, διὰ τὴν ἐν Χριστῷ δικαιοσύνην. καὶ ὅτι δι’ αὐτοῦ, καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα, ὅτι δὲ πλήρωσις ἡμῖν ἐστι παντὸς ἀγαθοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ Υἱὸς, ὁμολογοῦσι λέγοντες Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, τουτέστιν, ὡς φῶς ἀνίσχον, ὡς ἥλιον, ὡς αὐγὴν, παρωχηκότος τοῦ σκότους. ἔσται δὲ [*](c) ἡμῖν ὡς πρώΪμός τε καὶ ὄψιμος ὑετός. κατάρδει γὰρ ἡμᾶς [*](2 Tim. iv. 8.) τοὺς τὴν πίστιν εἰσδεδεγμένους, καὶ ἐπεγνωκότας ὀρθῶς τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ διττὸν, οἶμαι, τρόπον. ἀποκαλύπτει μὲν γὰρ ἐν Πνεύματι τῶν ἀρχαίων τε καὶ νομικῶν καὶ πρὸς τούτοις ἔτι προφητικῶν παιδευμάτων τὴν γνῶσιν. καὶ τοῦτο οἶμαί ἐστιν ὁ πρώϊμος ὑετός· ὄψιμον δὲ ὥσπερ πρὸς ἐκείνῳ δίδωσι τῶν εὐαγγεγικῶν παιδευμάτων τὴν νόησιν, καὶ ἀποστολικῶν κηρυγμάτων τὴν τριπόθητον χάριν. γεγόναμεν [*](Mal. iii. 12.) δὲ, ὡς ὁ προφήτης φησὶ, Γῆ θελητή. καὶ τάχα που περὶ [*](Ps. lxiv. 9. d) ἡμῶν ψάλλει λέγων ὁ μακάριος Δαυείδ “Ἐπεσκέψω τὴν “γῆν καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. [*](S.Matth. xiii. 8.) καὶ γοῦν δέδωκε τὸν καρπὸν αὐτῆς ἑκατὸν, ἑξήκοντα, καὶ τριάκοντα, κάτα τὴν του Σωτῆρος φωνὴν.

[*](1. καιρῷ om. D. 3. τελευταῖος] + καὶ D. 8. δὲ assumptum ex D. σπεύσομέν B.D. σπουδάσομεν Edd. 10. ἐπειδήπερ] ἐπειδὴ iid. 15. ἔσται D. 27. που assumptum ex D, Post ψάλλει transp. B. 29. πλουτῆσαι Edd. 30. ἑκατὸν] + καὶ D.)
139

Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δέ ἔλεός νοῦ [*](4) ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.

Oὐκ ἠπορηκότος ὁ λόγος· οὐ γὰρ ἃν ἠγνόησε Θεὸς τὸ τοῖς πλανωμένοις χρήσιμον· ἀλλ’ οὐδ᾿ ἃν ἠτόνησε πρὸς [*](e) κατόρθωσιν τῶν ὠφελεῖν πεφυκότων τοὺς τοῖς διαβολικοῖς ἐναλόντας βρόχοις· ἐπαιτιᾶται δὲ μᾶλλον ὡς ἐλλελοιπότος μὲν αὐτοῖς τῶν πρὸς θεραπείαν οὐδενὸς, ἐθελουσίοις δὲ μᾶλλον ἐκκεκλικότας ὁρμαῖς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν· Ποῖος ἄρα φειδοῦς καὶ ἐπικουρίας οὐκ ἐξηύρηται τρόπος; καὶ τί μετ’ ἐκεῖνα ποιήσω; ἀποκρούσῃ δὲ ὅπως τὴν ἀρρωστίαν; ἢ ποίοις λοιπὸν ὑγιασθήσῃ φαρμάκοις; [*](a 97 Α.) ἐξῆν μὲν γὰρ ὑμῖν, ὡς νεφέλης καταπιαινούσης, καὶ σφόδρα πλουσίως, καὶ ὡς καταρδούσης δρόσου τῆς ἑωθινοῦ, μεταλαχεῖν δύνασθαι, καὶ τοῦτο ἀμφιλαφῶς, τῆς ἐμῆς ἡμερότητος καὶ ἀσυγκρίτου φιλανθρωπίας· ἀλλ’ οὐδενὸς τὸ χρῆμά φησιν, ἠξιώσατε λόγου· παρ’ οὐδὲν πεποίησθε τὴν οὕτω σεπτὴν καὶ πολύευκτον χάριν.

Αρμόσειε δ’ ἂν ὅτι μάλιστα τῆ διὰ Χριστοῦ δωρεᾷ τῆς προφητείας ἡ δύναμις. αὐτὸς γάρ ἐστιν ἡ κατάρδουσα νεφέλη, ἡ καταπιαίνουσα δρόσος· ἑωθινὴ δὲ, ὅτι μετὰ νύκτα τρόπον [*](b) τινὰ, τὴν ὡς ἐν ἀχλύι καὶ σκότῳ νοουμένην διαβολικῷ, καταπεφοίτηκεν οὐρανόθεν· ἀφῖκται γὰρ ἄνωθεν καὶ παρὰ Πατρὸς πρὸς ἡμᾶς ὁ Λόγος· πορευομένη δὲ, ὅτι κατὰ πάσης ἔρχεται τῆς ὑπ’ οὐρανόν. πλατὺ γὰρ λίαν τὸ σωτήριον κήρυγμα, καὶ ἁπάσης τῆς ὑπ’ οὐρανὸν μονονουχὶ κατευρύνεται, καίτοι τοῦ νόμου συνεσταλμένου τρόπον τινὰ, καὶ μόνην τὴν Ἰουδαίων περιπολοῦντος χώραν. “Γνωστὸς μὲν γὰρ ἦν [*](Ps. lxxv. 1.) “ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· c [*](2. ὀρθρινὴ] ἑωθινὴ (130. 311.) cf. 97 a. b. 6. ὡς assumptum ex B.D. Statim ἐκλελοιπότος Edd. 7. τῶν om. D. ἐθελουσίους Edd. ante Migne. 13. ἑωθινοῦ Β. ἑωθιῆς D. iid. 18. ἐπὶ τῆ τοῦ Χριστοῦ δωρεᾷ b. 19. νεφέλη] + καὶ b. 20. γὰρ pro δὲ b. 21. νοουμένοις (sic) D. καταπεφοίτηκεν οὖν pro καταπεφοίτηκεν Edd. invitis B.D. b. 28. τῇ om. Aubertus.)

140
ἔγνωκε δὲ ἡ σύμπασα τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τουτέστι Χριστόν.

Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἔν ῥήματι στόματός μου.

Φείδους καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἀπόδειξις, ἡ τῶν πλανώντων ἀναίρεσις. γεγόνασι μὲν γὰρ ψευδοπροφῆται [*](d) κατὰ καιροὺς ἐπὶ τὸν ᾿ισραὴλ, τοῖς τοῦ Βάαλ τεμένεσι προσεδρεύοντες [*](2 Tim. iii. 13.) καὶ πλανῶντες καὶ πλανώμενοι, κατὰ τὸ γεγραμμένον. πλὴν ἀνῄρηνται κατὰ καιροὺς, προηγορευκότος καὶ τοῦτο Θεοῦ, καὶ ὁσίαν ἐπ’ αὐτοῖς ἐξενεγκοντὸς τὴν ψῆφον· [*](3 Reg. xviii. 40.) οὓς μὲν γὰρ ἀνεῖλεν Ἠλιοὺ παρὰ τὸ τοῦ Βάαλ θυσιαστήριον, [*](Ib. 26.) εἰκαιομυθοῦντάς τε καὶ λέγοντας, “Ἐπακουσον ἤμων “ὁ Βάαλ, ἐπάκουσον ἡμῶν·“ οὕς δὲ ἀπέκτεινεν Ἰηοὺ, ὃν [*](4 Reg. x. 25.) κέχρικε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ ὁ μακάριος προφήτης [*](Ib. ix. 1,2.) Ἐλισσαιὲ δι’ ἑνὸς τῶν παιδαρίων, Θεοῦ καὶ τοῦτο γενέσθαι [*](e) προστάττοντος. ὃς ἐπεί τοι κέχρισται, Θεοῦ τοῖς πλανῶσιν ἐπιμηνίσαντος, πρῶτον μὲν ἀνεῖλε τὸν Ἀχαὰβ, ἐπ’ αὐτῷ δὲ τὴν ἰεζάβελ, εἶτα τοὺς υἱοὺς αὐτοῦ τοὺς ἐν ὅλη Σαμάρεια. προσποιησάμενος δὲ τὸ βούλεσθαι καὶ ἐπιτελεῖν τῷ Βάαλ ἑορτὴν, πάντας συνεκόμισε τοὺς ψευδοπροφήτας, καὶ θύειν ὑποκρινάμενος, συνειλεγμένους εἰς οἶκον ἀπέσφαξεν ἕνα· [*](Ib. x. 26, 27.) κατέσπασε δὲ καὶ αὐτὸν τὸν Βάαλ, καὶ τὰς στήλας αὐτοῦ ενέπρησε· γέγραπται γὰρ ὡδί. οὔκουν ὅτι φείδους καὶ αγαπης, [*](98 Α. a) ὡς ἔφην, τῆς εἴς γε τὸν Ἰσραὴλ ἀπόδειξις ἦν ἡ τῶν ψευδοπροφητῶν ἀναίρεσις, ἐδίδαξεν εἰπών Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. εὖ δὲ δὴ λίαν καὶ τὸ ἀπεθέρισά φησι. πεπτώκασι γὰρ κατὰ πληθὺν, ἀσταχύων δίκην ἀμώμενοι.

[*](4. ῥήματι habet B.D. 10. ἐπενεγκόντος b. 11. οὓς B.D.b. τοὺς Edd. ἀνῇρεν pro ἀνεῖλεν b. τοῦ assumptum ex b. 13. οὓς D.b. τοὺς Edd. 21. ὑποκρινόμενος ἀπέσφαξεν] + καθ’ Edd. invitis B.D. 22. στολὰς (sic) pro στήλας D. 27. ἀσταχίων Edd. ante Migne.)
141

Kαὶ τό Καὶ μου ὡς φῶς ἐξελεύσεται. διότι ἔλεος Θέλω καἰ οὐ [*](6) θυσίαν, καὶ ἐπίγνωσιν Θεοὺ ἢ ὁλοκαυτώματα.

Ἕτερον ἡμῖν φειδοῦς καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἐξηγεῖται [*](b) τρόπον, ὃς εἴπερ τετέλεστο κατὰ τὸ αὐτῷ δοκοῦν, σύμπας ὁ Ἰσραὴλ καὶ Ἰούδας. οὐ γὰρ μόνον τὴν τῶν ἀνοσίων ψευδοπροφητῶν ἀπέκειρε πληθὺν, τὸν αὐτοῖς πρέποντα καθορίσας θάνατον, ἀλλὰ γὰρ καὶ αὐτὸν κατὰ καιροὺς ἔπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ σαφηνιοῦντα, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ αἵματος Ἰσραὴλ, τὸ ἀγαθὸν αὐτοῦ θέλημα, καὶ ἐναργὲς καθιστάντα τὸ κρῖμα αὐτοῦ. τοιγάρτοι καὶ ἔφασκε διὰ μὲν φωνῆς τοῦ Δαυείδ, “Ἐγὼ δὲ κατεστάθην [*](Ps. ii. 7. 6.) “βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ- [*](c) “γέλλων τὸ πρόσταγμα Κυρίου·“ αὐτὸς δὲ δι’ ἑαυτοῦ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, “Ἀπ’ ἐμαυτοῦ [*](S. Joan. xiv 10; xii. 49.) “οὐ λαλῶ· ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν “ἔδωκε τί εἴπω καὶ τί λαλήσω.” ἐξελεύσεται δὴ οὖν τὸ κρῖμά μου φησὶν ὡς φῶς, τουτέστιν, οὐκ αἰνίγμασι κατεσκιασμένον τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ γυμνῶς καὶ ἀκρύπτως ταῖς ἁπάντων διανοίαις ἐγκείσεται. ὅτι δὲ ἀφιγμένος κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, οὐκ ἐπὶ νομικὴν μετοίσει λατρείαν τοὺς [*](d) πεπλανημένους, οὔτε μὴν τὰ ἐν τύποις ἔτι καὶ σκιαῖς ἀναπείσει τιμᾶν, ἀποκομιεῖ δὲ μᾶλλον εἰς ἐπιείκειαν καὶ χρηστότητα καὶ εὐσπλαγχνίαν, καὶ εἰς ἀγάπην τὴν πρὸς ἀλλήλους, καὶ εἰς ἀληθῆ καὶ ἀπαραλόγιστον ἐπίγνωσιν τοῦ Θεοῦ, σαφῆ τοῦ κρίματος ἀποτελεῖ τὸν σκοπὸν, καί φησιν, ὅτι ἔλεος θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. τί γὰρ ἔφασκεν ὁ Σωτῆρ’; “Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν [*](S.Matth. vii. 12.) ὑμῖν οὐτῶ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ποιειτε αυτοις ομοίως· χρῆμα δὲ ὅτι μάλιστα παρὰ Θεῷ τίμιον τὴν ἀγάπην ἐπιδεικνὺς, [*](e) “Ἐν τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ [*](s. Joan. xiii. 35.) [*](1. καὶ οὐ B.D. (Alex. XII.) cf. Glaph. 47 a. ἢ Edd. (Vat.) 7. γὰρ assumptum ex B.D. 10. καθιστάντα D. καθιστῶντα Edd. II. διὰ] τὰ iid. τὰ διά] correxit Migne. 12. διαγγέλων D. (Alex.) 30. φησὶν om. D.)

142
“μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε εἰς ἀλλήλους.” ὅτι δὲ τῶν προσιόντων τὸν νοῦν ἀνεκόμιζε πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; ἑαυτὸν γὰρ ἡμῖν εἰς εἰκόνα τοῦ γεγεννηκότος παρετίθει, λέγων τῷ [*](S. Joan. xiv. 10.) γνησίῳ μαθητῇ· Φίλιππος οὗτος ἦν· “Οὐ πιστεύεις ὅτι ἐγὼ [*](99 A. a) “ἐν τῳ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστιν; ὁ ἑωρακὼς ἐμὲ, [*](Ib. 9.) ἑώρακε τὸν Πατέρα. ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. εἰ δὲ [*](Ib x. 30.)δή τις ἕλοιτο καὶ αὐτὸν εἶναι λέγειν τὸν Υἱὸν τὸ ἔλεος τοῦ Πατρὸς, τὸ ὑπὲρ θυσίαν καὶ ὁλοκαυτώματα, συνήσει καλῶς. κέκληται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ γραφῇ. αὐτὸς μὲν γὰρ ἔφη που περὶ αὐτοῦ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ [*](Es. li. 5; lvi. 1.) “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεος μου ἀπο- [*](Ps. lxxxiv. 7.) “καλυφθῆναι·’’ οἱ δέ γε προφῆται πρὸς αὐτόν· “Δεῖξον [*](b) “ἡμῖν κύριε τὸ ἔλεος σου, καί τὸ σωτήριόν σου Κύριε δῴης “ἡμῖν.” ἔλεος γὰρ ἀληθῶς τὸ παρὰ Πατρὸς ὁ Χριστὸς, ὡς ἀφαιρῶν ἁμαρτίας, ὡς ἀνιεὶς ἐγκλημάτων, καὶ δικαιῶν τῆ πίστει, καὶ ἀνασώζων τοὺς ἀπολωλότας, καὶ θανάτου κρείττονας ἀποφαίνων· καὶ τί γὰρ οὐχὶ τῶν παγκάλων δωροῦ μένος; οὐκοῦν ἀμείνων θυσίας καὶ ὁλοκαυτωμάτων ἡ Θεοῦ γνῶσις, ὡς ἐν Χριστῷ τελουμένη· ἐγνώκαμεν γὰρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα, καὶ τὴν ἐν πίστει δικαίωσιν πεπλουτήκαμεν.

[*](c 7)

Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην.

Πανταχόθεν ἡμᾶς πολυπραγμονεῖν εὖ μάλα τὸ ἀληθὲς σπουδάζοντας, καὶ νῦν εἰπεῖν ἀναγκαῖον, ὡς ἡ καθ’ Ἑβραίους ἔκδοσις ἀντὶ τοῦ ὡς ἄνθρωπος, ὡς Ἀδὰμ εἴρηκε παραβαίνων διαθήκην, ἵνα νοοῖτο τοιάδε τις τῶν ἐξ Ἰσραὴλ ἡ παράβασις, ὁποία γέγονεν ἐν Αδάμ. μετὸν γὰρ ἐκείνῳ καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν ἔχειν, καὶ ἐν ἀφθαρσίᾳ διατελεῖν, καὶ ταῖς [*](1. ἐστε μαθηταὶ inverso ordine D. 2. προσαγόντων pro προσιόντων D. 3. καὶ post ἂν add. Edd. 4. γεγενηκότος iid. ante Mifine. correxi ex D. 9. ὁλοκαύτωμα Edd. 14. Hoc Κύρις alt. accessit ex D. (Alex.) 25. σπουδάζοντα (sic) D.)

143
τοῦ παραδείσου τρυφαῖς ἐναβρύνεσθαι, κατημέλησε τῆς θείας ἐντολῆς· εἶτα διώλισθεν ἐπὶ τὰ αἰσχίω, τῶν ἀρχαίων ἀδοκήτως [*](d) τὼς ἐστερημένος. οὕτω καὶ καὶ φημὶ δὲ δὴ πάλιν, οἱ ἐξ Ισραήλ. εὐμενῆ καὶ φίλον τὸν τῶν ὅλων ἔχοντες Θεὸν, σώζοντα καὶ προεστηκότα, καὶ προτιθέντα τὸ ἔλεος αὐτοῖς, ὡς νεφέλην πρωινὴν, καὶ ὡς δρόσον ὀρθρινὴν πορευομένην, [*](Supra ver. 4.) ἐξάγοντα δὲ καὶ ὡς φῶς τὸ κρίμα αὐτοῦ, καὶ τῇ ὑπὲρ νόμον [*](Supra ver. 5.) στεφανοῦντα λατρείᾳ, ῥᾴθυμοι γεγόνασι περὶ τὸ σφισὶν αὐτοῖς ἀναγκαῖον καὶ χρήσιμον εἰς εὐημερίαν καὶ δόξαν, καταπεφρονήκασι [*](e) καὶ αὐτοὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καίτοι λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωυσέως, “Οὐ ποιήσεις [*](Exod. xx. 4.) “σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῆ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑπο- “κάτω τῆς γῆς.” καὶ πάλιν, “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι [*](Ib. 3.) “πλὴν ἐμοῦ.” ἐπειδὴ δὲ ἐν ἴσῳ τῷ πρώτῳ, τουτέστι τῷ Ἀδὰμ, παρώλισθον εἰς ἀποστασίαν, καὶ αὐτοὶ δὴ πάντως ἔξω πατοῦνται τοῦ κατευφραίνειν εἰδότος· παραβεβήκασι γὰρ διαθήκην.

Εἰ δὲ δὴ νοοῖτο μυστικώτερον, ὡς ἐπὶ Χριστοῦ, τὸ [*](a 100 Α.) χρησμῴδημα, πάλιν ἐκεῖνο ἐροῦμεν, ἐμφανῆ τῶν λεγομένων καθιστάντες τὸν νοῦν· Ἔπεμψεν ἐξ οὐρανῶν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν φωτιοῦντα τοὺς ἐξ Ἰσραὴλ, καὶ φανερὸν καταστήσοντα τὸ κρῖμα αὐτοῦ, καὶ ἵνα καταλῆξαι μὲν ἀναπείσῃ θυσιῶν ἀρχαίων καὶ ὁλοκαυτωμάτων τῶν κατὰ νόμον· ἐλεήσῃ δὲ μᾶλλον, δικαιῶν τῆ πίστει, καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα, καὶ ἐσχήκαμεν τὴν [*](b Eph. ii. 18.) προσαγωγὴν, ὥς που καὶ γράμμα φησὶν ἱερόν. ἀλλὰ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ ὡς ἄνθρωπος παραβαίνων διαθήκην. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν, ὅπως ἂν δύνωμαι. ὁ τὴν ὑφ’ ἑτέρου γραφομένην παραβαίνων διαθήκην, ἢ οὐ πρόσεισιν [*](2. διώλισθεν] διώλλυται Edd. διόλλ. Migne. 7. ὑπὲρ D κατὰ iid. 9. καταπεφρονήκασι καὶ αὐτοὶ D. καὶ καταπεφρονήκασι Edd. 10. πάντως (sic) D. 15. τῷ alt. om. D. 21. ἐξ] ἐκ τῶν iid. 30. ὁ τὴν] ὅτι iid.)

144
αὐτὸς τῷ ἐκνεμηθέντι κλήρῳ παρὰ τοῦ γεγραφότος αὐτὴν, ἤγουν ἑτέρους τῶν ἐγγεγραμμένων τῶν αὐτοῖς ὀφειλομένων ἀποστερεῖ. τοιοῦτόν τι πεπράχασιν Ἰουδαῖοι, καὶ τοῦτο ἐπὶ [*](c) Χριστῷ. πῶς, ἢ τίνα τρόπον; ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ κλῆρον ὥσπερ τινὰ λαμπρὸν καὶ ἐξαίρετον τὴν κατὰ τοῦ ἔθνους ἡγεμονίαν ἐχαρίζετο τῷ Υἱῷ. διακέκραγε γὰρ, ὡς [*](Ps. ii. 6.) ἔφην, "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν “ὄρος τὸ ἅγιον αὐτοῦ·“ καὶ δέδωκε τῷ Υἱῷ τὸν νοητὸν [*](Es. v. 7.) ἀμπελῶνα, τουτέστι τὸν ἰσραήλ· “Ὁ γὰρ ἀμπελὼν κυρίου “Σαβαὼθ,’’ κατὰ τὸ γεγραμμένον, “ἄνθρωπος τοῦ Ἰούδα “νεόφυτον ἠγαπημένον. ἀλλ’, ὥς φησιν ὁ μακάριος [*](S. Joan. i. 11.) εὐαγγελιστὴς Ἰωάννης, “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὖ. [*](d) “τὸν οὐ παρέλαβον.” ἐκβεβλήκασι γὰρ ἔξω τῆς πύλης, [*](S Matth. xxi. 38.) καὶ θανάτῳ παρέδοσαν, λέγοντες “Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονο- “μιαν.”

Ἂθρει δὴ οὖν ὅπως γεγόνασιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην. ἐπέγνως τὸν κληρονόμον 5 οὐκοῦν ἀπόδος τὸν ἐκνεμηθέντα κλῆρον αὐτῷ. παραβεβήκασι τοίνυν τὴν διαθήκην τοῦ Πατρὸς, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀποστεροῦντες τὸν κληρονόμον. ἀλλ’ οὐδὲ αὐτοὶ προσῆλθον τῇ χάριτι, οὐ προσήκαντο [*](e) τὸν δοθέντα αὐτοῖς παρὰ τοῦ Θεοῦ κλῆρον. ἔφη μὲν [*](Hier. xxxviii. 31,2.) γὰρ διὰ τοῦ προφήτου Θεός “Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει “Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν [*](Heber. viii. 8, 9.) “οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” εἰ δὲ δὴ δοκιμάζοιτο πρὸς τὴν πρώτην ἡ νέα, πλείστη τις ὅση τῶν ἐπηγγελμένων ἡ διαφορὰ νοηθήσεται. ἐκεῖ μὲν γὰρ τὴν τῶν Ἀμοῤῥαίων καὶ Γεργεσαίων καὶ Εὐαίων αὐτοῖς, καὶ [*](101 Α. a) μὴν καὶ Ἰεβουσαίων ἐπήγγελτο γῆν· ἡ δὲ καινὴ διαθήκη, [*](7. κατεστάθην om. D. 10 Σαββαὼθ Edd. 21. προσήκαντο] προσήκαντες iid. 23. τοῦ om. D. 27. τοῦ assumptum ex D. cf. in Es. 504 c.)

145
τουτέστι τὰ διὰ Χριστοῦ θεσπίσματα, διὰ πίστεως ἐκάλουν εἰς υἱοθεσίαν Θεοῦ, εἰς δόξαν, εἰς ἀφθαρσίαν, εἰς ἀμήρυτον ζωὴν, εἰς μέθεξιν Θεοῦ τὴν διὰ Πνεύματος, εἰς βασιλείαν οὐρανῶν. ἀλλ’ οὐκ ἠθέλησαν ἔχειν τὸν ἐκνεμηθέντα κλῆρον αὐτοῖς δι’ Υἱοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. κατ’ ἄμφω δὴ οὖν λελυπήκασι παραβαίνοντες τὴν διαθήκην, καὶ τὸν κληροωόμον, ὡς ἔφην, τὸ ὅσον ἐφ’ ἑαυτοῖς τοῦ δοθέντος αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξώσαντες κλήρου, ἐκπεπτωκότες δὲ καὶ αὐτοὶ [*](b) τῶν παρὰ Θεοῦ δεδωρημένων αὐτοῖς ἐν Χριστοῷ.

Ἐκεῖ κατεφρόνησέ μου Γαλαὰσ, πόλις ἐργαζομένη μάταια, τατάσσουσαν [*](8) ὕδρω, καὶ ἡ ἰσχύς σου ὠς ἀνδρὸς πειρατοῦ.

[*](9)

Επάνεισι πάλιν ὁ λόγος εἰς ἀφήγησιν ἐγκλημάτων, ἐφ’ οἷς εἰκότως ἀνήρηται τῶν παρ’ αὐτοῖς ψευδοπροφητῶν ἡ ἀνοσία πληθύς. ἐκεῖ γάρ φησι, τουτέστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ καθ’ ὃν ἐκκέκλικεν ὁ Ἰσραὴλ, καὶ ἐν τῆ τοιᾷδε καταστάει γέγονεν, ὥστε καὶ ἑλέσθαι δαιμονίοις προσκυνεῖν· [*](c) τοῦτο γάρ ἐστι τὸ ἐκεῖ πραγματικῶς νοούμενον, καὶ οὐχὶ δὴ μᾶλλον τοπικῶς· σφόδρα μου καταπεφρόνηκεν ἡ Γαλαάδ· πόλις δὲ αὕτη μία τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, ἡ καὶ ἐκνεμηθεῖσα τοῖς Λευίταις, κατὰ τὸν Μωυσέως νόμον· ἦν [*](Deut. iv. 43.) οὖν Ἱερέων καὶ Λευιτῶν πόλις. ἀλλ’ οἱ τοὺς ἄλλους ὀφείλοντες ἀποκομίζειν τῆς πλάνης, καὶ παιδαγωγεῖν εἰς ἀλήθειαν καὶ εἰς τὴν τοῦ συμφέροντος γνῶσιν· “Χείλη γὰρ ἱερέως, [*](Mal. ii. 7.) “φησὶ, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ [*](d) “στόματος αὐτοῦ· γεγόνασιν αὐτοὶ τῶν εἰδώλων εὑρεταὶ, καὶ τῶν ματαίων οἱ τεχνουργοί. εἰργάζοντο γὰρ μάταια, τουτέστι τὰ εἴδωλα. ἐτάραττον δὲ καὶ ὑδωρ, τουτέστι πάλιν [*](2. Haec εἰς δόξαν accesserunt ex B.D. 8. καὶ om. D. 11. ὡς accessit ex B. (22 al.). deest in D. Edd. 14. τοῦ om. D. 15. κέκλικεν Edd. 18. Γαλαάδ] Γάλγαλα b. b. (et in Textu S. Script.) 19. τοῦ pro τῶν D. ἡ om. D. 23. τὴν post συμφέροντος add. Edd. 26. εἰργάζετο D. τὸ post γὰρ add. b. 27. Hoc πόλιν accessit ex D.)

146
συγχύσεως ἀφορμὴ τοῖς ἀγελαίοις γεγόνασιν. ὕδατι γὰρ παρεικάζειν ἔθος τῇ ἁγίᾳ γραφῇ τὴν ἀμέτρητον τῶν ἀνθρώπων πληθύν. καὶ γοῦν πολυανδρούσης ἄγαν τῆς Βαβυλωνίων, [*](Naum. ii. 8.) καὶ Νινευὶ, φησὶν, “Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς,” [*](e) ἀντὶ τοῦ, ὡς κολυμβήθρα πλήρης ὑδάτων, οὕτω τὸ πλῆθος αὐτῆς.

Ἣ καὶ καθ᾿ ἕτερον τρόπον ἐτάραττον ὕδωρ, τεθολωμένην ὥσπερ τινὰ καὶ ἰλυώδη διδασκαλίαν τοῖς προσιοῦσι προθέντες, καὶ τὸν τῶν ἀκεραιοτέρων παχύνοντες νοῦν· ἐδίδασκον γὰρ εἴδωλα προσκυνεῖν. καὶ γοῦν διὰ φωνῆς Ἰεζεκιὴλ ᾐτιᾶτο πάλιν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καὶ ὡς πρὸς κριοὺς καὶ [*](Ezech. xxxiv. 17—19) τῆς ἀγέλης καθηγητὰς, προσεφώνει λέγων, “Καὶ ὑμεῖς “πρόβατα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ διακρινῶ [*](102 Α. a) “προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων. καὶ οὐχ “ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατά- “λοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ “καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν “ἐταράσσετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν “ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν “ὑμῶν ἔπινον.” νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευΐ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτόν τε καὶ διειδὲς ἔχοντες [*](b) ὕδωρ, τὴν διὰ Μωυσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ἰλυώδη καὶ γεώδους ἀκαθαρσίας ἔμπλεων παρατιθέντες διδασκαλίαν, τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. ἐγκαλοῦνται τοίνυν οἱ τῆς Γαλαὰδ πολῖται καὶ οἰκήτορες, ὡς ταράττοντες ὕδωρ, ἐλέγχονται δὲ καὶ ὡς ἰσχὺν ἔχοντες ἀνδρὸς πειρατοῦ. πῶς δ’ ἃν καὶ τοῦτο ἡμᾶς συνιέναι πρέποι, σαφὲς καταστήσομεν, τὰ ἐφεξῆς ἑρμηνεύοντες.

[*](7. καὶ assumptum ex B.D. b. 8. ἰλυώδη] Sic correxi ex D.b. ἰλιώδη Edd. προτιθέντες b. 13. διακρινῶ] Sic correxi ex D. διακρίνω Β. Edd. προβάτων καὶ πρόβατ’ D. 24. ἰλυώδη D. ἰλιώδη Edd.)
147