In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Δογιδίῳ μὲν οὖν ἐνέτυχον ἀνδρὸς οὐκ ἀσήμου διατ’ ρανοῦν ἐθέλοντος τὰ περὶ τὸν τόπον· ὃς τῆς ἱστορίας, καὶ τῶν οὕτω γεγενῆσθαι λεγόντων, οὐ μετρίαν ἐποιεῖτο τὴν κατάρρησιν· δεῖν τε ἔφασκεν ἐναργῶς ἐπ’ αὐτῷ δὴ τούτῳ τῷ κεφαλαίῳ μάλιστα δεδιότας οὐδὲν, ἀνακραγεῖν τῆς ἐγκρατείας τοὺς [*](2. παρὰ tacite correxit Migne. περὶ Edd. 7. ἕφη] + ὁ iid. 14. ἢ assumptum ex Β.)
Kαὶ ταῦτα μὲν τῆς ἐκείνου πιθανολογίας τὰ εὑρέματα· [*](3. ὅσην deest in Edd.) [*](1 De Mc re vide pauca quae deprompsi e Catena in xii Prophetas in Bibl. S. Laurentii, Florentiae, Plut. xi. Cod. 22, fol. 4. Ὠριγένει δοκεῖ καὶ ἅλλοις τισὶν ἀρχαίοις μὴ μιγῆναι τὸν προφήτην πόρνη, ἁλλὰ κἀς ὑπόθεσιν λέγεσθαι. ἡνίκα γὰρ ὁ λαὸς ἐκπεπόρνευκεν ἐκ τοῦ Θεοῦ ὁ προφήτης οὐ συνανεμίγνυτο τούτοις· τοὔνεκεν προστάσσει αὐτῷ ὁ Θεὸς συνεῖναι τῶ λοῶ· οἷς συνάδει καὶ Υπάτιος ὁ Νικαίας. Εὐσεβίῳ δὲ τῷ Παμ- φ̓λου οἴκοι κατέχεν τὴν πόρνην τὸν προφήτην, οὐ μὴν μιαίνεσθαι ἐν αὐτῇ. ἐξ ἑτέρων πορνεύουσαν τεκνοποιεῖν· σύμβολον δὲ τοῦτο ὅτι εἰ καὶ ἐμακροθύμει ἐπὶ τῇ ἀσεβείᾳ τοῦ λαοῦ ὁ Θεὸς, οὐ μὴν ἡσμένιξεν ἢ ἀνείχετο, ἀλλὰ καὶ λίαν ἠχθραίνετο. οὐδ’ αὖ πάλιν ὁ λαὸς ἐκ ἄνδρα καὶ προστάτην ἐπιγράφειν ἑαυτοῖς τὸν Θεὸν, εἶχεν τι εὐσεβὲς, ἀσεβῶς διατεθειμένος· ὁ δὲ ἅγιος Κύριλλος μιγῆναι λέγει τὸν προφήτην τῇ πόρνῃ· καἰ ὁ τῶν προκειμένων ἐξηγητὴς Θεοδὠρητος. His addas Theodoriim Moprompsi suestenum ad loc. S. Cyrillo plane consenlientem.) [*](Hypatii Scholion dat Catena eadem, quam b signavi. Ὑπατίου. κελεύεται παρὰ τοῦ Θεοῦ ὁ προφήτης ἐξ αὐτοῦ τοῦ ἐκπορνεύσαντος λαοῦ λαοῦ ἑαυτῷ γυναῖκα. ἥν περ καλεῖ γυναῖκα πορνείας, καὶ τεκνογονεῖν ἐξ αὐτῆς τέκνα πορνείας καὶ διὰ τούτων ἐπιδεῖξαι αὐτοῦ τὴν πρὸς τὸν λαὸν οἰκείωσιν· ἴν’ οὕτως ἀκούοντες τὰ πά αὐτοῦ λεγόμενα, ἐπιστήσωσι τὸν νοῦν ὅτι ἀληθεῖς οἱ λόγοι τῆς αὐτοῦ προἀλλ' Φητείας. οὐ γὰρ μόνον κατὰ τοῦ λαοῦ ἐκόμιξε τὰς ἀποφάσεις· ἀλλὰ καὶ κατ’ αὐτοῦ τοῦ προσήκοντος αὐτῷ γένους, ἐκ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας· ἴν’ ἐξ αὐτῶν βεβαιωθῶσι τῶν πραγμάτων οἱ ἀκούοντοῦ τες, ὄτι ὁ μηδὲ τοῦ οἰκείου φειδόμενος γἐνους, ἀληθής ἐστιν καὶ δίκαιος, Θεοῦ βουλὴν ἀποκαλύπτων τῷ λαῷ· καὶ τῆς κοινῆς αὐτῶν συμφορᾶς ποιούμενος τὴν προφητείαν.)
Εἰ δὲ χρὴ πρὸς τούτῳ καὶ ἑτέρας ἡμᾶς ἱστορίας παρενεγκεῖν [*](3 Reg. xxi. 10sqq.) ἀφήγησιν, ἐν τῆ τρίτη γέγραπται τῶν βασιλειῶν, ὅτι κατεστρατεύετόλ ποτε τῶν ἐξ Ἰσραὴλ ὁ Ἅδερ, ὁ Σύρων ἡγοῦ μένος [*](a 14 A.) ἤτοι βασιλεύς. ἀλύοντος δὲ οὐ μικρῶς τοῦ Ἀχαὰβ, ὃς ἦν βασιλεὺς Ἰσραὴλ, καὶ δεδιότος τὴν ἔφοδον, ἁλώσεσθαί τε οὐκ εἰς μακρὰν πανστρατιᾷ προσδοκήσαντος, ἐπηγγέλλετο διὰ προφήτου Θεὸς, παραδώσειν αὐτῷ τὸν ἐχθρόν· εἶτα λαβὼν [*](Ib. 32 sqq.) ἐκεῖνος, ἠξίου φειδοῦς παρὰ τὸ δοκοῦν τῳ Θέῳ. καὶ τί μετὰ τοῦτο τὸ γράμμα τὸ ἱερόν ; “ καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν [*](Ib. 35-8.) “ τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου [*](b) “ Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐ- “ τόν. καὶ εἶπε πρὸς αὐτὸν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς “ κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· “ καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν [*](15. γυναῖκα Edd. ante Migne. 17. ἐξοιθήσ. Aubeitus.)
Φαμὲν οὖν τοῖς τὴν ἱστορίαν διαβολῆς οὐκ ἔξω τιθεῖσι, καὶ ἀβούλως ἐπαιτιωμένοις Ἀκαλλὲς ὑμῖν, ὦ οὗτοι, φαίνεται [*](e) τὸ μαχλώσῃ γυναικὶ συνέστιον γενέσθαι προφήτην ; τί δὲ, οὐ πολὺ ἀκαλλέστερον τὸ ἀποσφάττεσθαι τἰνᾶς διὰ προφητῶν [*](1 Reg. xv. 33.) ἁγίων ; πῶς οὖν ἀνῄρηκε Σαμουὴλ μὲν τὸν Ἀγάγ, [*](3 Reg.xviii. 40.) Ἠλιοὺ δὲ τοὺς προφήτας τοῦ Βάαλ καίτοι πολλοὺς ὄντας [*](Es. XX. 2.) τὸν ἀριθμόν ; τί δὲ, εἰπέ μοι, καὶ ὁ προφήτης Ἠσαΐς τὸν σάκκον ἐκ τῆς ὀσφύος περιελὼν, γυμνός τε καὶ ἀνυπόδετος περιθέων τὴν Ἱερουσαλήμ ; ἆρα γὰρ οὐχὶ τὸν ἐν τοιῷδε [*](2. καὶ πατ. inverso ordine Aub. 11. περιπεσών] προπεσών Edd. invitis Β et Cat. in 4 libb. Reji. (Codd. Ven. Par. Esc.) 17. μελλησμοῦ] Sic Cat. cit. (Codd. Ven. Par. μελησμοῦ exemplar Esc.) μελησμῶν Edd. 19. ἑλέσθαι accessit ex Cat. cit. 21. βουλευσαμένῳ Cat. cit. 27. Ἠλίου] Ηλίας Edd.)
Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ Βάδιξε, λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. δέχεται δὲ τὴν Γόμερ, οὐχ ἡδυπαθείας εὕρεμα τὸ χρῆμα ποιούμενος, ἀλλ’ ὑπακοῆς καὶ διακονίας ἔργον ἀποπληρῶν, καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς [*](16 Α. a) ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ’ ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ διαβολῆς [*](Heb. xiii. 4.) ἀπαλλάττει πανταχοῦ· " τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη " ἀμίαντος, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλουσι διαβιῶναι ὀρθῶς, καὶ τὸν ἐνάρετόν τε καὶ [*](b) εὐσεβῆ κατορθῶσαι βίον, κἂν εἰ τέκνων γλίχοιντο γονῆς. διεβίω γὰρ οὕτως ὁ μακάριος Ἁβραάμ. γεγόνασι δὲ καὶ οἱ μετ’ αὐτὸν εὐδόκιμοι παρὰ Θεῷ. τί οὖν, εἰπέ μοι, τὸ ἄτοπον, ἢ πῶς ἂν ὅλως διαβεβλήσεται τὸ μὴ ἀνήνασθαι γάμον, Θεοῦ προστάττοντος γράφεσθαί τι τῶν πνευματικῶν καὶ ἀναγκαίων εἰς ὄνησιν τοῖς ἐντευξομένοις ἐν τοῖς σωματικοῖς τε καὶ αἰσθητοῖς ; φαίην δ’ ἂν ἑγωγε καταδείσας οὐδὲν, ὅτι καὶ σέσωκεν ὁ προφήτης τὴν Γόμερ. γύναιον γὰρ τὸ οὕτως αἰσχρὸν καὶ πολύκοινον, ἑνὶ πέπεικεν ἀνδρὶ προσκεῖσθαι [*](C) μόνῳ, καὶ τὴν πάλαι καὶ αὐτὴν λυποῦσαν τὴν φύσιν· ὅτι μὴ τέκνων ὑπέκειτο γοναῖς, ἀλλὰ ταῖς τῶν προστυχόντων ἡδυπαθείαις πωλοῦσα τὴν ὥραν, πέταυρον ἦν θανάτου, καὶ [*](12. διαμορφοῦντες] Sic Β. διαμορφοῦντα Edd. 20. γλίχοιντο] εὔχοιντο iid. Statim γονὰς iid.)
οὐδὲν οὖν ἄρα τὸ θαυμαστὸν, εἰ βραχὺ τοῦ πρέποντος ἐκπεφοιτηκὼς, σέσωκεν ὁ προφήτης τὴν Γόμερ, καὶ ἀπολωλὸς τὸ γύναιον ἀνακομίζει πρὸς εὐκοσμίαν. ὅτι δὲ [*](b) χρησίμου τε καὶ ἀναγκαίου πράγματος ἕνεκα συνάπτεσθαι τῷ γυναίῳ προσέταττε Θεὸς, πεπληροφόρηκεν εὐθὺς, ταύτης [*](2. ἐπᾳσμάτων] Sic Edd. σκεμμάτων Β. 12. προκ. Edd. Correxit Migne. Haec καὶ τῆ — ἀναπείσῃ accesseinnt ex Β. 28. ἐκπεφοιτηκὸς Aub.)
Kαὶ εἶπε Κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὅνομα αὐτοῦ Ἰεσράελ, [*](4) διότι ἕτι μικρὸν καὶ ἐκδικήσω τὸ αἰνὰ τοῦ Ἰεσράελ ἐμ τὸν [*](a 18 Α) οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἵκου Ισραήλ. καὶ [*](5) ἕσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον του Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰσεράελ.
Ἐν τούτοις ἡμῖν ὁ λόγος διττὴν ὠδίνει τὴν θεωρίαν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ παρά τισιν, ἧς ἀναγκαῖον ἐπιμνησθῆναι νῦν διά γε τὸ ἀκριβές· ὀνίνησι γὰρ οὐ μετρίως, [*](b) τὸ ἀμφοῖν ἡμᾶς ἐπιμνησθῆναι τοῖν λόγοιν. ἡ μὲν οὖν καθ’ ἡμᾶς ἔκδοσις, τουτέστιν, ἡ τῶν ἑβδομήκοντα, Καὶ έκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα. ἡ δὲ ἑτέρα φησί, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. καὶ εἰ μὲν οὕτω νοεῖν ἕλοιντό τινες, ἱστορικωτέραν ἀνάγκη ποιεῖσθαι τὴν ἀφήγησιν. ἕχει δὲ οὕτως·