In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Γέγονε μὲν Ἀχαὰβ βασιλεὺς ἐν Ἰσραὴλ, ὁ καὶ σύνοικον ἔχων τὴν Ἰεξάβελ. ἐπειδὴ δὲ ἐζήτει τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, [*](c) ὁ δὲ πρὸς τοῦτο ἀπήντα, λέγων, " Μῆ μοι γένοιτο δοῦναι [*](3 Reg. xv. 3.) “ ἀμπελῶνα πατρός μου σοί.” πεφόνευται, ταῖς Ἰεξάβελ δυστροπίαις περιπεσών. ἐπειδὴ τοίνυν πεφόνευτο, κεκληρονόμηκεν Ἀχαὰβ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, προσέκειτο δὲ καὶ ἑτέρως ταῖς τῶν δαιμόνων λατρείαις, καὶ τοῦτο ἐκτόπως, ἠγανάκτει λοιπὸν ὁ τῶν ὅλων Θεός. εἶτα προστέταχεν [*](4 Reg. ix. 1.) Ελισσαιὲ τῷ προφήτῃ χρῖσαι τὸν Ἰηοῦ, βασιλέα ἐπὶ τὸν Ισραήλ. ἀποστείλας δὲ τὸ παιδάριον ὁ προφήτης, τὸ θεῖον [*](d) ἐπλήρου θέσπισμα. εἶτα κεχρισμένος Ἰηοῦ, κάτεισιν ἐν [*](Ib. 16sqq.) Σαμαρείᾳ, καὶ τὸν θεῖον ἐπὶ τοῖς λελυπηκόσιν ἐπλήρου θυμόν. ἀπεκτονὼς γὰρ τὸν Ἀχαὰβ, ἕῤῥιψεν ἐν τῷ ἀμπελῶνι [*](Ib. 25,33.) τοῦ Ναβουθαί. εἶτα μετὰ τοῦτο τὴν Ἰεξάβελ, ἀνῄρηκε δὲ καὶ ἑβδομήκοντα τοῦ Ἀχαὰβ υἱοὺς, τοὺς ἀνὰ πᾶσαν ὄντας [*](Ib. x.1—9:18—28.) τὴν Σαμάρειαν. προσετίθει δὲ τούτοις καὶ τὸν Βάαλ. ἐνἐἰεράελλ] [*](1. Sic Β. (22, 23, 86, 130, 311.) ἰεξραέλ Edd. Α.V.) 5. τῇ assumptum ex Β. F. (Alex. XII.) om. Edd. (Vat.) 7. ἧς] ὡς Edd. II. ἰεσράελ] Sic Β. ἰεξραὲλ (semper) Edd. 25. ἐν σαμαρείᾳ] ἐκ σαμαρείας Edd.)

26
πρῆσε γὰρ τὰς στήλας αὐτοῦ, καὶ κατέσεισε τὰ τεμένη, καὶ αὐτοὺς ἀποσφάττει τοὺς ἱερεῖς. ἐπὶ τούτοις αὐτὸν ἀποδέχεται [*](4 Reg. x. 30. e) Θεός· καὶ δὴ καὶ ἐπαγγέλλεται, λέγων, ὅτι “ υἱοὶ τέταρ- " τοι καθήσονται ἐπὶ θρόνου σου. ἁλλ’ ὁ οὕτως γεγονὼς εὐδόκιμος Ἰηοῦ προσκέκρουκεν οὐδὲν ἧττον Θεῷ. οὐ γὰρ περιεῖλε τὰς δαμάλεις, κατεφωρᾶτο δὲ καὶ αὐτὸς ἐν ταῖς [*](Ib. 31.) ἁμαρτίαις Ἱεροβοὰμ ἀνοσίως πεπορευμένος. εἶτα γέγονεν [*](Ib. xiii. 1.) ἐξ Ἰηοῦ, πρῶτος Ἰωάχας, ἀνὴρ καὶ αὐτὸς εἰδωλολάτρης, καὶ ταῖς δαμάλεσι προσκυνῶν. ἀλλ’ ἐν τοῖς καιροῖς αὐτοῦ, [*](Ib. 3.) Φησὶν, “ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἔδωκεν [*](Ib. 10.)“ αὐτοὺς ἐν χειρὶ Ἀξαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ Ἅδερ [*](19 A. a) “ υίοῦ’ δεύτερος ” δεύτερος ἐξ Ἰωάχας βεβασίλευκεν Ἰωάς. καὶ [*](Ib. xiv. 23.)οὗτος ἀνὴρ πονηρός. τρίτος Ἱεροβοὰμ, οὗ καὶ βασιλεύοντος [*](Ib. xv.8.)ἄρχεται τῆς προφητείας Ὠσηέ. τέταρτος Ἀξαρίας ἐξ Ἱεροβοὰμ, [*](Ib. 10.)καὶ αὐτὸς εἰδωλολάτρης· τοῦτον ἀπέκτεινεν ὁ Σελούμ. Οὑκοῦν ἐπειδήπερ κέχριστο μὲν ὁ Ἱηοῦ, ἵνα ἐκδικήσῃ τὸ αἷμα τοῦ Ναβουθαὶ, ὃς ἦν ἐξ Ἰεσράελ. πόλις δὲ αὕτη τῆς Σαμαρείας· καὶ ἵνα τὴν τοῦ Ἰσραὴλ εἰδωλολατρείαν περιελὼν, [*](b) λοιπὸν ἀναπείσῃ προσκεῖσθαι Θεῷ, εἶτα γέγονε καὶ αὐτὸς τῶν δαμάλεων προσκυνητὴς, δυσσεβεῖς δὲ οὐδὲν ἧττον οἱ ἐξ αὐτοῦ γεγόνασι παῖδες, ἐκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. ὥσπερ γὰρ ἐκδεδίκηκεν ἐκ τοῦ οἴκου τοῦ Ἀχαὰβ διὰ τῆς Ἰηοῦ βασιλείας, οὕτως ἐκδικήσει καὶ ἐκ τοῦ οἴκου Ἰηοῦ. ἐν γὰρ ταῖς ἡμέραις τῶν υἱῶν αὐτοῦ [*](Ib. xiii. 3.cf. xiv. 26.) πεπολέμηκεν Ἀξαὴλ βασιλεὺς Συρίας, καὶ μέντοι καὶ Ἅδερ, καὶ νενικήκασι τὸν Ἰσραὴλ, πλείστας δὲ ὅσας τῶν ἐν Σαμαρείᾳ πεπορθήκασι πόλεις. τίκτεται τοίνυν τῷ προφήτῃ [*](c) παιδίον, ᾧ καὶ ὄνομα τὸ Ἰεσράελ. οἱονεί πὼς Θεοῦ τὴν ἐπὶ τῷ Ναβουθαὶ γενομένην ἁμαρτίαν ἀναμιμνήσκοντος· ἀνδρὸς γὰρ δικαίου καὶ εὐλαβοῦς ἀδίκως ἀνῃρημένου, πῶς ἃν ἠρέμησεν [*](2. ἀποδέχεται] + ὁ iid. 20. τῶν assumptum ex Β. 22. καὶ ante ὤςπερ add. Efld. Inc. ὤσπερ γὰρ Cat. Mosq. ante citata, et b. 23. τοῦ om. Cat. cit. b. habet B. 25. καὶ alt. assumptum ex B. b. Cat. cit. 26. δὲ Β. Edd. τε b. Cat. cit. 28. τὸ om. Cat. cit. ἐπὶ τὸν ναβουθὲ ( = ναβουθαὶ) Cat. cit.)
27
ὁ τῶν δικαίων προστάτης; συντρίψειν οὖν ἐπαγγέλλεται τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῆ κοιλάδι τοῦ Ἰεσπάελ. νενίκηνται γὰρ, ὡς ἔφην, ὑπό τε τοῦ Ἀζαὴλ καὶ μέντοι τοῦ Ἄδερ αἱ φυλαὶ τοῦ Ἰσραήλ.

Kαὶ ὁ μὲν λόγος ἐν τούτοις, τῶν ἱστορικῶς πεπραγμένων· φέρε δὲ καὶ εἰς τὴν ἑτέραν γραφὴν τὰ εἰκότα λέγωμεν, ἀνακομίζοντες ἤδη πρὸς θεωρίαν πνευματικὴν τὰ εἰρημένα παρὰ [*](d) Θεοῦ. εὐγενὴς μὲν διὰ τοὺς πατέρας ἡ τῶν Ἰουδαίων συναγωγή. λελατρεύκασι γὰρ οἱ ἀμφὶ τὸν θεσπέσιον ‘Αβραὰμ Θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ μὴν καὶ δικαιοσύνης γεγόνασιν ἐπιμεληταὶ, καὶ ἁπάσαις ἀγαθοεργίαις εὖ μάλα κατεστεμμένοι, καὶ γνησιότητι διαπρέποντες· καὶ ἀκλόνητοι τὴν πίστιν, καὶ πᾶν εἶδος ἐπιεικείας ἐπησκηκότες. ἐπειδὴ δὲ λιμοῦ κατωθήσαντος [*](Gen.xlvi. sqq.) ἐπέμιξαν Αἰγυπτίοις, εἶτα μακροὺς ἐκεῖσε διατετελέκασι [*](e) χρόνους, ἑτερότροποί τε καὶ ἑτερογνώμονες οἱ ἐξ αὐτῶν γεγόνασι, τοῖς τῶν ἐνοικούντων ἔθεσιν ἕπεσθαι ᾑρημένοι λοιπόν· καὶ ὀλίγα παντελῶς τῆς τοῖς πατράσιν ἐντριβοῦς καὶ ἐξαιρέτως κατορθουμένης εὐσεβείας πεθροντικότες. προσκεκυνήκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, [*](Rom. i.25.) καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. κατῴχοντο [*](Hier. i. 16.) δὲ βδελυρίας εἰς τοῦτο καὶ βεβήλου ζωῆς, ὡς τάχα που φαυλότητος τρόπον ἔχειν ἀνεπιτήδευτον παντελῶς οὐδένα. [*](a 20 Α.) καί μοί τι παθεῖν δοκοῦσι τοιοῦτο, ὅπερ ἂν πάθοι γυνὴ σοφή τε καὶ εὐγενὴς, τὸν μὲν ἑαυτῆς μεθεῖσα τρόπον, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσασα τοῖς εἰς εὐκοσμίαν ἐπιτηδεύμασιν· ἀνθηρῇ μένη δὲ μᾶλλον τὸ ἐν εἴδει καὶ ἐν σχήμασιν ὁρᾶσθαι πορνικοῖς. ὅνπερ γὰρ τρόπον ἡ τοιάδε γυνὴ τὰς ἁπάντων ἡδονὰς ἐφ’ ἑαυτῇ πληροῖ, δυσχερείας ἁπάσης ἐξηρημένης, οὕτω καὶ ἀνθρώπου ψυχὴ, τῶν τῆς εὐσεβείας ἀπονεύσασα σπουδασμάτων, καὶ ἀγάπης τῆς εἰς [*](b) Θεὸν ἀλογήσασα, καὶ προσκεκλιμένη τῷ Σατανᾷ, τὰς τῶν [*](1. τὸ assumptum ex Cat. Mosq. 23. πόθοι] πάθει Edd. ante Migne. 26. ἀνθῃπημένη] ἀνῃρημένη Edd. ἐν alt. assumptum ex B. 31. προσκεκλιμένη] προσκεκλημένη Edd.)

28
πονηρῶν πνευμάτων ἐπιθυμίας ἀποπληροῖ. οὐκοῦν πεπόρνευκεν ἐν Αἰγύπτῳ νοητῶς ἡ τῶν Ἰουδαίων συναγωγή· προὔκειτο γὰρ, ὡς ἔφην, ταῖς τῶν δαιμονίων ἐπιθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ’ ἡδονὴν ἀποφερομένη εὐκόλως· ἀλλ’ ἐπεσκέπτετό τε καὶ ἠλέει Θεὸς τὴν οὕτω διερριμμένην, καὶ σώφρονα πάλιν αὐτὴν ἀποφαίνειν ἤθελε· μόνον δὲ οὐχὶ [*](c) καὶ σύνοικον ἐποίει τὴν βέβηλον ὁ πάναγνός τε καὶ καθαρὸς, καὶ τέκνων ἐποίει μητέρα, καὶ ἀγάπης ἠξίου, διὰ τὸν ἐξ αὐτῆς γενόμενον πρωτότοκον, τουτέστι τὸν Ἰεσπάελ, ὃς ἑρμηνεύεται σπορα Θεοῦ.

Ορα δὴ οὖν εἰς εἰκόνα καὶ τύπον τῶν οὕτω πανσόφως οἰκονομηθέντων παρὰ Θεοῦ τεθειμένον τὸν Ὠσηέ. συνάπτεται τῇ Γόμερ, πόρνῃ γυναικὶ προφήτης ἅγιος. ἡ δὲ τέτοκεν αὐτῷ τὸν Ἰεσπάελ. οὕτω καὶ Θεὸς ἐκάλει πρὸς οἰκειότητα διὰ τοῦ πανσόφου Μωυσέως τὴν τῶν Ἰουδαίων [*](d) συναγωγὴν, καὶ εἰς κοινωνίαν πνευματικὴν, διὰ τὸν ἐξ αὐτῆς ἐσόμενον πρωτότοκον, τουτέστι Χριστὸν, ὅς ἐστι σπορὰ Θεοῦ κατὰ τὸ ἀληθές· γεγέννηται γὰρ ἐκ Πατρὸς ὁ Υἱὸς, εἰ καὶ γέγονε σάρξ.

Επειδὴ δὲ οὐκ ἂν ἑτέρως γένοιτο σαφὴς καὶ εὐκρινεστάτη τῆς πνευματικῆς θεωρίας ἡ παράθεσις, μὴ παρενεχθέντων εἰς μέσον τῶν ἱστορικῶς γεγονότων, φέρε πάλιν αὐτῶν ἐπιμνήσομαι. ὅτι μὲν οὖν πόλις ἡ Ἰεσράελ, προαπήγγελκεν ἡμῖν ἐναργῶς ὁ λόγος, ἀλλ’ ὡς ἐκ πόλεως τῆς Ἰεσράελ σημαίνει [*](e) τὸν Ναβουθαί. τύπος δ’ ἂν γένοιτο καὶ αὐτὸς τῆς ἐν Χριστῷ νοουμένης οἰκονομίας· ἑρμηνεύεται δὲ καὶ αὐτὸς, Ερχόμενος. ὀνόματι δὲ τῷ τοιῷδε τὸν Ἐμμανουήλ σημαίνει πλειστάκις τὸ γράμμα τὸ ἱερόν. εἴρηται μὲν οὖν πρὸς τὸν [*](Abac. ii. 3; Heb. x. 37. ) μακάριον προφήτην Ἀμβακούμ “ Ἔτι μικρὸν, ὁ ἐρχόμενος “ἥξει καὶ οὐ χρονιεῖ·’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ, “Εὐ- [*](Ps. cxvii. 26.) λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· καὶ μὴν καὶ [*](3. δαιμονίων] δαιμόνων b. 9. ἰεσράελ (ut Β. passim.) b. 18. γεγέννηται] Sic b. γεγένηται Edd. εἰ καὶ hoc ordine b. 29. ἀμβακόυμ] ἀββακοὺμ iid. κοὶ post μικρὸν add. b. invito Β.)

29
αὐτὸς ὁ θεσπέσιος βαπτιστὴς ἀποστέλλει τινὰς τῶν ἑαυτοῦ μαθητῶν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ [*](a 21 Α.) δὴ διεπυνθάνετο λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ- [*](S. Matth.xi. 3.) “δοκῶμεν;” Ὅτι δὲ ἦν εἰς εἰκόνα Χριστοῦ, καὶ τοῦτο σαφῶς ἐκ τῶν ἐπ’ αὐτῷ γεγραμμένων εἰσόμεθα. ἐπεθύμει μὲν γὰρ ὁ Ἀχαὰβ κατακτήσασθαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ εἰς κῆπον λαχάνων μετασκευάσαι τὸ οὕτως ἐξαίρετον χωρίον. ὁ δὲ ἠγανάκτει πρὸς τοῦτο, καὶ ὡς οὐκ ἃν προοῖτό ποτε τὸν τοῦ πατρὸς ἀμπελῶνα, διισχυρίζετο σαφῶς. “Μή μοι γὰρ [*](3 Reg. xx. 3.) “γένοιτο, φησὶ, προδοῦναι ἀμπελῶνα πατρός μου σοί.’’ [*](b) ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ἡ θεομισὴς καὶ βέβηλος Ἰεζάβελ, ἡ τοὺς προφήτας διώκουσα, καὶ τοῖς δικαίοις ἐπιβουλεύουσα, δυστρόποις ἐπιχειρήμασιν ἐξεμηχανᾶτο τῷ δικαίῳ τὸν [*](Ib. 8sqq.) φόνον· καὶ δὴ καὶ ἀναιρεθῆναι παρασκευάσασα, κληρονομεῖν ἐκέλευε τῷ συνῳκηκότι, φημὶ δὴ τῷ Ἀχαάβ. ἐπὶ τούτοις εἰκότως ἠγανάκτει Θεὸς, καὶ δὴ καὶ ἐκδικήσειν ἐπαγγέλλεται [*](Ib. 17sqq.) τὸ αἷμα τοῦ Ἰεσράελ. ἀνῄρηται γοῦν Ἀχαὰβ ὑπὸ Ἰηοῦ, καθάπερ ἤδη προείπομεν· προσετέθη δὲ αὐτῷ καὶ ἡ παμπόνηπος [*](c) Ἰεζάβελ.

Φέρε δὴ οὖν, εἰς Χριστὸν ἀναφέρωμεν τὰ ὡς ἐν τύπῳ τοῖς πάλαι γεγενημένα. ὁ μὲν γὰρ προφήτης φησὶν Ἡσαΐας, ὅτι “ ’Αμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι [*](Esai. v. 1.) “ἐν τόπῳ πίονι.’’ “καὶ ἦν ὁ ἀμπελὼν ἄνθρωπος τοῦ Ἰούδα, [*](Ib. 7.) “νεόφυτον, ἠγαπημένον. ἀλλ’ οἱ τοῦ Ἰσραὴλ ἡγούμενοι, ὧν ἃν εἴη καὶ τύπος ὁ Ἀχαὰβ βασιλεύων, ἐπεθύμησαν ἔχειν τὸν ἀμπελῶνα αὐτοῦ· οὐχ ἵνα ᾖ κλῆρος ἐξαίρετος, τουτέστιν ἀμπελών· ἁλλ’ ἵνα κεχερσωμένος κῆπος γένοιτο λαχανίας, [*](d) τουτέστιν, ἐπὶ τὸ ἀσυγκρίτως ἔλαττον καταφέροιτο· πλείστη γὰρ ὅση κήπου λαχάνων πρὸς ἀμπελῶνα διαφορά. καὶ τὸ ἔτι μεῖζον ἐν τούτοις, οὐκ ἀσυμφανές. γεγονότες μὲν γὰρ ὑπὸ Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι, πῶς οὐκ ἔμελλον [*](2. τὸν alt. assumptum ex Β. 8. προιεῖτό Edd. προΐοιτο Migne. 13. δυστρόποις] δυστρόφοις Edd. 21. φησὶν assumptum ex Β. 27. κεχερσωμένος] χερσωμένος Edd. 28. τὸ ἀσυγκρίτως] τῷ ἀσυγκρίτῳ iid. 31. ἔμελλον] + ἄν iid.)

30
εὐκληματούσαις ἀμπέλοις, καὶ μὴν καὶ γονιμωτάταις ἐν ἴσῳ τε εἶναι καὶ φαίνεσθαι; διαζῶντες δὲ τοῖς τῶν Φαρισαίων [*](Esai. xxix. 13; S.Matth.xv. 9.) ἔθεσί τε καὶ τρόποις, καὶ μανθάνοντες διδασκαλίας ἐντάλ- [*](e) μάτα ἀνθρώπων, κατ’ οὐδένα τρόπον διενεγκεῖν τῶν χθαμαλωτατων λαχάνων, ἃ καὶ λίαν εὐκόλως πίπτει καὶ μαραίνεται. οὐκοῦν ἐγλίχοντο μὲν οἱ τῶν Ἰουδαίων καθηγηταὶ τὸν ἀμπελῶνα Χριστοῦ κλῆρον ἴδιον ἔχειν, καὶ εἰς κῆπον λαχανίας· ἀλλ’ οὐκ ἔπειθον καταπροδοῦναι σφίσι τὸν τοῦ Πατρὸς ἀμπελῶνα. εἶτα, τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν, ἡ ἀγελαία πληθὺς ἡ ὑπὸ χεῖρα τῶν ἡγοῦ μένων ἤγουν ἡ Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι τὸν δίκαιον, τὸν ὅσιον Ναβουθαὶ, τουτέστι, τὸν ἐρχόμενον, καὶ δὴ καὶ ἀναιρεθῆναι παρεσκεύασεν. [*](22 Α. a) ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. ἁλλ’ ὅτι μὴ ἀνεκτὸν τὸ χρῆμα Θεῷ, σαφὲς ἂν γένοιτο τῷ λέγεσθαι τῷ προφήτη Ὠσηέ Διότι ἔτι μικρὸν καὶ ἀκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσπαήλ. ἐκδεδίκηται γὰρ, ὡς ἔφην, τὸ αἷμα Χριστοῦ ἐκ παντὸς Ἰσραήλ. ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ καὶ ἡ προφητεία γέγονεν, ὠνομάζοντο διῃρημένως, Ἰούδας μὲν οἱ μεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, [*](b) Ἰσραὴλ δὲ πάλιν οἱ ἐν τῇ Σαμαρείᾳ, ἵνα τὸ ἐκ παντὸς Ισραὴλ ὁρῷτο σημαίνων, φησὶν ἀναγκαίως ἐκδικήσειν τὸ αἷμα Ἰεσράελ ἐκ τοῦ οἴκου Ἰούδα· καταπαύσειν δὲ καὶ τὴν βασιλείαν τοῦ οἴκου Ἰσραήλ. τοῦτο καὶ ὁ θεσπέσιος Ἰακὼβ [*](Gen. xlix. 10.) προκαταμεμήνυκε, λέγων “Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μήρων αὐτοῦ, ἕως ἀν’ ἔλθῃ ᾦ ἀπό- “κειται, καὶ Αὐτὸς προσδοκία ἐθνῶν.’’ ἐπιλάμψαντος ἡμῖν τοῦ Ἐμμανουὴλ, τῆς τῶν ἐθνῶν προσδοκίας, τότε δὴ [*](9. θεομίσητος] Sic Cat. in 4 libb. Regg. (Ven. et Par.) θεομισὴς Edd. 11. συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι] Sic Cat. in 4 Regg. [Codd. Ven. in Maio, Parisienses duo, Coisl. 8 et Reg. 133] συνδραμοῦσα . . . . δόλῳ, μέτεισι (lacuna 7 fere litt.) B. συνδραμοῦσα, καὶ δόλῳ. μέτεισι Edd. 19. γὰρ assumptum ex B. 23. σημαίνων] σημαίνειν Edd. 29. Haec τῆς τῶν ἐθνῶν προσδοκίας accesserimt ex Β.)
31
τότε καὶ ἐκ μέσου γέγονεν ἡ βασιλεία τοῦ Ἰσραήλ. καὶ γοῦν Ἡρώδης Ἀντιπάτρου παῖς, Ἀσκαλωνίτης, τῆς Ἰουδαίων [*](c) ἡγεῖτο χώρας, γεγεννημένου Χριστοῦ. συντρίψειν δὲ καὶ αὐτὸ τὸ τόξον του Ισραηλ ἐν εκεινῃ τῃ ημερᾳ τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ. “Τόξον γὰρ [*](1 Reg. ii. 4.) “δυνατῶν ἠσθένησε,’’ κατὰ τὸ γεγραμμένον, καίτοι κρατήσειν ὑπειληφότων τοῦ Ἐμμανουήλ. καὶ “τοῦ μὲν ἐχθροῦ [*](Ps. ix. 7.) “ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος·’’ ἐξελύθη δὲ νεῦρα βραχιό- [*](Gen. xlix. 24.) νῶν ἀυτῶν· οὐ γὰρ νενικήκασι ’τον ἀνίκητον. κατασκευάζων δὲ ὥσπερ τῆς πνευματικῆς θεωρίας τὸ βαθὺ, κάτεισιν εὐθὺς ἐπὶ τὰ ἱστορικῶς πεπραγμένα, λέγων ὅτι συντρίψω τὸ [*](d) τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεσράελ. ἐκεῖ γὰρ νενίκηκεν Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἀντεξάγοντα τὸν Ἰσραήλ. ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω τῆς ἀναγκαίας καὶ πνευματικῆς θεωρίας οὐκ ἀποκομίζειν τὸν λόγον, ἐκεῖνο φημί· τὸ λυποῦν οὐδὲν, καθάπερ ἐγᾦμαι, κοιλάδα νοεῖσθαι τοῦ Ἰεσπάελ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι Χριτοῦ, τὸ ἐν τῷ κήπῳ μνημεῖον, ἐν ᾧ καὶ ἡ ἀνάστασις ἐπακολουθήσασα [*](e) τῷ πάθει νενίκηκε πάντα τρόπον Ἰουδαικῶν τολμημάτων. λέλυται γὰρ αὐτῶν διὰ τῆς ἀναστάσεως τὰ δύστροπα καὶ θεοστυγῆ καὶ μιαιφόνα τολμήματα. ᾤοντο μὲν [*](S. Matth. xxi. 38.) γὰρ ἐκ μέσου ποιεῖν δύνασθαι τὸν Υἱὸν, ἵνα καὶ κλῆρον ἴδιον ἔχοιεν τὸν ἀμπελῶνα αὐτοῦ. ἀλλ’ ἐν μνημείῳ τεθεὶς, ἀνεβίω πάλιν, ἄπρακτα τῆς ἐκείνων ἐπιβουλῆς ἀποφαίνων τὰ σκέμματα, καὶ μονονουχὶ συντρίβων τοὶ τόξα, διὰ τοῦ μηδὲν ἔτι δύνασθαι παθεῖν. καὶ ἐκβάλλει μὲν αὐτοὺς τοῦ [*](Ib. 41.) ἀμπελῶνος ὡς θεομισεῖς καὶ πονηροὺς καὶ κυριοκτόνους· [*](a 23 Α.) ἐκδίδωσι δὲ γεωργοῖς ἑτέροις αὐτὸν, ἀγαθοῖς καὶ εὐγνώμοσι καὶ Φιλεπγεστάτοις, κατὰ τὴν τοῦ Εὐαγγελίου παραβολήν.

Καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα, καὶ εἶπεν αὐτῷ καλὲ,, σον τὸ ὄνομα αὐτῆς Οὐκ ἠλεημένη, διότι οὐ μὴ προσθῶ ἔτι [*](3. γεγενημένου Edd. 31. προσθῶ] Sic Β. (23, 153, 238) προσθήσω Edd. Α.V.))

32
ἐλεῆσαι τοι οἴκοι Ἰσπαὴλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι [*](7) αὐτοῖς. τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν [*](b) Κυρίῳ Θεῶ, αὐτῶ, κω οὐ σώσω αὐτοὺς ἐν τόξῳ, ὄνε ῥομφαίᾳ οὔτε ἑ πολέμῳ οὔτε ἐν ἅρμασιν οὔτε έν ἵπποις οὔτε ἐν ἱππεῦσιν.

Μετὰ τὸ τεχθῆναι τὸν Ἰεσράελ γεγέννηται τῷ προφήτῃ κόριον ἐκ τῆς Γόμερ, ᾧ καὶ ὄνομα κεῖσθαι δεῖν προστέταχε, τὸ Οὐκ ἠλεημένη. ἐπιφέρει δὲ παραχρῆμα τοῦ τοιοῦδε τὴν πρόφασιν, καὶ τὴν αἰτίαν εὐθὺς καθίστησιν ἐναργῆ, οὐδεμιᾶς ἔτι φειδοῦς ἀξιωθήσεσθαι λέγων τὸν Ἰσραήλ· ἀνταναστῆναι δὲ ὥσπερ αὐτοῖς, καὶ ἐν τάξει γενέσθαι τῶν [*](C) ὅτι μάλιστα πολεμιωτάτων, καὶ ταῖς εὐπραγίαις αὐτῶν ἀντιπεσεῖσθαι γεννικῶς, ὡς εἰς ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἃν γένοιτο τοῖς παθοῦσιν [*](Hiob. xii. 14.) ἡ ὄνησις. “ Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” [*](Esai. xiv. 27.) φησίν· καὶ ἧ φησὶν ὁ προφήτης, “Τὴν χεῖρα τὴν τίς ἀποστρέψει; ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ Δεσπότης, τοῦτο ἀμελλητὶ [*](d) πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. [*](Exod. vii. sqq.) οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδάτων εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπείοὔτε [*](3. ἐν ῥομφαία] Haec desunt in Edd. Statim haec οὔτε ἐν πολέμω bis habet B. 6. γεγένηται Edd. 14. κατολισθαίνειν Edd. 25. μικροῦ] μακροῦ Aub.)

33
θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτήσειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ’ ἑαυτοῖς καταστήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλαφαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν [*](a 24 Α.) καὶ Μηδῶν, τὰς ἐν τῆ Σαμαρείᾳ καταδῃώσαντες πόλεις. ἀλλ’ οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πὼς καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατ’ ἐπαγγέλλεται, καὶ σώσειν αὐτοὺς, οὐ πολεμοῦ νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν [*](b) ἃρμασιν, οὐδὲ ἐν ἳπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σεναχηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ· προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώσεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ’ ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. “ Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς [*](c) “παρεμβολῆς τῶν’ Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα [*](4 Reg. xix. 35.) “πέντε χιλιάδας.” ἦδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ’ αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφηγοῦντο, λέγοντες “Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· [*](Ps. xix. 8,9.) “ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. “αὐτοὶ συνεποδίσθησαν, καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν, “καὶ ἀνωρθώθημεν.’’

[*](4. τῶν assumptum ex Β. 7. βασιλέως Β. 8. μετῴκισαν] μετῴκησαν Edd. Mox ὅρια Β. ὅρια Edd. 25. ἐν assumptum ex Β.)
34
[*](d)

Ἀλλ’ ἱστορικῶς μὲν ἡμῖν εἰρήσθω ταυτί· ἴωμεν δὲ αὖ καὶ ἐφ’ ἑτέρας ἐννοίας, φημὶ δὲ δὴ πάλιν τὰς ἐπ’ αὐτῷ τῷ Χριστῷ. μετὰ γάρ τοι τὸ τεχθῆναι τὸν Ἰεσράελ, τουτέστι, τὴν τοῦ Θεοῦ σπορὰν, ἵνα νοῇς τὸν Ἐμμανουὴλ, οὗ καὶ ἐκδικήσειν τὸ αἷμα κατεπηγγέλλετο, τίκτεται τῆ Γόμερ, τουτέστι τῆ πεπορνευμένῃ τῶν Ἰουδαίων συναγωγῇ, θυγάτηρ, ἤτοι πληθὺς, ἧ καὶ πρέπον ἂν εἴη τὸ καλεῖσθαι Οὐκ ἠλεημένη· αὐτὴ γὰρ ἀπέκτεινε τὸν Ἰεσράελ, τουτέστι Χριστόν. ταύτῃτοι δικαίως ἐχθρὸν καὶ πολεμιώτατον [*](e) εὑρίσκει Θεόν· καὶ ἀνηκέστους εὐθὺς ὑπομεμένηκε συμφορὰς, ῥᾶς, ταῖς Ῥωμαίων δυνάμεσιν ἐκπεπορθημένη, καὶ τὸν διαβόητον ὑποστᾶσα πόλεμον, ὅτε καὶ γυναῖκες τῶν ἰδίων ἥψαντο τέκνων, καὶ ἢ φησὶν ὁ προφήτης Ἱερεμίας, “Χεῖρες [*](Thren. iv. 10.) “γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν,’’ καὶ φύσεως ἀνθρωπίνης ἀλογήσασαι νόμων, καὶ φιλοστοργίας ἀμάχου ῥαθυμεῖν ἀυτὰς ἀναγκάζοντος τοῦ λιμοῦ. Ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς ἠσεβηκόσι συμβέβηκεν· ἐλεήσειν δὲ [*](25 Α. a) τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, τουτέστι, τοὺς κατὰ μάθησίν τε καὶ ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος [*](Cf. 1 Cor. iv. 15.) γεγονότας Χριστοῦ τοῦ ἐκ φυλῆς Ἰούδα. εἰ γὰρ διὰ τοῦ Εὐαγγελίου γεννῶνται τινες ἐν Χριστῷ τοῖς τοῖς ἁγίοις ἀποστόλοις, πῶς οὐχὶ μᾶλλον δι’ αὐτοῦ τοῦ Χριστοῦ; περὶ ὧν Esai. καί φησιν “ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Σώζονται τοίνυν ἐν Χριστῷ τῷ κυρίῳ καὶ Θεῷ τῶν ὅλων, οὐχ ὅπλα κινοῦντες ἐπίγειά τε καὶ σαρκικὰ, ἁλλ’ ἐν δυνάμει [*](b) τοῦ σώζοντος καὶ κατασείοντος μὲν ἀρχὰς καὶ θρόνους, [*](Col. ii. 15.) θριαμβεύοντος δὲ τῷ ἰδίῳ σταυρῷ τῶν ἀντικειμένων τὰ στίφη, καὶ δυνάμεις καταστρέφοντος πονηρὰς, καὶ διδόντος [*](S. Luc. x. 19.) τοῖς ἀγαπῶσιν αὐτὸν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, “καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ εὖ δὲ δὴ σφόδρα τὴν ἀπειθῆ καὶ ἐξήνιον καὶ κυριοκτόνον τῶν Ἰουδαίων πληθὺν γυναικὶ παρεικάζει, φημὶ δὴ τῆ οὐκ ἠλεημένῃ. σημεῖον [*](2. δὴ assumptum ex Β. 1 1, ἐκπεπορθημένη] ἐκπεπορθημένων Edd. 16. ἄλλα] + καὶ iid.)

35
μὲν γὰρ ἀσθενείας ἡ γυνὴ καὶ φρονήματος ἀνάνδρου καὶ κεκλασμένου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφῶς. τοιοίδε [*](c) δὲ πάντες, ὅσοι τὴν διὰ Χριστοῦ μὴ παρεδέξαντο παίδευσιν, μήτε μὴν ἠνέσχοντο κατόπιν ἰέναι τῶν θείων αὐτοῦ καὶ ἁγίων θεσπισμάτων. καὶ γοῦν ὁ προφήτης Ὠσηέ “ Ἐπι- [*](Infra xiv. 1.) “στράφηθι, φησὶν, Ἰσραὴλ πρὸς κύριον τὸν Θεόν σου, “διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου·” καὶ πάλιν περὶ τῶν τοῦ Σωτῆρος ἐνταλμάτων ὁ αὐτός “Διότι εὐθεῖαι, φησὶν, [*](Ib. 9.) “αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ “δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. καὶ ὁ αὐτὸς δέ που φησὶν Ὠσηὲ περὶ τῶν ἀπεκτονότων τὸν Ἰεσράελ, τουτέστι [*](d) Χριστόν “καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς [*](Ib. v. 5.) “πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραΐμ ἀσθενήσουσιν “ἐν ταῖς ἀδικίαις αὐτῶν.’’