In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ Δημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λόγου τὴν δοθεῖσαν ἐντολήν. τοιγάρτοι καὶ τεταράγμεθα καὶ [*](d) διολώλαμεν, ἀρᾷ καὶ δίκη περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους “Γῆ εἶ, καὶ εἰς γῆν [*](Gen. iii, 19.) “ἀπελεύσῃ.” πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ “Κατέπιεν [*](Es. xxv. 8.) “ὁ θάνατος ἰσχύσας” κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ “πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· “τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.” κατήργηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης [*](e) τῆς ἁμαρτίας, ἐφ’ ἧ καὶ ὠνειδίσμεθα· “Κύριος γὰρ ἐμνήσθη [*](Ps. cxiii. 20.) “ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς,” καθὰ καὶ ὁ θεσπέσιος ἀναμέλπει Δαυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπό γε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῆ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσμεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ [*](a 553 A.) πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- [*](Ps. ciii. 29, 30.) σωπον ταραχθησονται, καὶ εἰς τὸν χοῦν αὐτῶν επιστρεψου- “σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ “ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, [*](1. ἀνθρωπίνη D. 4. ὑποπεσόντες D. 5. ἤκουε Β. Edd. ἤκουσε D. 10. προσώπου παντὸς inv. ord. D. 11. κατήργηται] + μὲν, Edd. 14. ἠλέησεν D. Edd. ηὐλόγησεν Β. 16. καθάπηρ ἔφην ἀρτίως] ὡς ἔφην D. 17. καὶ assumptum ex D. 18. ἀπόθεσις pro ἐν ἀποθ. τε D. τῆς om. D. 20. μὲν om. D. 22. δημιουργόν D. Θεόν Edd. δὲ assumptum ex 24 ἀποστελεῖς D. 27. περ assumptum ex D. ὄθεν pro ἐξ οὗπερ b. καὶ om. D. ἐπεὶ δὲ B.b.)

126
[*](2. S. Pet. i. 4 b) τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος [*](2 Cor. v. 17.) γέγραφε Παῦλος, ὅτι πάντα τὰ “ἐν Χριστῷ καινὴ κτίσις, “καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά. οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνατλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους καιῥοῦς, [*](Rom. iiii. 20. Tit. iii. 5. c ) ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐκ “ἐξ “εργων νομου, κατα τὰς γραφὰς, ἀλλ’ οὐδὲ ἐξ ἔργων τῶν “ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ “αὐτοῦ ἔλεος.”

Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους φαρὰμ λατασλόπθ δασέως.

Διττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ’ αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμαν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ [*](Exod. xix. 17. d) χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους θαρὰν Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ’ ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσίαὐτῆς [*](1. D. 2. ὀρχῇ Edd. invitis B.D.b. Statim κοὶ assumpturn ex B.D. 4. γράθει D. 5. ἰδοὺ γέγονε D. γέγονε δὲ Edd. 6. ἐξ ἀρχῆς Β. Kdd. ἐν ἀρχαῖς D. 7. ἐπεὶ δὲ D. 8. δὲ] γὰρ D. 11. ἃ b. Edd. ὧν B.D.a. 13. ἐκ B.D. cf. infra et adv. Nest. 139 c. ἀπὸ F. Edd. (a. 22. al.) ὄρου (sic) Aub. φορὰν om. D. S. Cyr. 1. c. [a. 23. al.] 14. δασέος Β. (Vat.) 15. προκειμένων B.D. προλεγομένων Edd. 16. γὰρ D. δὲ Edd. Xcutrum habet B. 17. νοτιώτατος D. Φαρᾶν assumptuin ex B.D. τῆς φ. D. ὁ Χωρὴβ ὄρος εἶναι λέγεται] τὸ ὄρος εἶναι λ. τὸ Χωρὴβ D. 19. τοὺς prius Β. D. τοῖς Edd. ὁριστὰς] εἰσηγητὰς D. ὁρίζοντα D. 23. ἔρημον] + καὶ D. 25. προφήτου καὶ μεσίτου] προφήτου προφη- τεύοντος D. μεσίτου] + ὄντος Edd.)

127
του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὂν [*](e) εἴρηται παρὰ Θεοῦ “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν [*](Deut. xvviii. 18) “ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς “τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν “ἐντείλωμαι αὐτῷ.’’ εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμμένοις προσβαλεῖν καὶ καθ’ ἕτερον τρόπον, ἐστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ἧ ὁ χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου “Καὶ σὺ [*](Mic. v. 2.) “Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- [*](S.Matth. ii. 6.) “μανεῖ ’τον λαὸν μου ’τον Ἰσραὴλ. οὔκουν ὁ Θεὸς ἑκ Θαιμαν ἥζει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε [*](a 554 Α.) καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ’ ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῆ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῆ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται χριστός. [*](b) ἐστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν [*](S. Luc. iii. 23 sqq. S. Matth. i. 1 sqq.) Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ Δαυείδ τε καὶ Ἀβραὰμ κατα- κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἔπι ’τον Ἰωσὴφ. opos [*](2. αὐτοῖς assumptum ex D. post ἀναστήσω tr. Β. 6. προσβαλεῖ Β. καὶ prius assumptum ex B.D. ἔστι καὶ οὕτως D. ἔστι δὴ οὗτος Edd. Neutrum habet Β. 7. ἀπεκάλουν a. Edd. ἐκάλουν D. et (ante ἔρ. tr.) B. 8. ὅτι ante ἐν τοῖς tr. D. μέρεσι τῆς Ἰουδ. inv. ord. D. 9. κεῖται τ ex rasura] ἡ βηθλ. D. haec ἐν ἧ ὁ—προφήτου accesserunt ex D. ἐν ᾗ γεγέννηται χριστὸς ὁ Θεός a. περὶ ἧς γέγραπται Β. Statim haec καὶ σὺ—Ἰσραήλ accesserunt ex B.D. 11. εὐφρανθᾶ D. (106.) μὴ ὀλιγοστὸς D. (22. al.) 12. γὰρ pro μοι D. 16. γεγέννηται D.a. γεγένηται Edd. iStatim ἐκ pro διὰ a. τῇ assumptum ex D.a. 17. ὀρέων] ὀρῶν D.a. ig. κοὶ ὅσοις inv. ord. Edd. 21. ἥξει accessit ex B.D. a. τὸ om. a. 22. ὄρος] + τὴν συναγωγὴν a. γενεαλογεῖται D.a. γεγενῆσθαι λέγεται κατὰ σάρκα Edd. Statim ὁ addit a. 23. ἔσται Edd. 25. τε om. D.)
128
οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵματος [*](c) Ἀβραὰμ καὶ Δαυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ [*](S. Joan. iv. 22.) αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ “Ὅτι ἡ σωτηρία ἐκ τῶν “Ἰουδαίων ἐστίν.’’

Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τὴς αἰνέσεως πληρης ἡ τῆ.

Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ’ ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πὼς ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγγέλων, [*](d) καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ’ ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώτατὸς [*](Heb. ii. 9.) Παῦλος “τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττω- “μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξη [*](Phil. iii. 8. 9-11.) “καὶ τιμῇ ἐστεφανωμένον.” ἐπειδὴ γὰρ γέγονεν “ὑπήκοος “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· “ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ “ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ [*](e) “ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων “καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι “Κύριος Ἰησοῦς χριστὸς εἰς δόξαν Θεοῦ πατρός δὴ οὖν ὁ Προφήτης λέγων Ἐκαλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνεσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, [*](2. καιροὺς Edd. 2–6 Quae seqmmtur ὅτι γὰρ—Ἰουδαίων ἐστίν om. 3. ἀμφιβάλλειν D. ἀμφιβαλεῖν Edd. γεγένηται iid. 5. ἑαυτοῦ D. αὑτοῦ Pont. αὐτοῦ Aub. 7. τῆς assumptuin ex B.D. (a. 22. al.) [cf. infra et 707 b.] 9. Assumpta γὰρ ex D., τῆς ex B.D. 10. πέφυκε Edd. 11, δέ om. Aubertus. 18. τοι assumptum ex B.D. Statim καθὼς Edd. 19. ὁ prius om. D. 21. αὐτοῦ pro Ἰηαοῦ D. 22, 23. καὶ πᾶσα—πατρός om. Β. 26. ἐνδιαιτώμενοι D. δίαιτ’. Edd.)

129
“Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστῶ [*](Heb i. 14.) “λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων [*](a 555 A. Ib. 5.) εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός “Υἱός μου εἶ σὺ,’’ τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ “Ὅταν δὲ πάλιν [*](Ib. 6.) “εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει καὶ “προσκυνησάτωσαν αὐτῶ πάντες ἄγγελοι Θεοῦ. οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶσαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ [*](b) οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν [*](Es. vi. 3.) γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ χριστοῦ, ὡς καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακάριος [*](c) Δαυείδ “Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου, καὶ ἡ [*](Ps. xxxv. 6.) “ἀλήθειά σου ἕως τῶν νεφελῶν,’’ τὸ τῆς χρηστότητος ἐπηρμένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῆ κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων.

Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.

[*](1. λειτουργ. πνεύματα hoc ordine D. ἀποστελλόμενοι Β. 4. τοῦ assuraptum ex B.D. 5. ὁμολογεῖν (sic) Aub. 7. πόλιν alt. assumptum ex D. 12. τὴν κτίσιν a. Edd. δὴ Β. δὲ Edd. Neutrum habent D. a. καλύψει D. a. 13. οὕτως assumptum ex D. deest in a. ὦσται D. a. Edd. ἔστι Β. καὶ ἡ ἰὴ πλήρης inv. ord. D. 14. διακεκράγασιν D. τὰ ἅγια Σεραφὶμ B.D. τὰ Σ. τὰ ἅλια Edd. 17. φάσκουσι Β. ἔφασκον D. Edd. 18. δόξης D. αἰνέσεως Edd. βούλοιτό τις ἐκ. λ.] τις ἐκεῖνο καὶ βούλεται λέγειν D. inv. a. 19. ὑπερτενὴς a. 20. νοεῖται D. 21. που om. Β. καὶ assumptura ex D. a. 23. νεφελῶν] + τοῦ οὐρανοῦ D. ἐπηρτημένον a. 25. κατὰ τὸ σ. a.)
130

Ὅτι φωτιῶν ἀφίκηται τοὺς ἐν σκότει τὸ διὰ πίστεως ἱλαστήριον, τουτέστι, χριστὸς, σαφὲς ἃν γένοιτο καὶ διὰ [*](Es. ix. 1, 2.) φωνῆς τῶν ἁγίων προφητῶν. ὁ μὲν γὰρ ἔφασκε “Χώρα [*](d) “Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν “λίαν κατοικοῦντες Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή- [*](Ib. lx. 1.) “μένος ἐν σκότει, εἶδε φῶς μέγα·’’ ὁ δὲ “Φωτίζου, φωτίζου “Ἰερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ “σὲ ἀνατέταλκε,’’ μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ [*](Ib. lxii. 1.) Πατὴρ οὕτω λέγων “Διὰ Σιῶν οὐ σιωπήσομαι, καὶ διὰ “Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο- “σύνῃ μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.” [*](1 Cor. 30. e) δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ χριστὸς, “ὃς ἐγενήθη ἡμῖν “σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- “τρωσις,’’ κατὰ τὰς γραφάς. οὐκοῦν οἷαπερ ἐν σκότει βαδίζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ χριστὸς, διὰ παιδεύσεως εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἢν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν [*](556 Α. a) φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ χριστὸς, ὡς φῶς ἔσται, τουέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ’ ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα.

Κέρατα ἑ χερσὶν αὐτοῦ.

[*](b)

Τὸ κέρας ἀεὶ λαμβάνεται παρὰ ταῖς θεοπνεύστοις γραφαῖς [*](5. Γαλιλαία D. Γαλιλαίαν Β. Edd. (sol.) 6. φωτίζου assumptuiu ex B.D. 8. ἀνέτειλε post aliud inceptum D. αὐτὸς om. D. 12. σωτήριον] + αὐτοῦ Edd. invitis B.D. ἐγενήθη] Sic correxi ex B. ἐγεννήθη D. Edd. ante Migne. Statim μὲν addunt Edd. 15. ὁ om. D. διὰ παιδ’. εὐαγγελικῆς D. Edd. διὰ τῆς παιδ’. τοῦ εὐαγγελίου Β. 16. ὀπαλλἁσσων D. ἢν] ἐν (sic) D. 1 8. ἀληθῶς] ἀληθῆ Edd. 20. ὁ Om. Β. ἔσται] ἐστι a. 21. τὸ assumptum ex B.D. a. τοῦ pro διὰ D. 23. καὶ primum om. D.a. ἀχλύος B.D. ἀχλύϊ a. Edd. 27, ἀεὶ om. D. habet a.)

131
ἢ εἰς βασιλείαν καὶ δύναμιν, ἤγουν εἰς ὑπεροψίαν. καὶ τοῦτο διδάσκει ὁ μακάριος Δαυεὶδ λέγων “Εἰπα τοῖς παρανομοῦσι [*](Ps. lxxiv. 5, 6) “Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· “ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ “τοῦ Θεοῦ ἀδικίαν.’’ “ὑπέρογκα γὰρ ματαιότητος ῥήματα [*](2 S. Pet. ii. 18. Ps. ixxiv. 6.) “φθεγγόμενοί’’ τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ Ps. τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαίνοντες τὴν ὀρθότητα, ἢ καὶ καθ’ ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον.

Δυνάμεως δὲ σημαντικὸν τὸ κέρας, ὅταν λέγηται περὶ τοῦ Θεοῦ καὶ πατρὸς ἀναδείξαντος ἡμῖν τὸν Υἱόν· “ἤγειρε κέρας [*](c S. Luc. i. 69. Ps. cxi 9.) “σωτηρίας ἡμῖν,’’ καὶ πάλιν “Τὸ κέρας αὐτοῦ ὑψωθήσεται “ἐν δόξῃ.” ἐν εὐκλείᾳ δὲ πάντα τὰ ἐν δυνάμει Χριστοῦ παραδόξως κατωρθωμένα. ἀφῖκται δὴ οὖν ὁ Μονογενὴς ἐν εἴδει μὲν τῷ καθ’ ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρωπότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ δέρατα, τουτέστι, τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ [*](d) λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.’’ ὅτι δὲ ὑπενήνεκ- [*](Ps. xxx. 16.) τᾶι τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ κέατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρτων πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύ σύμ- [*](1. εἰς alt. assumptum ex B.D. a. τοῦτο assumptum ex B. 2. διδάξει Statim αὐτὸς add. Edd. invitis B.D. λέγων ante ὁ μακ. tr. D. 3. παρανομcιν a. (Vat.) κέρας] + καὶ a. (141.) 4. ἡμῶν Edd. μηδὲ pro κα μὴ D. (sol.) 5. γὰρ] + καὶ D. ῥήματα accessit ex B. 7. assumptum ex B.D. λαλοῦσι ante κατὰ tr. D. παρασημαίνοντες D. Edd. διαστρέφοντες Β. 8. ἢ om. D. καὶ assumptum ex B.D. 11. ἀναδείξοντος B.D. a. προσαναδείξαντος Aub. πρὸς ἀναδείξαντος (sic) Pont. ubi πρὸς forte erat πρݲοݲς (=πατρὸς) per repetitionem. 13. δὲ γὰρ Edd. Neutrum habet D. 15. ἧκεν assumptum ex B.D. 16, δόκησιν Β. Edd. κάκωσιν D. 17. ἔχει Β. ἔχων ὡς Θεὸς inv. ord. D. 18. κατὰ Β. Edd. καὶ D. τὴν assumptum ex D. 19. ἐνεργειῶν B. Edd. ἐχθρῶν D. ἐν prius om. D. 20. λέγομεν] φαμὲν D. ἐν] + ταῖς D. 21. μου] ἡμῶν Β. (sol.) 23. χώρας et πόλεις inter se tr. D. 24. διεμερίσαντο B.D. διεμοιρήσαντο Aub. διεμοιράσαντο Pont. )

132
πάσαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ’ ἐξουσίᾳ [*](S. Luc. viii. 31.) τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν “καὶ παρεκάλουν [*](e) “αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.’’ γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, [*](S. Joan. xii. 31, 32.) ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ “ Νῦν “κρίσις ἐστι του κόσμου τούτου· νυν ὁ ἄρχων του κόσμου “ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας [*](557 Α. a) “ἑλκύσω πρὸς ἐμαυτόν.’’ οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ’ οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικειμένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κερατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἃν ἕλοιτο τῶν ἐχθρῶν κεραίζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς.

[*](b)

Καὶ ἔθετο ἀγάπησιν κραταιὰ ἰσχύος αὐτοῦ.

Δύο ταῦτα κατορθώσων ἀφίκετο Χριστὸς, καθελεῖν μὲν τοὺς δι’ ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ’ οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνω πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ’ ὅτι [*](1. ἂν om. D. ἐπ’ ἐξουσίᾳ D. ἐπ’ ἐξούσιος Β. Edd. 3. μὴ om. Β. 4. γέγραπται—εὐαγγελισταῖς om. Β. 7. ἀπονητὶ D. τοῦ om. 8. νῦν D. καὶ Edd. τοῦ κόσμου (non τούτου addens) assumpta ex D. desunt in 9. πάντα Edd. I2. τύρανν’. ὦι inv. ord. D. ἤγουν καὶ δυνάμεις a. Edd. κοὶ δυναστείας D. καὶ om. Β. 14. κέρατα ὦι inv. ord. a. 15. ἰσχὺν καὶ ἀκαταγώνιστον pro καὶ ἅκ. τὴν ἰσχὺν D. 16. κεραῖζουσαν B.D. a. κερατίζουσαν Edd. 17. ἀφορήτως] οὐ φορητῶς D.a. πόλιν] πάντως D. 20. ἀφῖκται D.b. 21. ἀφορήτως] D. 22. γὰρ D. τε Edd. 23. αὐτῶν assumptum ex D. 24. κεφ. ἀνάπτ, inv. ord. D. ἀνασώσειν D.b. ἀνασώσων Β. ἀνασώζειν Edd.)

133
μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδίδαφεν εἰπών “κέρατα ἐν χερσὶν αὐτοῦ,’’ τὰ καταστρέφοντα [*](c) δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραίζοντα τὴν ὑπεροψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰαύος αὐτοῦ. σεσώσμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν” αὐτοὶ, οὐκ [*](Tit. iii. 5. Heb. vii, 19.) ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα. ἀλλ’ ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ Υἱοῦ. “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, [*](S. Joan. iii. 16.) “ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ “πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” [*](d) σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον. εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε “Μείζονα ταύτης ἀγάπην οὐδεὶς ὦι, ἵνα τις τὴν ψυχὴν [*](Ib.xv. 13.) αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.’’ κραταιὰ τοιγαροῦν ἀληθῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ πατρὸς, δι’ ἧς καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας [*](e) ἐξῃρήμεθα.

Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.

Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτήσεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς [*](1. μὲν] + δὴ Edd. invitis D. b. 2. εἰπὼν] + ὅτι D. τὰ ora. D.b. 4. ἀνασώζειν D.b. ἀνασώσειν Β. Edd, προσαποδείκνυσι D.b. προαποδ. Β. Edd 6. γὰρ assumptum ex B.D.a.b. ἃ a.b. Edd. ὧν B.D. αὐτοὶ D. ἡμεῖς a. Edd 7. νομικῶν assumptum ex D.a. οὐδένα B.D.a. οὐδὲν Edd. 9. Υἱοῦ a.b. Edd. desunt in B.D. lo. Haec ὁ Θεὸς καὶ Πατηρ accesserunt ex D, post κόσμον transp. a. 11. δέδωκεν B.D. a. ἔδωκεν Edd. 12. ἔχει D. 18. θῇ Β. Edd. θήσει D. ἀληθῶς assumptum ex D, post αγάπ. tr. B. 19. Assumpta τῆς ἰσχύος ex D., Θεοῦ καὶ ex Β. 22. Πρὸ] Απὸ D. προπορεύσεται D. 24. θρῦλος] Sic correxi ex b. θρῦλος corr. ad θρῦλος a. θρύλλος D. Edd. 25. ἐκ] διὰ b. γεγένηται Edd.)

134
[*](S.Matth. ii. 2.) ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν [*](558 A. a) οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ [*](Ib.iv.24.) σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε “ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ,” καθά φησιν ὁ εὐαγγελιστὴς, “εἰς ὅλην “τὴν Συρίαν.” ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ’ οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν [*](S. Marc. xiii. 10.) ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην [*](b) τὴν σύμπασαν γῆν ἡ τῶν παρ’ αὐτοῦ γεγονότων λαμπρότης.

Καὶ ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ.

“Ομοιον ὡς εἰ λέγοι πάλιν Οὐδὲν ἄναντες αὐτῷ καὶ ἀνήνυτον· βαδιεῖται δὲ ὥσπερ ἐφ’ ἑκάστῳ πράγματι διὰ ψ.ιλῆς τε καὶ λείας ὁδοῦ. βάσιμα μὲν γὰρ καὶ εὐπόρευτα τῶν πεδίων τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἢν ἃν [*](c) βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ’ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπει- [*](3. καὶ σημείων D.b. καταμόνας μένων Β. Edd. 4. ἐργάτης D. ἔργων ἐργάτης Β. Edd. ἦν 1). Statim τότε assumptum ex Β. deest in D.b. 5. καθώς Edd. 7. ἀληθῶς ante γέγ. tr. D. ἠγνόησε D. mv. 8. b. αὐτὼ ἰσχύος a. οὐτῶ δυνάμεως D. ἰσχύος αὐτῷ Edd. 9. ἀνήκοον ἢ ἀπείρατον Β. ἢ ἀνήκοον ἢ ἀπείρατον a. ἀνήκοος D. ἀπείρατος ἢ ἀνήκοος Edd. ὁ οὕτος ἔφη εὐαγγελιστὴς Β. πάλιν ἔφη inv. ord. D. πάλιν om. a. 10 περιπεφύτηκεν (manu secunda περιπεφοίτηκεν) a. πεφοίτηκεν D. πεφώτικεν Β. Edd. 11. γεγονότων] + ἔργων Β. invitis D. a. 12. Καὶ assumptura ex D. deest in F. Edd. (153.) 13. λέγει a. 14. ἐφ’ D. a.b. ἐν Edd. 15. τε om. D. ὁδοῦ καὶ D. inv. ord. D. τῶν πεδίων om. a. 16 ἐψιλωμένα] λεία D. 17. τῷ om. D.a. 18. βούλοιντο D. φημὶ om. D. 19. αὐτή a. πάσης D. 21. ὡς ὅσ’,. a. 22. τοῖς om. D. a.b. ἐν πράγμασι θεωρίας] Sic 1). D.a.b. Edd. ἐν τοῖς πράγμασι πορείας Β. πρᾶγμα et ’πὸ· m fallor in rasura. Theod. Heyse.) 23. δὴ assumptum ex D. b.)

135
νοῦς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ [*](Mal.iii. 12. 1 Cor. iii. 9. S. Matth. xiii. 23.) "Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ ’δε ἐξήκοντα, οἱ ’δε τριάκοντα, νοήσει πάλιν ὀρθὼς. [*](d) ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υῖος, κατ’ ἐκεῖνό που πάντως τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν [*](S. Luc. viii. 5. Ps. lxiv. 12. ) "σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ "καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι “καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν [*](Ib. 14.) καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- [*](Ib.) “ξονται, καὶ γὰρ ὐμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν [*](e) νοητῶν· τούτοις δ’ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν ἐνιζήσειε λόγος.

Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ.

Τὸ ἔστη πλειστάκις νοηθείη ἂν παρά γε τῆ θεοπνεύστῳ γραφῇ καὶ ὡς ἐπί τινος πράγματος εἰς πέρας ἐκβεβηκότος. οἷον ὡς εἴτις λέγοι τυχόν ἔστη τόδε τὸ πρᾶγμα, ἤγουν ὁ τοῦδε λόγος, τουτίστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα [*](a 559 Α.) "τῆς περιτομῆς τοῦ παιδίου μου.” οὐ γὰρ ὅτι πέπαυται τοῦ Exod. iv.25. αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ’ ὅτι πέπρακται τῆς περιτόμης τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον. δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος. [*](1. τῇ καρδίᾳ D. χρηματίζουσα (sic) D. 2. καὶ jirius assumptum ex B.D. 6. αὐτοῦ B.D. αὐτῷ Edd. 10. Haec πληθυνοῦσι—κοιλάδες accesserunt ex D. n. ἔφηκε] + δὲ Edd. invito D. προσενεγκὼν D. 13. ἐστὶ τὸ ὑμνεῖν inv. ord. D. διακεκραγέναι D. δὴ κεκραγ. Edd. Haec ἀλλὰ τῶν νοητῶν accesserunt ex D. 14. δρόσου] κέδρου Edd. 15. *ζήσειε pro ἐνιζήσειε iid. 16. καὶ ἔστη D (sol.) 17. τε pro γε D. θείᾳ pro θεοπν. D. 19. ἤγουν h. οἷον Edd. τουτέστιν D. ἤγουν ὁ τοῦδε λόγος om, Β. 20. ἤτοι pro τουτέστιν D. 21. ἡ om. D. b. τὸ] τοῦ Edd.)

136
αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ [*](Jos.v.3.) Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς [*](b) ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.

Ἔστη τοίνυν ὁ Χριστός· τουτέστιν, εἰς πέρας ἐκβέβηκε τὰ περὶ αὐτοῦ, καὶ ὤφθη τοῖς ἐπὶ τῆς γῆς· καὶ ἐσαλεύθη ἡ γῆ γῆν δέ φησι τοὺς κατοικοῦντας τὴν γῆν, οἳ καὶ ἐσαλεύθησαν. καὶ τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ,‘ [*](c) οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρέτης· κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵματος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχωρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ’ ὅτε δηλοῖ, σαφὲς [*](d) ἂν γένοιτο, τοῦ μακαρίου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος [*](Ps. xcviii. 1.) “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἢ γῆ.” οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι, τίην ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτὸν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γενέθαι μετάστασιν.

[*](1. δέστι (sic) pro δέ ἐστι D. τοῦ assumptum ex Β. 2. ὃς pro ὁ διαβιβάσας B. διαβεβηκότας D. Edd. 4. τὸν τύπον ἀποπλ. inv. ord D. 5. ὁ assumptum ex B. 7. καὶ om. D. 9. τῆς assumptum ex B.D. deest in b. 10. δέ om. D. τὴν γῆν κατοικ. inv. ord. D. 11. δὴ om. D. 12. ἀκράδαντον ἔχοντες B.D.b. ἀκράδαντοι Edd. 13. ἀσεβείας D. ἀσέβειαν Edd. οἱ πεπηγότες εἰς φίλος. οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν om Β b. θιλοσαρκίας D. φιλοσαρκίαν Edd. 15. κα assumptum ex b. deest in D. 17. παραδεχόμενοι D. 18. γε om. D. 20. μετάστασιν D. ἐσθ’ ὅτε om. D. 21. τε καὶ λέγ’. om. D. 23. ταύτην ’δε φημι— καὶ αἰσθητήν om. Β. δὴ pro δέ φημι D.)
137

Καὶ εἰς μὲν οὕτος τῶν προκειμένων ὁ νοῦς, εἰσδέξεται ’δε τις καὶ ἕτερον ἐπ’ αὐτοῖς κατὰ τοιόνδε τινὰ τρόπον. Εστη φησὶ καὶ ἐσαλεύθη ἡ γῆ. δύο δὴ ταῦτα πέπονθεν ἡ γῆ, ἔστη τε γὰρ καὶ σεσάλευται. καὶ τίς ἃν εἴη πάλιν ὁ ἐπ’ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· [*](c) μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, [*](Eph. iv. 14.) βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς Ἠσαίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.’’ σεσάλευται δὲ πάλιν, καθάπερ [*](Hier. xxxviii. 21.) ἤδη πρόειπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. [*](a 560 A.) παράδοξον οὖν ἀληθῶς, τὸ καθ’ ἕνα καιρὸν στῆναί τε καὶ σαλευθηναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον.