In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πρέποι δ’ ἃν τοῦτο καὶ ἐπ’ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν [*](b) ἀνοσίων Φαρισαίων ἀληθὲς εἶναι λέγειν. πεποτίκασι γὰρ τὸν πλησίον ἀνατροπὴν θολεράν· ταύτην δὲ εἶναί φαμεν τὴν αὐτῶν διδασκαλίαν, τὰ τῶν ἀνθρώπων ἐντάλματα, καὶ πρός [*](S.Matth. xv. 9.) γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροωμένοις “Δαιμόνιον Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;” [*](S.Joan. x. 20.) ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, [*](c) τὸν καταλαμπρύνοντα νοῦν, εἰς τοι αὐτῶν ἐπιβλέπωσι σπήλαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί.

Ἁρμόσαι δ’ ἂν ὁ τοιόσδε λόγος καὶ τοῖς τῶν ἀνοσίων δογμάτων εὑρεταῖς, οἳ ποτίζουσι κατὰ τὸ ἀληθὲς τὸν πλησίον ἀνατροπὴν θολερὰν, τὸν τῆς ἀπάτης ἰὸν ταῖς τῶν ἁπλουστέρων [*](1. ἂν om. D. 2. λελυθότα (sic) καὶ κεκρυμμένως D. 4. καὶ secundum om. D. 5. περιέβαλλε D. τοι assnniptum ex B.D. 8. ἁπανταχῆ B.D. ἁπανταχοῦ Edd. 10. ἰσόρροπον ἀνατλήσῃ Β. ἰσόῤῥ. ἀνατλήσεις D. ἰδίαν ἀναπλήσεις Edd. 11. τις ἔλοιτο inv. ord. b. 12. ἀτρεκὲς D. 14. κοὶ assumptiun ex B.D.b. 19. τοῦτο δὲ ἔδρων inv. ord. D. σωτήριον pro τῆς σωτηρίας D. λόγον] νόμον D. 22. πεπώκασι D. πεπόκασι Β. πεπτώκασι εἰς Edd. 23. τε om. Β. 24. ποιμνίων Β. ποιμένων Edd. πόλεων (sic) D. 26. διδαγμάτων D. τὸν πλησίον om. D. 27. ἀνατροπῇ θολερᾷ Edd.)

110
[*](d) ψυχαῖς ἐπιχέοντες, ἵνα δὴ καὶ ἐπιβλέπωσιν ἐπὶ τὰ σπήλαια αὐτῶν. σκοτεινὸς γὰρ ὁ ἐκείνων νοῦς, ἀπάτης ἔμπλεως, ἀχλύος διαβολικῆς ἐπίμεστος ἀληθῶς, καὶ σπηλαίων, οἶμαι, διενεγκὼν οὐδὲν, ἃ νεκρῶν ἐστι σωμάτων ἔμπλεω καὶ δυσωδίας ἁπάσης καὶ ἀκαθαρσίας.

Χρῆναι δὲ οἶμαι πρὸς διασάφησιν τῶν προειρημένων ἀκριβεστέραν κἀκεῖνο εἰπεῖν. Ἑβραῖοί φασιν· ὡς ἐκ παραδόσεως [*](e) δὲ πάλιν ὁ λόγος· ὅτι πορθήσας τήν τε Ἰουδαίαν καὶ ἁπάσας δὲ τὰς ἄλλας χώρας ὁ Ναβουχοδονόσορ, καὶ ἀποκομίσας εἰς τὴν ἑαυτοῦ τοὺς τῶν ἐθνῶν ἡγουμένους, ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι παρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπογυμνουμένοις ἔσθ’ ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρό. [*](544 Α. a) φασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει ’δε πὼς καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν 1 ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτιζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αυτων.

Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπἰ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἄτιμα ἐΜ ὦι δόξα σου.

[*](b)

διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων [*](4. οὐδὲν] κατ’ οὐδὲν Edd. ἔμπλεω Β. ἔμπλεα D. iid. καὶ δ. ἁ.] δυσωδίας τε πάσης D. 6. προειρημένων Β. εἰρημένων D. προκειμένων Edd. 8. πορθήσας Β. νικήσας D. Edd. 9. πάσας D. χώρας om. D. 11. ἐποίει D. 12. περιέργων Edd. 13. κατασειομένοις D. σειομ. Edd. 14. καὶ assumptiim ex B.D. μέρη τοῦ σώματος inv. ordine D. 16. φησιν D. εὐφυῶς ὠνομάσθαι inv. ord. D. 1Sic Aquila. 19. τοιοῦτο Edd. 20. ἀνατροπῇ θολερᾷ Edd. et hoc loco D. ἐπιβλέψῃ Edd. 21. αὐτοῦ iid. 22. Ab hoc loco usque ad finem capitis, pro D. Cyrilli commentariis, Theophylacti (ledit B., qnae taraen ad Theoph. textum emendandiim in volnniinis calre dediinns. Nihilominus his in commentariis in Abac. Proph., multa D. Cyrilli, mutatione verborum quadam, reprompsit Theophylactus. Est in Bibl. Vat. Codcx chart. olim Pii. 11. (vide Assemani Bibl. Or. i. 595.) nunc Bibl. Reg. 18. D. Cyrilli in Ab. ’roph. continens; hic autem dat ea quae B. σείσθητι καὶ σαλεύθητι inv. ordine D.)

111
πτοήσει σε, δι’ αἴματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.

Ἔνεστί πὼς ἀεὶ καὶ προσπεφυκὸς ὁρᾶται δεινῶς ταῖς τῶν ἀλαζόνων ψυχαῖς καὶ τὸ πλείστην ὅσην εἰς νοῦν ἔχειν ἀναισθησίαν, καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί [*](c) ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἑγὼ δὲ εἶπα ἐν τῇ [*](Ps. xxix. 7.) “εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, [*](d) καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυροῦ κα) συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν [*](e) τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς, βδελυρὸς ἔση παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττῶ [*](1. τῆς pro γῆς καὶ D. et cf. infra 545 d. [καὶ om. 153.] 3. τῶν assumptum ex D. 4. ἔχειν εἰς νοῦν inv. ord. D. 5. καὶ alt. assumptum ex D. 6. ἔξιν (sic) D. τὴν μ. τῆς εὐημ. inv. ord. D. δὲ D. τε Edd. 8. μεταδρομήν] μεταβολήν D. 11. εὐθυνείᾳ iid. ante Migne. 12. ἄγαν ἐκ πολλῆς inv. ord. D. τὸ ἀνάλγητον D. καὶ ἀναλγήτῳ Edd. 13. λέγων ὡς ἀτέγκτῳ inv, ord. D. 15. περὶ om. D. 16. ἐννοίας assumptum ex D. 17—21. καίτοι — εἰς λύπας; om. D. 17. πρὸ[ς] Sic Migne. πρὸς 24. τῆς assumptum ex D. πεπωκὼς correxit Migne. πεπτωκὼς Edd. πεπτωκὸς D. 25. πᾶσι] + καὶ Edd. invito D. τε om. D. ἀπεῤῤιμμένος D. [ἀπεριμμ. κατεῤῥ. Edd.)

112
μένος. δεξιᾶς δὲ Κύρου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἃν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι [*](Hiob xii. 14.) τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τίς [*](545 A. a) “ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης [*](Es. xiv. 27.) “Tὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ’ ὅτου οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσεβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρια θηριων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον. παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ’ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, [*](b) ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ [*](Ps. ciii. 16. 17.) ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Aï κέδροι τοῦ “Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.’ κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατερριμμένα τουτέστι τὰ ἔπι γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις στρουθίων δίκην δεχόμενος τοὺς ὑπ’ αὐτῷ μαθητεύεσθαι βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος [*](c) τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, τούτῃτοί φησι καλύψειν αὐτὸν [*](1. δεξιᾶς D, δεξιὰν Edd. 2. ἂν assumptum ex D. 3. ποιεῖν (sic) D. 6. δὴ οὖν D. δὲ δὴ Edd. 7. τοιαῦτα τι· 9. τῆς Φοινίκης ἐστὶ hoc ordine D. 10. λιβανοφόρος D. 11. αὐτῶ τὴν Ἱερουσαλὴμ D. αὐτὸν τὸν Ἰσραὴλ Edd. 12—23. διό τοι — ἥλω ’δε] retinui cum Editis, vix omnia ob scribendi modum verbaqiie minus consueta D. Cyrilli esse credens. Pro quibus D., quem unum Codicem ullius notae hoc pro loco reperire potui, dat quae sequuntur διά τοι τὸ ὑψηλὴν αὐτὴν τῷ τότε τῶν πέριξ χρηματίζειν λοιπῶν πόλεων, καὶ διὰ τὸ, τὸ νοητὸν ὄνθος χριστὸν ἐξ αὐτῆς ἀναφῦναι μέλλειν. περὶ δὲ τοῦ Ναβουχοδονόσορ εἰρῆσθαι ταῦτα ὁ λόγος βούλεται, τό τε ὑπὸ ἀσεβείας Λιβάνου καλύπτεσθαι αὐτὸν, καὶ ὑπὸ ταλαιπωρίας θηρίων πτοεῖσθαι, τοῦτο δηλῶν ὁ λόγος ὅτι οὐ λήσῃ εἰς τέλος Θεὸν, τόν τε διαβόητον ἐκεῖνον ἀφαντώσας ναὸν. 24, περιυβρίσας τὰ D. τὰ περίπυστα (sic) Edd.)
113
τὴν ἀσεβειαν τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλομα καλεῖ· οἰηθείη δ’ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ὄοικε δὲ πάλιν [*](d) θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ’ οἷς ἄν τις δράσειε τὰς ἰσορρόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι’ αἴματα ἀνθρώπων καὶ ἀστεβειας τῆς πόλεως καὶ παντων τῶν κατοικουντων αυτην.

Ἀκούσεται δὲ καὶ τῶν Φαρισαίων ἕκαστος, οἳ καὶ τῆς κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ [*](e) καρδία σαλεύθητι καὶ σείθητι. ἐκύκλωσε γὰρ ἐπ’ ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι [*](a 546 A.) καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν [*](1. τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου D. τὴν κατὰ Λιβάνου Edd. 2. ἔφη iid. ante Migne. Statim ἢ om. D. 5. αὐτὸν om. D. κατὰ et γεγενημένη assumpta ex D. 8. θῆρας ἀποκαλεῖν hoc ordine D. 10. οἷς ἂν ἄν τις (sic) D. 11. ἔδειξεν εἰπών D. διὰ αἵματος Edd. 15. κατὰ D. τοῦ iid. μανίας D. μιαιφονίας iid. 16. σείσθητι et σαλεύθ. inter se transp. D. (ut supra.) γάρ ἐπ’ assumpta ex D. 18. ἐκπεπ. D. [ἐκπεπτ.? Cod.] καταπεπ. δὲ D. γὰρ iid. 19. ὀργὴν αὐτοῖς inv. ord. D. 20. οὗτοι] αὐτοὶ D. 21. δὲ om. D. 22. ἁπανταχοῦ Edd. 23. τὸν assumptum ex D. 26. προσέθεσαν D. )

114
ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος.

Τί ἐφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, [*](b) φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐμ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.

Ἡ μὲν οὖν θέσις τοῦ ῥητοῦ κατὰ τοῦτόν ἐστι τὸν τρόπον. τι γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν ὅτι ἔγλυφαν αὐτό; τί δὲ ὠφελεῖ ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ ὅτι πέποιθεν ἐπ’ αὐτῷ; τίς ἴς δὲ δὴ πάλιν ὁ τοῦ Προφήτου σκοπὸς, ἐροῦμεν ὡς ἔνι. Κύρου καὶ Μηδῶν κατὰ τῆς τῶν Βαβυλωνίων ἐμβεβληκότων, καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη [*](c) δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ’ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἁλλ’ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾶ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἣ φαντασία ψευδὴς οὐδὲν [*](d) ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἃν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργλημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ’ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐρρωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ ’δε τις καὶ [*](1. τῶν ἁγίων μαρτύρων assumpta ex D. 2. πρωτόλειον] + κόσμιον Edd. 3. ἔπλασαν F. (22. al.) χωνευτὸν D. 5. τοῦ om. Εdd. (22. al.) 6. οὖν θέσις] σύνθεσις D. κότα D. διὰ Edd. ἔσται iid. 7. φησι om. D. 8. ἐπ’ αὐτό D. 10. τῶν Βαβυλωνίων] Βαβυλῶνος iid. 11. Haec τὰ Haec συνήθη δρῶντες accesserunt ex D. 14. τὴν ἐλπίδα θέμενοι et καὶ φενακισμὸς ἐκείνα lioc ordine D. 16. τε assumptum ex. D. 16—20. Ab ἕτερον ad ἕτερον transilit D. Edd. 25. νοῦν καὶ assuinpta ex D. φρένα] + καὶ Edd.)

115
καθ’ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν [*](e) Θεοῦ δόξαν ὁ δείλαιος τῆ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης [*](Dan. iii.) γέγραφε Δανιὴλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς.

[*](a 547 A.)

Οὐαὶ ὁ λέγων τῶ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώοητι· κω αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶ πνεῦμα οὐκ εστίν ἐν αὐτῷ. ὁ δὲ Κύριος ἑ ἀφ’ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πάσα ἡ τῆ.

Ἕπεται πάλιν, ὡς ἔφην ἀρτίως, τῶν προκειμένων ἡ δύναμις. ταλανίζει γὰρ εἰκότως τοὺς πεπλανημένους, οἳ τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς [*](b) αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἵενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανητρόπον [*](1. assumptum ex D. αὐτῶν pro τῶν Edd. ἐκδέχεσθαι δύναμιν pro δ. ἀναπτύξαι D. 2. ἁπάσας D. 4. τὴν alt.] + τοῦ iid. invitis D.b. 5. περιθεὶς D. περιτιθεὶς Edd. 6. περ assumptum ex D. 7. ἐκέλευεν. D.b. ἐκέλευσεν Edd. αὐτὴν b. 8. γλώσσας D.b. γλώττας Edd. 9. ὤφελος D.b. ὄφελος Edd. 10. διελήλακε D. ἐλήλ. iid. Statim λοιπὸν assumptum ex D. 11. καὶ ἐπέκεινα π. κ. ταῖς τηλικαύταις pro τοῦ π. κ. καὶ ταῖς ἐπέκ. λόγου D. περιπέπτωκε συμφοραῖς] Sic edidi. συμφ. περιπέπτωκεν b. περιπεπτωκὼς συμφοραῖς D. πέπτωκε συμθοραῖς Edd. 13. Οὐαὶ om. (sic) D. 14. χρυσοῦ καὶ ἀργύρου D. 18. ὄις pro ὡς D. 20. κοὶ secundum assumptum ex D. 21. τὴν—ἀπώλειαν] τὴν πρὸς ἀπώλειαν ἵενται ὁδὸν D. 23. λέγοντες assumptum ex D. ἀβουλοτάτως]. Sic edidi. (??) ἀβουλο D. ἀβούλως Edd.)

116
μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καὶ σε προσκυνεῖν ᾑρημένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, [*](c) προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.

Χρήσιμον οὖν τι καὶ ἀναγκαῖον ὁ Προφήτης ἡμῖν ἐπιφθέγγεται, τό Εῦλαβείσθω ὰπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. προσκυνητέον γὰρ τοῖς γε ἀληθῶς ἀρτίφροσιν ἕνα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ αὐτῷ τὸ σέβας ἀνάψει πᾶς σοφὸς, [*](d) αὐτῷ προσοίσει καὶ τὰς ἱκετείας, παρ’ αὐτοῦ ζητήσει τὸ τὸ σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει Δημιουργὸν, Δεσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ’ ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διιθύνοντα.

[*](1. που assumptum ex D. τις] + αὐτοὺς Edd. invito D. 3. κοὶ σὺ] καὶ δὲ σύ D. 5. ὄτι assumptlim ex D, χρυσίου καὶ ἀργυρίου D. χρυσοῦ καὶ ἀργύρου Edd. 7. προσκειμένοις iid. Statiin κοὶ add. iid. ἢν (sic) D. II. οὖν D. δέ iid. 13. προσκυνητέον γὰρ] καὶ προσκυνητέον γὰρ b. invito D. ἀρτίφροσιν D. 1). ἀρτιφρονοῦσιν Edd. Statim μόνου pro ἕνα D. 14. ἀληθῶς D.b. ἀληθῆ Edd. ἀνάψει] Sic retinui. ἀναπέμψει prius scriptum ad ἀνάψει est castigatum nibrice b. ἀναθεὶς 1). 15. αὐτῷ om. D. καὶ assuinptum ex D. παρ’ αὐτοῦ D. παρ’ αὐτῷ Edd. 16. καὶ assumptum ex D. 17. καὶ Σωτῆρα pro Σωτῆρα καὶ λυτρωτὴν D. 18. ἕλοιται (sic) pro ἂν ἕλοιτο D. 19. τόδε assumptum ex D.)
117

Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ’ ὠδῆς.

[*](Κεφ. γ΄.)

Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τῆ Βαβυλῶνι λόγον, καὶ ὅτι [*](e) πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ. αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ’ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ’ ἧς σέσωσται μὲν τὸ κατ’ ἄλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας [*](a 548 Α.) ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονσμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- [*](1. Τόμος β΄. Sic D. 2. Sic B.D. Ἀββακοὺμ D. τοῦ Πρ. om. D. (23. al.) εἰς τὴν ᾠδὴν, ἐξήγησις τοῦ αὐτοῦ Edd. 3. ἔπι D. ἐν Β. Edd. 4. ἀποτιοῦσι Β. ἀποτίσουσι D. Edd. 6. τοῦ assumptum ex D. 13. ’δε prius om. D. ἔτι pro ἄρα D. 14. τὸ δρώμ. ἦν hoc ordine D. 15. τὴν assumptum ex B.D. 17. ὥσπερ assumptum ex B. deest in D. ὁ assumptum ex B.D.)

118
ἔφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν [*](b) πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ [*](Eph. ii. 19.) τὸ γεγραμμένον, συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ “Θεοῦ καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ’ ἐκεῖνό που πάντως [*](Ps. xxxiv.28.) τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν [*](c) “δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.”

[*](1, 2)

Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, κω ἐφοβήθην, κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.

Νοοῖτο δ’ ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υίὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι [*](d) τυχὸν, τοιόνδε τι συνήσομεν Ὠ τῶν ὅλων Δέσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἃν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκστασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ 2 τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ κύριε καὶ κατάρχων τῶν ὅλων, [*](4. ἁγίων B.D. ἀγγέλων Edd. 5. πατριάδην iid. ἐπεγραψάμεθα Β. ἀπεγρ. D. Edd. 9. ὡς D.a καὶ pro ὡς Edd. Neutrum habet B. 12. κύριε alt. assumptuin ex B.D. ℵ a. 22. al.) 13. τὰ deest in Edd. 14. δ’ assumptura ex D. 15. γεγονὼς assumptum ex D. εἰ—οὐδέν om. D. 23. νοῦ] νόμου Edd. 27. κατάσχων Edd. ante Migne.)

119
κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, [*](e) ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγματος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ’ ἡμᾶς ἄνθρωπος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ’ ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος [*](Phil. ii. 8.) δὲ γενήσῃ, καὶ “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. εἰσακήκοα [*](a 549 Α.) τοίνυν τὴν ἀκοην σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργω σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκήρυξας [*](Es. ixi. 1.) αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντετριμμένον, [*](Ezek. xxxiv. 4.) φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας “λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·” κατεκτήσω [*](b 1 S. Pet. ii 6.) τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπομεμένηκας μεθ’ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέγονας “πρωτοτοκος ἐκ νεκρῶν, καὶ ἀπαρχὴ των κεκοιμημένων, μένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν. ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάντητον c πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας [*](1. καὶ assumptum ex D. εἰ καὶ (manu altera in rasura) pro κἂν εἰ καὶ a. καὶ εἰ b. σὰρξ] + ὡς Edd. invitis B.D.a.b. 2. τε assuinptum ex B. ἀκοήν τε (omittens ἦγ’ ἄκουσμα) D. ἄκ. καὶ om. b. 3. καὶ ante καταπέπλ. tr. D. 5. τῇ om. D. ὑπάρχεις D. τοῦ γεγεννηκότος Β. inv. D.a.b. 6. καταθήσεις D. οὐ οὐ δὲ assumptum ex B.D.a.b. 7. τῆς δουλείας B. ἀνατλήσῃ B.D. ἀναπλήσῃ a. ἀνατλήσεις Edd. 8. σαυτοῦ b. ἑαυτοῦ D. 9. καὶ om. D. 17—6, p. 120. κατεκτήσω—πατέρα om. D. 22. ὁ] οὐ (sic) πάντας Edd.)
120
τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί [*](Gen. iii. 19.) τε καὶ διὰ σοῦ τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καθ’ ἡμῶν εἰρημένον.

Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.

Κατὰ διαφόρους τρόπους ἡρμήνευται τοῦτό τισι. καὶ ὁ [*](d) μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζωόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν, ζῷον δὲ δὴ τὸ τῆς παρ’ ἑτέρου μέτεχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλῆσιν τοῦ τε Υἱοῦ καὶ τοῦ [*](e) Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ’ ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ δι’ ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον νεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννήμάτος, [*](550 Α. a) οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ νεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ’ ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον. [*](5. ἡρμήνευται Β. ἑρμηνεύεται Edd. 8. ὢν 8. ἔχον B. ἔχειν D. ἔχει Edd. 9. τολμῶν] δυνάμενος ἢ τολμῶν D. ὁ υἱὸς] τὸν υἱὸν Edd. 10. ἢ iid. τὸ ἅγιον om. D. 11. δὴ om. D. τῆς assumptum ex D. 12. ὥσπερ om. D. γε assumptum ex D. 14. δήπου] δή ποτέ Edd. 15. κλίσιν (sic) iid. 18. καὶ prius assumptum ex D. Haec ἐξ αὐτοῦ πεφηνότα accesserunt ex D. Θεὸν pro Λόγον 1). 19. ἰδίου] ἁγίου D. 22. ὥσπερ ἐστὶ hoc ordine D. τοῦ assumptum ex B.D. 23. ὅπως D. πῶς Edd. 24. ἐροῦσιν ἴσως boc ordine D. 25. γε assumptum ex D,)

121
ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν.

Ἕτεροι δὲ αὖ δύο ζῷα εἰρήκασι, τήν τε νέαν καὶ τὴν παλαιὰν διαθήκην, ὧν ἐν μέσῳ γινώσκεται ὁ χριστός. ἐν δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἢν ἂν βούλοιτο καθ’ ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοημάτων [*](b) ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρονεῖν τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι’ αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁ,αρτάμξτε.[*](18 Joan. ii. 1, 2.) “καὶ ἐάν τις δὲ ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πα- “τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι “περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, [*](c) “ἁλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.’ ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι’ αἰνιγμάτων ἀνατυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῆ ἁγίᾳ σκηνῇ γεγονότα παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ Exod. λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσσου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῆ ἁγίᾳ κιβωτῷ· d εἶτα δύο Χερουβὶμ εἰς δεξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ [*](1. τὸ θεῖον] Pergit D. ἄπειρον γὰρ καὶ ἀπεριόριστον, τόδε τὸ πᾶν καὶ τοὺς αἰῶνας ἀνεπινοήτως διακυβερνῶν. καταλλάγμεθα γὰρ αὐτῷ οἱ γηγενοῖς (sic) δι’ αἴματος υἱοῦ· λεώ τε (11) (post inceptum καταλλ., deinde erasit, scripsitque verba ἄπειρον — διακυβερνῶν.) D. 3. ζῷα correxi. ζωὰς (sic) B. Edd. et ita legit Theophyl. 4. ὁ assumptum ex B. 5. οἶμον] ὁδὸν Edd. 6. τοῦ assumptum ex Β. 11. αἰτιάματος Β. ἐγκλήματος Edd. δι’ αὐτοῦ post εὐάντητόν tr. D, 12. τὸν Π. ἔσχ’. inv. ordine D. μαρτυρήσει] τούτοις D. λέγων post Ἰωάννης tr. D. 17. καὶ] δὲ (sic) iid. ante Migne. δὲ om. D.a. 18. ἀνατυπούμενα D.a. τυπούμενα Β. Edd. 19. τὸν— γεγονότα a. τῶν(?)—γεγονότα B. τῶν—γεγονότων D. Edd, 22. μέντοι καὶ om. Β. habent D.a. 23. καὶ alt. B.D.a. ἢ Edd. 24. τούτων D. )

122
[*](Evod. XXV. 18-21. S. Joan. i. 14.) πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα ’δε ἢν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ’ εἰ καὶ γέγονε σὰρξ, καὶ τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν [*](e) ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ’ ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῶ δοκοῦντα [*](551 Α. a) καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήση δὴ οὖν, ὦ Δέσποτα, φησὶ, τίς ἔσῃ, καθ’ ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον, ὡς ἐκ παραδείγματος τοῦ ἐν τῆ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· [*](S. Joan. iii. 17.) ὡς γὰρ αὐτός φησιν ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Πατὴρ “τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ’ ἵνα “σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” [*](b) Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· έν τῷ παρεῖναι τὸ καιρόν ἀναδειχθήσῃ. Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός· [*](1. περθστήκει D. 2. ἦν assiimptuin ex D.a. μυστήριον Edd. inv. B.D.a. 3. σάρξ ὁ λόγος hoc ordine D.a. inv. B. 4. ὑπάρχων] ὢν D. Post hoc V. ὡς ἐκ Θεοῦ καὶ πατρὸς τῶν ὅλων ὑπάρχων add. Edd. ante Migne invitis omnibus. καὶ alt. om. B. 5. πεφυκὼς 1). 6. ἀλλ’ οὐκ D. 7. τὸ εἶνοι om. D. Θεὸς εἶναι inv. ord. Β. 8. τῇ om. D. περίεστ’. αὐτὸν inv. ord. D. lo. τοι assumptum ex B.D.a. 11. καὶ om. D. βλέποντα 1). 13. τὰ prius] + τοῦ Edd. 14. ὦ δέσποτα φησὶ hoc ordine D.a. Statim τι (sic) B. 17. γὰρ om. a. 20. τὸν υἱὸν] non addit αὐτοῦ D. 21. δι’ αὐτοῦ ὁ κόσμος inv. ord. D. 22. γνωσθήσῃ V. (Co.) 24. Κεχρησμῴδηκε Edd. δὲ pro μὲν D. 25. προανακεκράγει D. )
123
συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμμένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρθωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ’ αὐτῷ πίστιν προκαθιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν [*](c) γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, “Καὶ ποιήσας φραγέλλιον [*](S.Joan. ii. 15. 16) “ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μῆ ποιεῖτε ’τον “τοῦ Πατρός μου οἶκον ἐμπορίου·” καὶ τί τὸ ἐντεῦθεν; “Ἐμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- [*](Ib. 17.) “μένον Ό ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.” οἰηθέντι ’δε ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρθένον, [*](d) ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, “Ὤφθη, φησὶν, [*](S.Matth. i. 20, 21.) “ἄγγελος κυρίου κατ’ ὄναρ λέγων Ἰωσὴφ υἱὸς Δαυεὶδ, μὴ “φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ “ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ “υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ “σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί “τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ [*](e Ib. 22, 23.) “τοῦ προφήτου λέγοντος Ἴδου ἡ παρθένος ἐν γαστρὶ ἕξει “καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- “μανουήλ.” εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ’ ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι’ αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώ- [*](2. ἐν] + τῶ Β. κεκατωρθωμένα Β. Edd. correxiex D. 3. προκαθιστᾶσιν D. καθ. Edd 4. ποικίλως hic reposui ex D., ante βεβαιοτ. transp. Edd. 5. εὑρήσωμεν D. 6. τὸ διὰ φ. εὐαγγ. Β. Edd. τὸ ἐν τῳ εὐαγγελίῳ λεγόμενον D. 7. ὁ alt. assumptum ex Β. 8. τὰ assumptum ex B.D. 9. ἀνέτρεψε D Edd. κατέστρεψε B. κολλυβιστῶν] κολυβιστῶν D. Edd. ante Migne. ποιήσας] + ὡσεὶ Edd. 13–24. οἰηθέντι—τὸ ὄνομα, αὐτοῦ Ἐμμανουήλ om. 14. παρθ. διεφθ. inv. ord. D. 15. ἐθέλοντί τε] κα θέλοντα D. 20. Habet αὐτοῦ alt. D. 22. διὰ] + Ἠσαίου Edd. mvito D. 25. τὸν assumptura ex D. 26. προεπηγγελμένων D. προηγγ. Edd. )
124
σκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον [*](552 A. a) μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευστοῦντες [*](S. Luc. vii. 20.) καὶ λέγοντες “Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἧμας λέγων Σὺ εἰ ο ἐρχόμενος ἢ ἕτερον ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν [*](1b. 22, 23.) αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων “Πορευ- “θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ “ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ “κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- “ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν [*](b) “ἐμοί.” ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ εγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθάπερ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει [*](S. Juan. i.50.) λέγων “Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ “Ισραήλ.” ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τ‘ὶ ἔτη, τουτέστιν, ὡς ἐν τῶ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγνώσθη [*](c) τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ’ οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστήριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χρἴστον.

Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἑ ὄρω ἐλέους μνησθήσῃ.

[*](2. αὐτὸς] οὗτος D. 7. καὶ assumptum ex D. 8. προαγόρευσιν D. 10. καὶ ora. Β. 11. καὶ νεκροὶ Edd. inv. B.D. 12. ἐστιν om. D. 13. ἀτρεκὲς D.a. ἀληθὲς Edd. 14. ἐπ γνώσθη. . ex corr. B. τῶν pro τοὺς D. 15. ἐν ἐθελήσει a. Θεοῦ τε D. 18. γε om. B.D. habet b. ἀνακεκράγει D. b. ἀνέκραζε Β. ἀνέκραγε Edd. 19. εἶ ὁ βασ. B.D. βοσ. εἶ b. Edd, 20. δὴ assumptum ex B.D.a.b. 21. ὡς retinui cum a. deest in B.D, τῷ assumptum ex B.D. invitis a.b. μετὰ σαρκὸς D.a.b. ἐνσάρκου Β. Edd. ἐπεγνώσθη om. Β. 22. τε prius assumptum ex a. dcest in B.D. πάσης Β. ἤδη om. D. 23. τὸν B.D. τὸ Edd. 24. τυπικοῖς pro νομικοῖς D.)
125