In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Αμάξαις τὰ ἐξ ἀγρῶν καὶ ὅσα πληροῖ τὴν ἅλω, μετακομίζειν ἔθος τοῖς ἀρχαιοτέροις, σώζεται δὲ καὶ εἰς δεῦρο τὸ χρῆμα παρά τε τοῖς τὴν ἑῴαν καὶ τὴν ἑσπέριον κατοικοῦσι γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατακεκραγότων [*](b) τῶν ἐπικειμένων αὐτοῖς φορτίων. ἔσομαι τοίνυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων Δεσπότης, ὡς τὸ κολίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην, ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσμένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, [*](3. προσεπερωτᾷ ’δε] καὶ προσεπ. Α. 5. πράξεων Edd. invitis libris. 6. καὶ om. Β. Statim οὕτως ἐμφανῆ συκοφαντίαν pro τὰ οὕτως ἐμφανῆ συκοφαντεῖν Α. 9. προσιέμενοι Α. 10. τε assumptum ex Β. πόσης Β. 13. ἐπιμαρτυρεῖ Α. ἐπεμαρτύρησε Edd. 15. ἡ οm. F. Edd. 19.κατοικοῦσι Α.Β. b. οἰκοῦσι Edd. 22. τῶν assumptum ex Α.Β. b. 24. ὑπὸ b. ἐπὶ A. Edd. sed cf. infra d. ὁ om. Α. 25. συγκλείει pro συγκυλ. Α.)

413
οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. [*](Supra ver. 4.) “Ἀπεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα “αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ’ ἐπλάνησε μὲν αὐτοὺς τὰ “μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν,” ἐπελάθοντο [*](Ib. 9—11. c) δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβουλίας [*](Ib. 8, 12.) εἰς τοῦτο αὐτοὶ, ὡς “Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες “σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη- “ῥίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ αὐτῶν,” καὶ ποτίζειν μὲν “οἶνον τοὺς ἡγιασμένους, [*](d) “ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ- “φητεύσητε.” ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἢ καλάμης ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς.

[*](e)

Πλὴν ἐκεῖνο εἰπεῖν ἀναγκαῖον, ὅτι πάνδεινον ἀληθῶς τὸ παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ’ ἡμῶν ἁμαρτίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνωσιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισμένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν [*](2. ἀπεώσαντο Α. ἀπώσ. Edd. τοῦ post νόμον add. iid. invito Β. τά δὲ Α. Β. κοὶ τὰ Edd. 5. ἐκ γῆς Α. ἐξ Edd. 6. ἀπό Α. ἐκ Edd. cf. supra 270 d. 9. εἰς τοῦτο om. Α. 15. κοὶ πεφορτισμένος] καταπεφ. Edd. invitis Α.Β. ἐπὶ pro ὑπὸ iid. repugn. libris. 17. ἐσόμενον ἐντεῦθεν inv. ordine Α. 20.τὸ om. Α. 24. ἄρα assumptum ex Α.Β. Statim ὅτι μάλιστα παρ αιτεῖσθαι pro παραιτ. μὲν ὅτι μάλ’. Α. 25. δὴ om. Α. 20. μέλλοντας pro μελλητὰς Α. 27. αὔξησιν Edd. invitis Α.Β.)

415
αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστηκότα [*](a 274 A.) τὸν νοῦν. ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον.

Καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, κὼ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ [*](14) τῆς ισχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοὶς ποσὶν αὐτοῦ οὐ [*](15) μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρήσει τὴν καρδίαι αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται [*](16) ἐν ἐκείνῃ τῇ ἡμέραᾳ, λέγει Κύριος.

[*](b)

Οὐδὲν ἀνασώσει, φησιν, ἐν ἡμέραις ὀργῆς τοὺς προσκεκρουκότας· οὐ ποδών ὀξύτης τὸν δρομικώτατον ἀπαλλάξει τῶν κακῶν· οὐ σώματος ῥώμη τὸν εὐσθενῆ· οὐκ ἐμπειρία πολεμικὴ τὸν εἰδότα τὰ τακτικὰ καὶ τὸ τοξεύειν ἄριστα μεμελετηκότα καὶ ἐπὶ τούτω τεθαυμασμένον· ἀνόνητος δὲ τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ’ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ [*](c) τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.

Οὐκοῦν Θεοῦ κατασείοντος εἰς ἀσθένειαν οὓς ἃν ἕλοιτο [*](2. οὕτως] ὡς Α. 7. οὐδὲ A.B. (Alex. XII.) καὶ Edd. (Vat.) Statim ὁ om. Α. (239.) 8. καὶ] + ὁ κραταιὸς Β. [+ ὁ κράταιος οὐ μὴ Vat.] εὑρήσῃ F. (4.) καρδίαν] ψυχὴν Edd. (Compl.) g. ἐκείνη τῇ ἡμέρα] τοῖς ἡ μέραις ἐκείνοις F. Edd. (Co.) 10. ἡμέραις Α. ἡμέρᾳ Edd. 13. καὶ τό τοξεύειν — τοῖς χρωμένοις om. Β. τὸ om. Α. 15. δὴ Α. δὲ Edd. 16. ἱπποκρότην Α. 17. φησι A.b. σαφῶς Edd. 18. καταδεδυναστευμένην A.b. καταδυναστευομένην Edd. 19. τὸ] τοῦ B. ἔσται — Βαβυλωνίων om. Α. b. 21. ὡς Α. b. κατισχύσαι τῶν] ἐπισχύσαι τὸν Α. 22. εἴη assumptura ex Α. Β. b, 23. παντευχίᾳ Edd. invitis Α. Β. b.)

416
[*](d) κακοῦν, ἐπικουρήσειεν ἂν οὐδέν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ἑτεροτρόπως ἡμῖν εἰρημένον [*](Ps.cxlvi. 18.) “Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει· οὐδὲ ἐν ταῖς [*](Ps.xxxii. 17.) “κνήμαις του ἀνδρὸς εὐδοκεῖ,” καὶ πάλιν “Ψευδὴς ἵππος “εἰς εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.” ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν [*](Deut. xxxii. 30.) αὐτῷ “διώξεται διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι “μυριάδας,” μυριάδας, δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρητος [*](e) δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.

[*](2. ἡμῖν om. Α. 3. Haec οὐδὲ — εὐδοκεῖ accesserunt ex Α. Β. 5. Haec ἐν δὲ πλήθει δ. αὐτοῦ οὐ σωθήσεται assumpta ex Α. 9. διώξεται μὲν εἷς Α. εἷς μὲν διώξεται Β. μὲν δ. εἷς Edd. οὖ om. B. 10. δαπυνηθήσεται δὲ] καὶ δαπ. Β. 11. ἐπαμύνῃ Edd. invitis Α. Β. 12. Θεός] + αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Β.)
417

Ἀκούσατε τοι λόγον τοῦτον ὅν ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οἶκος [*](Κεφ. γ΄.) Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγω Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶι φυλῶν τῆς γῆς, διά [*](2) τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας δμῶ’.

Κατὰ παντὸς ἃν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, [*](a 275 A.) οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ’ εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραηλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ’ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους [*](b) ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ [*](1, 2. Sic Β. Τόμος α' λόγος β' Α. 3. οἶκος] + τοῦ Edd. (Co.) 4. ἀνήγαγον Β. ἀνήγαγεν F. Edd. (Co.() 5. τῶν assumptum ex A.B. (A.V.) 7. τοῦ assumptum ex Α. 8. τιθέντος Α. g. συνειλημμένου Edd. imntis A.B. 11. παρὰ] + τοῦ Edd. 12. μὲν om. A. εἰσιν post ἀνὰ πᾶσαν transp. Α. 15. ἐναργῆ] + τε Edd. invitis Α.Β. 19. τὴν prius assumptum ex A.)

418
μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτροπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμὰς εζαιτησω [*](c) λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.

Oὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρονῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ’ αὐτοῦ κάτα γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ο σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι [*](Gal. iv. 9.) προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, [*](d) “μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν “δουλεύειν θέλετε;” ἤδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ’ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἃν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα.

[*](3)

Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καΘόλου, ἐὰν μὴ γνωρίσωσιν εαυτους;

Bαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἑ ῥοῦ μὲν [*](Surra ii. 12. e) ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι “τοῖς προφήταις “ἐνετέλλοντο ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε.” καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, [*](2. λυποῦντες om. Α. 5. ῥοπήν] τροπήν Edd. 8. καὶ assuraptum ex Α. Β. 9. οἰκειότητος A. 10. τῆ‘ς om. A. 12. προτιθεμένοις B. νυνὶ A. B. νῦν Edd. γνῶντες Α. 13. ὕπο Θεοῦ] ὑπ’ αὐτοῦ Α. 14. Haec τοῦ κόσμου assumpta ex Α. Β. 15. γε assumptum ex Α. 17. εὖ μάλα om. A. 19. Εἰ om. A. 23. ἐνετέλλετο Edcl. 27. δεδιότας Β. δεδιότες A. Edd.)

419
οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ’ ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. μένους. ἐπετίμων μὲν [*](a 276 A.) γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθεῖαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς ‘Ησαΐου φησὶν ὁ Θεός “Λαός Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν [*](Es. iii. 12.) “ὐμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προφήτῃ λέγων “Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα [*](Infra vii. 12.) “καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ “οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι. οἱ δέ γε τοῖς [*](b) προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ’ αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλλον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων Δεσπότη. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνωκότες [*](c) ἐαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; “Πᾶν γὰρ ζῶον [*](Sir xiii. 15, 16.) “ἀγαπᾷ ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- “θήσεται ἀνήρ.” καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξάμην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάρρηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδίζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, [*](d) [*](3. γὰρ assumptura ex Α. 4. φησι διὰ φωνῆς ‘Ησαΐου inv. ordine Edd. invito Β. 5. ὁ assumptum ex Α. Β. 6. ἐκταράσσουσιν Α. ταράττουσιν Β. ταράσσ. Edd. 8. ὁ om. Α. 10. οὐ assumptum ex Α. τοῦ om. A. 12. εὐάφορμον Α. Β. ἐλαφρὸν Edd. 13. ὁ assumptum ex Β. 15. δὲ] γὰρ Α. 16. τὰ om. Edd. τε] δὲ Α. Statim αὖ assuraptum ex Α. 22. οὐτῶ Α. αὐτοῦ Β. Edd. 24. πρὸς pro πὼς εἰς Α. ἀγάπην, ἵν' pro ἀγάπησιν Α. 28. τῶν om. Α.)
420
τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτιμᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ’ ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτῆρ’ τοῖς ἁγίοις μαθηταῖς [*](S.Matth. x. 40.) εἴρηκεν “Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- “μενος, δέχεται τὸν ἀποστείλαντά με.” προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν [*](Ib. 15.) ποδῶν, εἰπών “Ὅτι ἀνεκτότερον ἔσται γῆ Σοδόμων ἐν ἡμέρᾳ [*](e) “κρίσεως, ἣ τῆ πόλει ἐκείνῃ.” προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα διαπορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, [*](2 Cor. v. 20.) ἐπιστέλλων καὶ λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, “ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ “Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.”

[*](4)

Εἰ ἐρεύξεται λέων ἐκ του δρυμοῦ αὐτοῦ ὤρα οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;

[*](277 A. a)

Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδε τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον· ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μανδρας ἐγγὺς, αναἐστι] [*](1. ἔστα Edd. invitis Α. Β. 2. λοιπὸν post ποιεῖσθαι transp. Α. 3. μαθηταῖς εἴρηκεν Α. φησι μαθηταῖς Edd. 4. ὁ ἐμὲ δεχόμενος, δέκεται A. ὁ μὴ δέχ’. οὐ δέχεται Β. Edd. 7. ὅτι om. B. Haec ἐν ἡμέρα κρίσεως accesserunt ex Β. Pro quibus, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ praebet A 9. αὐτοῦ Α. αὐτῶ Β. Edd. διαπορθμεύειν A. 10. 11. ὁ θεσπέσιος et ἐπιστέλλων καὶ assiimpta ex Α. Β. 1 1, οὖν accessit ex Α. 19. τε assumptum ex B.b. deest in Α. 20. ζητοῦντα assuniptum ex A.B. ζητούντων (sic) b. 21. δὲ om. B. 22. τε pro τι b. Neutrnm babet Α. 23. καὶ assumptum ex A.B. b. ἀποκομίζοι Β. ἀποκομίζειτο b. Statim τοῖς om. Α. b.)

421
θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῆ λαβόντες σπαράττουσι. [*](b) τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ ήρας εἰωθότι βοᾶν, μόνον δὲ οἰ χὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ· ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπ’ ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ’ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα [*](c) πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἢ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. μένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν.

[*](d)

Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται [*](5) παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;

Πεποίηται μὲν ὡς ἐξ ὁμοιώσεως καὶ νῦν ὁ λόγος. ἰξευταὶ μὲν γὰρ τὰ ἐν φυτοῖς ἱζήσαντα τῶν στρουθίων εὐτεχνέστατα καταφέρουσι, παγίσι δὲ αὖ συνθλῶσί τινες τὸ ἁλισκόμενον. ἔοικε δὲ ὁ λόγος αἰνίττεσθαι νυνὶ διὰ μὲν τῶν στρουθίων [*](1. συμβοῇ Α. 3. Haec τοὺς ὀδόντας assumpta ex Β. 5. τῷ πρὸ θήρας Β. b. τῷ πρὸς θῆρας Edd. τὸ προσθήρας (sic) Α. 6. δὲ assumptum ex Α. Β. 7. ὥσπερ] + οἱ ἐμοὶ e suo Migne. πᾶν pro προφῆται Edd. repugnantibus A.B.b. ii. παντελῶς pro τυχὸν h. 13. μεθιστῶσα Edd. repiign. A.B. b. 14. ἡμαρτημένων pro ἐπηρτημένων iid. ’itis A.B. b. 15. εἰ μὴ] πρὶν ἂν Β. 1 6. προαναφάνοι Β. προαναφαίνοι Edd. καὶ assumptum ex Β. 19. σχασθήσεται] σταθήσεται F. Edd. (Co.) 23. οὖν pro αὖ Edd. invitis A.B.D. 24. νυνὶ διὰ] νῦν ἰδία (sic) Α. νῦν διὰ b. μὲν post τῶν στρουθίων tr. Edd. repugn. Α. Β. b. Post τῶν addit ὡς A.)

422
τοὺς τὰ ὑψηλὰ φρονεῖν εἰωθότας, τοὺς ἀλαζόνας τὸν νοῦν [*](Rom. xii 16.) καὶ μετεώρους τὰς φρένας, καὶ τὸ συναπάγεσθαι τοῖς ταπεινοῖς [*](e) οὐκ ἀνεχομένους· διὰ δὲ τῶν ἐν παγίσιν ἁλισκομένων τῶν ἐπιγείων τοὺς ἐραστὰς, καὶ μόνα ζητοῦντας τὰ σαρκικὰ καὶ καταπιαίνοντα. ἰξευτῇ δὲ καὶ παγίδι πάλιν ἑαυτὸν παρεικάζει Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- [*](278 A. a) μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν [*](Es. xxx. 10.) εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις “Ἀλλὰ “ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς [*](b) τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς τοῖς δυσσεβοῦσιν ἐπερριμμένα;

[*](6)

Εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κάκω ἐν πόλει ἥν Κύριος οὐκ ἐποίησεν;

Εγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. διατὰ [*](1. assumptum ex Α. b. 2. συνυπάγεσθαι Β. 6. τὴν assumptum ex A.b. 7. ὥσπερ om, Α. 9. παρωθούμενοι] παραιτούμενοι Edd. ’itis Α.Β. II. πρακτέα Edd. ἐπιζη- τοῦντες Β. ζητοῦντες Α. Edd. 12. καὶ assumptum ex A. Statim ταῖς om. Α. ἡττημένοι Α. ἡττώμ. Edd. 13. προσίεντο] προσίεσαν Edd. invitis Α. Β. Statim ἀντεπράττοντο Α. ἀντέπραττον Edd. 14. ἁγίοις accessit ex A. Β. ἀλλὰ Α. ἄλλα Edd. 19. πρακτέα Edd. τοὺς om. Β. ὅτε Α. ὅτι Edd. Statim μόνον . 21. δυσσεβοῦσιν A. δυσσεβέσιν Edd. Statim ἐπερριμμένα Α. Β. ἀπερριμμένης Edd. 25. τοὺς assumptum ex Β.)

423
πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ’ ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε [*](c) σφόδρα καὶ πρὸς μόνους τοὺς παρ’ αὐτῶν ἔσθ’ ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ’ ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσομενων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ’ ὠφελεῖσθε [*](d) μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθήσεσθε παρ’ ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές “Ἡ ὅρασις ἢν οὗτος ὁρᾷ εἰς [*](Ezek. xii. 27.) ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μάκρους οὕτος προφητεύει. τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ’ ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως [*](e) καταλυπεῖ τῶν πραγμάτων ἢ ἔκβασις. ἆρα οὖν ἔσται κακωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μῆ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ’ ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλεπαίνετε; [*](a 270 A.) καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς [*](1. ἐντέλλομαι Edd. inv. Α. Β. 2. ἀλλ’ om. Β. ἀλύετε] ἀλλοιᾶτε (sic) Edd. 3. καὶ om. Α. ἐσθ’ ὅτε τοὺς παρ’ αὐτῶν inv. ordine Α. 4. ὠφελεῖσθε A. ὠφέλησθε Edd. 5. ἢ om. Α. τὸ om. Α. 6. ἀναφω- νήσει Α. 9. ὑποδέξασθαι Α. εἰσδέξασθαι Edd. 10. προαναφ.] + τε Edd. ὠφελεῖσθε] Sic coviexi. ὠφελεῖσθαι Α. ὠφέλησθε Edd. 12. παρ’] κατ’ Α. 13. τὸ pro τι Α. 19. πράξεων Edd. 21. Μὴ assumptum ex Α. Β. 23. διαφθορᾷ Α. καὶ assumptum ex Α. τοιοῦτον om. Α. 24. τὰ omittebant Edd. 25. ἐν om. Α. 26. καίτοι] κοὶ τοῖς (sic) Α.)
424
ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κάκωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ’ ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἢν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἃν, ἐπιστρέφειν ἀναπείθων [*](ps. xxxi. 9.) ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι “Εν κημῷ καὶ [*](b) “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων [*](1 Tim. ii. 4.) “πρὸς σέ.” ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ “πάντας ἀνθρώ- “πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἁληθείας ἐλθεῖν, καταβιάζεταί πὼς τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίστησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις.

[*](7)

Διότι οὐ μὴ ποιήσῃ Κύμιος ὁ Φεὸς πρᾶγμα, ἐᾶι μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· [*](8) λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλά- [*](C) λησεν, καὶ τίς οὐ προφητεύσει;

Oὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ’ ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἃν Βοῦ. λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ’ ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσομένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· [*](d) λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ [*](1. οὖν assumptum ex Α. Β. νοήσωμεν A. παρὰ Θεοῦ jJOSt πόλεσι tr. Edd. 2. γενομένην Α. 5. καμῷ Edd. Statim haec καὶ χαλινῷ accesserunt ex Β. (Alex.) χαλινῷ καὶ κημῷ inverso ordine Α. (Vat.) 6. αὐτῶν deest in Edd. 10. ἐσθ’ ὅτε um. Α. 11. ἀφήγησις Α. 12. ποιήσει A. ὁ Θεὸς om. F. Edd. (Co.) 13. αὐτοῦ prius accessit ex A.B. (Alex. XII.) Post δούλους αὐτοῦ add. πρός F. Edd. (Co.) 14. ὁ Θεὸς om. F. Edd. (Co.) 15. οὐ προφητεύσει Α. Β. οὐ μὴ προφητεύσῃ F. Edd. (Co.) 16. πόθεν] Sic correxi. ποθὲν Α. ποθεν Edd. 17. εἰσι καθ’ ὑμᾶς pro καθ’ ὑμᾶς ὑπάρχουσι Edd. 19. ἢ assuinptum ex Α. 20. τὰ om. B. 23. μήτε μὴν] Sic correxi. μήτε μὲν Β. Edd. μηδὲ Α. 24. ἀκοαῖς] + μηδὲ Α. Statim ἐνηχήτωσάν Α.)

425
Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἃν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσδέξασθαι πτοίαν, πῶς ἃν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέκεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἃν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ’ ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ [*](e) τὰ τῷ πάντων δοκοῦντα Δεσπότη. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖσθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἃν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠρρωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ προαναφωνεῖ λέγων “Μὴ ἅπτεσθε τῶν [*](Ps. civ. 15.) “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε, καὶ πρὸς αὐτοὺς δέ που φησί “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, [*](Zach. ii. 8.) “ὡς ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” ἀδικήσει [*](a 280 A.) γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος.

Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου [*](9) καὶ εἴπατε Συνάχθητε επὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλά ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν [*](2. φησι post λέοντα tr. Α. 3. οὕτως om. Α. δέξασθαι Β. 6. οὐκ ἀν’ ἔδεισαν] οὐκοῦν ᾔδεισαν Α. 7. ἄτακτοι pro ἄτεγκτοι Β. μηδενὶ] οὐδενὶ Edd. 8. πανταχοῦ iid. 10. ἐκ assumptum ex Β. 12. ἕτερον οὐδὲν ἂν εἴη Β. εἴη ἂν ἕτερον οὐδὲν A. ἕτερον deest in Edd. 13. ἀποτελεῖν A. ἐᾶν Β. ἐπιτελεῖν Edd. ποι pro τοι Α. Haec τοῦ μακαρίου desunt in Edd. 14. προανεφώνει A. Statim λέγων assumptum ex A.B. 15. Haec καὶ ἐν — πονηρεύεσθε desunt in Edd. 16. φησι] + τοὺς προφητας Edd. 17. ὀφθαλμοῦ αὐτοῦ] αὐτοῦ deest in Pont. μου pro αὐτοῦ addit Aub. 19. καί τι] ἤ τι Α. Statim καὶ assumptum ex B. 20. ἐπαγαγεῖν Α. 21. ἐπὶ τὰς χώρας] ἐπὶ ταῖς χώραις F. Edd. (XII.) Statim ἐν γῆ Αἰγύπτῳ pro τῆς Αἰγύπτου F. Edd. (42. al.) 22. ἐπὶ] εἰς F. Edd. (Co.) 23. τὴν assumptum ex B. (Alex. XII).)

426
[*](b) τῆν ἐν αὐτῆ. καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει [*](10) Κύριος, οἱ θησαθυρίζοντες άδικίαν καὶ ταλαιπωρίαν ἐν ταις [*](11) χώραις αὐτῶ. Μᾶ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν ὅου, κω διαρπαγήσονται αἱ χώρω σου.

Απειλι δὴ πάλιν ἐπάγειν αὐτοις ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς [*](c) καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ ’δε γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἄσσυρίοις καὶ ἐπὶ τὰς χώροις τῆς Αἰγύπτου. καὶ Ἄζωτος Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων [*](d) χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μηδῶν πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ’ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεγὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτη τῶν βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι [*](e) δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἃν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.