In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδαγωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ [*](d) τετάρτη κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ’ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς [*](e) μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, [*](2. καὶ primum omisit Aubertus. καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι assumpta ex Α. αὐτοῖς καὶ ἡγούμενοι Β. 3. τῶν ὑπεστρωμένων Edd. invitis Α.Β. 5. τοῖς ἄλλοις om, Α. 7. αὐτοὺς habet Α. 9. ἐπλάνησεν Α.Β. ἐπλάνησαν Edd. (42. al.) II. Ἰούδαν Α. ’lούδα F. Edd. 14. τουτέστιν ex Α.Β. ὁ ex Α. assumpta. 15. ἀεὶ accessit ex A.b. Statim πλημμελοῦντος Α. πλημμελοῦντα ν Edd, 16. μακρὰν] Sic edidi. μακρὰ Α. μακρὰ Edd. τὸ] τῷ Edd. 25. κατεθεάσατο A. κατεθεᾶτο Edd. 26. φησὶν post Ἱερ. transp. iid.)
Oὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοίου. τῶν πεπλουτηκότες εὑρεθησόμεθα ; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- [*](Eph. iv. c) σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- [*](Ps. ixii.) τώμενοι. ἐσόμεθα δὲ καὶ " μερίδες ἀλωπέκων,’’ τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει Δαυείδ α Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδία αὐτοῦ, καὶ " οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.’’ [*](6. Τάδε λέrο κδρωc Έπι τα-ιc τρωι aa̓εβεωω Ἰ0ραH̀λ κΜ ἐΜ 4. ἀκολουθῆσαι] ἐπακολ. Edd. 6. ἤθεσί . (). τὸ prius . τῷ Edd. ante Migne. τῷ assumptum ex . ἀνόπιν] ἄνω που (sic) . 1 1, τὸ] τοι Edd. 15. θελῆσαι . ι6. μέν assumptum ex Β. post τηρcιν transp. . Statim νόμου φύλακε ς . ΐ8. ἁπάσης . πάσης Έ,άά. 21. ἡττώμενοι . 22. τε post τμε add. Edd. repugnantibus . Β. 25. Ό νόμος] ὄνομα Edd. ante Migne.)
Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἢν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν [*](e) παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ [*](Ps. xxvi. 9.) “μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.’’ ἕπεται γὰρ πάντως, καὶ ἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή. Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ’ ἑκάστῳ [*](a 266 A.) τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ’ εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ [*](Lev.xix. 15; Deut. i. 17.) “πρόσωπον ἐν κρίσει.’ καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ [*](Exod. xxiii. 7.) “ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, μένος, καθιεῖταί [*](b) που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ [*](1. οὐτὸν habent Α.Β. αὐτοὺς F. (42. al.) 2. τῶν πατούντων Β. (22 al.) τὰ πατοῦντα Α. (A.V.) καταπατοῦντα F. Edd. 5. τῆ assumptum ex Α.Β. 9. πεπονθότας Β. πεπονθόσιν Edd. 10. Haec ὁ θεσπέσιος accesserunt ex Α.Β. 13. ἕψεται Α. 14. οἷον ἰσομοιρεῖ ἤδη pro οἱονείπως συνομαρτεῖ Α. 16. πεπράκασι Edd. invitis Α.Β. φησιν assumptum ex Α. Statim ἀργυρίῳ Edd. 18. ἠνέσχοντο Α. ἀνέσχ. Edd, 19. κρίσιν pro δίκην Α. 20. τε om. Α. 21. τοιοῖσδε Β. 23. ὑπό του τῶν Α.Β. ὑπὸ τούτων Edd. 26. τό assumptum ex Α.Β. καθεῖταί Edd. 27. τὸ κρίνειν post μόνῳ transp. Α.)
Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν.
Καταδυναστείαν αὐτοῖς καὶ πλεονεξίαν ἐγκαλεῖ καὶ καταιτιᾶται σαφῶς, ὡς ἀνοσίους τε καὶ ἀφιλοικτίρμονας, καὶ οὓς ἦν ἄμεινον καὶ φροντίδος ἀξιοῦν καὶ τιμᾶν ἑλέσθαι, [*](e) καὶ τοῖς ἐξ ἀγάπης ἐπικοῦ ῥήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῆ πτωχείᾳ πεφορτισμένους. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γὰρ “Ἐφ᾿ [*](S.Matth xxv. 40.) “ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν, [*](Εs. iviii. 4.) καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς [*](a 267 Α.) τῆ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα [*](Prov. x 4.) “ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- [*](S.Jac. i. 27.) “αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον “ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.”
Kαὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.
[*](b)Τοῦτο νοήσεις διχῆ· ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι πεφρονήκασιν ὑπέρογκα, καὶ θεοστυγοῦς ἀλαζονείας εἰς τοῦτο ἥκασι μέτρον, ὡς παραιτεῖσθαι καὶ ἀδελφοὺς, εἰ μὴ πλούτῳ περι- [*](2. καταδυναστείαν Α. κατὰ δὺν. Β. Edd. ἀπειλεῖ pro ἐγκαλεῖ Α. 6. πιραῖας] δειναῖς. Α. 8. Haec Ἰησοῦς Χριστὸς accesserunt ex Α.Β. 9. Haec φησὶ —ἐμοὶ ἐποιήσατε accesserunt ex Α.Β. 11. προσκρούομεν Edd. repugn. Α.Β. 12. πυγμαῖς ταπεινὸν hoc ordine Α.Β. Statim καθὼς Edd. 14. κατηχθημένους iid. 16. ἀνδρεῖον (sic) Β. 17. ὅτι assumptum ex Α.Β. Statim καὶ add. Α. 18. τῷ assumptum ex Β. καὶ πατρὶ om. Β. 19. ταπεινώσει Β. Edd. θλίψει Α. αὐγῶν] + καὶ Edd. ἀσπίλους ἑαυτοὺς Α. 22. δίχη] δίχα Edd. 23. ἥκασι Β. ἥκουσι Α. (Migne.) ἥκουσαν Edd. Statim τὸ add. iid.)
Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, [*](a 268 Α) ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ’ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν [*](b) τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ’ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.
Εἶτα πῶς οὐ σοφὸν κἂν γοῦν ἐν αἰσχροῖς αἱρεῖσθαι τὸ ἄμεινον, ἐννοεῖν τε ὅτι τῶν ἄγαν ἐκτοπωτάτων, πατρος μὲν εὐναῖς ἐπιθρώσκειν υἱὸν, πατέρα δὲ αὐταῖς τοῦ υἱοῦ κοίταις ἀνοσίως ἐπιμαίνεσθαι φιλεῖν, καὶ πρᾶγμα δεινὸν ἑλέσθαι πληροῦν, ὃ καὶ δίχα νόμου τοῦ διὰ Μωυσέως ἡ φύσις οἶδεν αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ [*](c Gen. xlix. 4.) γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέκρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων “ Ὅλως ἀκούεται ἐν ὑμῖν [*](1 Cor. v. 1.) [*](2. ῥημάτια Α. ῥήματα Edd. καὶ συνθῆκαι] καὶ εὐθῆ καὶ in mg. οὐκ ante εὐθῆ Α. 3. ἀμαθείας Edd. ἔμπλεα Α. ἔμπλεοι Edd. 4. καὶ alt.] + ὁ Α. (36, 51, 238.) αὐτοῦ deest in Edd. (153.) 5. τὸ ὄνομα] τὰ νόμιμα Α. 6. ἀνεπιπλήκτοις] ἐπιπλήκτοις (sic) Edd. 7. εὐκοσμίας] εὐδοκιμίας Α. ἠφειδηκότας] Sic correxi. ἠφειδοκότας Edd. 10. καὶ alt. assumptum ex Α. τῶν σαρκῶν Edd. 11. ἠρεμεῖν Β. 13. ἥττηνται Edd. est vacuum in Α. inter ἀρετῆς et η ἥττηντο in mg. ζ/( = ζήτει.) 14. καὶ assumptum ex Α. 15. ἐν] + τοῖς Edd. 16. ὅτι assumptum ex B. καὶ pro ὅτι Α. ἐκτοπ. Α. ἀτοπωτάτων Edd. 17. εὐνοῖς ἐπιθρώσκειν υἱὸν Α. υἱὸν ἐπιθρ. εὐναῖς Edd. τοῦ om. Β. 18. πρᾶγμα] πράξει Edd. inv. Α.Β. 21. Ῥουβὶμ Β. Ῥουβὴν Α. πατέρος Edd. 22. Haec ὁ θεσπέσιος assumpta ex Α.Β. 23. παρά τισι. Κορίνθιοι δὲ οὗτοι· οἷς] παρὰ Κορινθίοις Edd. 24. λέγων deest in Edd.)
Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα [*](e) ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῶ οἴκω του Θεοῦ αὐτῶν.
Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐχ ἑτέρου του χάριν τοὺς θείους χρῆναι ναοὺς ἐπιτελεῖσθαι διδάσκων, ἢ ὥστε δοξολογεῖν ἐν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, καὶ τὴν αὐτῷ πρέπουσαν ποιεῖσθαι προσκύνησιν, ἐπετίμα ποτὲ τοῖς Ἰουδαίων ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε [*](S. Joan. ii. 15.) καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ “ποιήσας φραγέλλιον [*](S.Matth. xxi. 13.) “ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέ- [*](1. Haec ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν accesserunt ex Α.Β. addidit primus Migne. 3. ἵστη Β. ἵστησι Edd. ἐργασάμενον Α. εἰργασμένον Edd. 4. εἰς Α. πρὸς iid. 5. πταίσμασιν] Edebatur πάθεσιν invitis nostris. 6. τοι pro τι Edd, 9. πρὸς Ἰουδαίους Α. τοῖς Ἰουδαίοις B. πρὸς Ἰούδαν Edd. 10. διὸ παντὸς accessit ex Α.Β. 12. ἂν νοοῖντο] νοοῖντ’ ἂν Β. Statim καὶ assumptum ex Α.Β. ἀκλεᾶ καὶ ἀκάθαρτον inverso ordine Α. 14. σχοινίῳ Α. 16. οἴκῳ] + κυρίου Β. 17. Quae sequuntur partim citantur in Catena in D. Pauli Epistolas in Bibliotheca παντοκράτορος Montis Sancti Monasterii conservata, sec. forte x ineuntis. ὁ alt. assumptum ex Cat. 21. γὰρ] παρακομίζουσιν Edd. πρόβατά τε τε om. Α.] καὶ βοῦς βόας Α.] καὶ π.— ἐκ τοῦ ἱεροῦ λέγων] Haec accesserunt ex Α.Β. et (omittens καὶ περιστεράς et ἐκ σχοινίων) Cat. quorum loco ζῶα edebatur.)
Ἐγὼ δὲ ἐξῆρα τό Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶ, οὗ ἦν καθὼς [*](9) ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, κω ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας ὑποκάτωθεν.
Ὁμᾶς ὅπως ἀνοσίως περιυβρίζοντας καὶ καταφρονεῖν ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὂν ἐδεῖ μᾶλλον ταῖς χαριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ [*](d) πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι’ ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδηλούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρεσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πὼς ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δροὸς δὲ τῆς ἄγαν εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ e [*](2. λατρεύειν] + τῷ Α. εἰσιέναι Α. ἰέναι Edd. 6. πανταχῆ A. πανταχοῦ Edd. 1 2. ἐξῆρα Α. (22. al.) ἐπάνωθεν Α. (Alex.) ἐπάνωθεν Edd. (Vat.) 1 8. ὃν Α. 20. ἀπὸ 20 ἐκ Edd. τὰ om. Α. 21. καταδηλούμενα Α. δῆλ’. Edd. 26 ὅτι assumptum ex Α.Β. 27. καταπλήττων Α. πλήττων Edd. δὲ assumptum ex Α.Β. αὐαίνων Β.)
Πικρὸν οὖν ἄρα τὸ καταφρονῆσαι Χριστοῦ τοῦ δόντος [*](S. Luc. x. 19.) ἡμῖν “Πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ,” τοῦ καταστρέφοντος τοὺς [*](Ephes. vi. 12.) καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· “Οὐ γάρ ἐστιν “ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, “πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους “τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν “τοῖς ἐπουρανίοις.” καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκερατήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυμον, [*](b) τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ’ ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός.
[*](10)Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἑ τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη του κατακληρονομῆσαι τὴν γῆν τῶ Ἀμοῤῥαίων.
Ερμηνεύει σαφῶς ὅπερ ἔφη, καὶ ἀνόπιν ὥσπερ ὁ λόγος ἰὼν, τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους ὡς ἐν βραχέσι καταδηλοῖ. [*](1. δένδρου Β. δένδρων Edd. 2. αὐτῶν Α. τὸ βλάβος γενέσθαι hoc ordine Α.Β. 4. δρυμοῖς Β. (Migne.) δρυμῇ Α. δριμοῖς Edd. 7. καὶ alt. om. Α. δὲ assumptum ex Α. 8. ἂν assumptum ex Β. 10 πατεῖν—τοΰ ἐχθροῦ Α.Β. ἐπάνω ὄφεων πατεῖν Edd. 11 τοῦ alt. assumptum ex Α. καταστρέφοντος] + τε Β. 13. ἡμῶν Α. 13—16. πρὸς τὰς ὀρχὰς—κοσμοκράτορας τοῦ σκότους τοῦ σκότους om. Β.] τοῦ αἰῶνος τούτου et ἐν τοῖς ἐπουρανίοις accesserunt ex Α.Β. 17. εἰς Α.Β. πρὸς Edd. 22. ἐν τῇ ἐρήμῳ om. Β. κατακληροδοτῆσαι F. 24. ὁ λόγος om. Β. 25. ἐν om. Edd.)
Μεμνῆσθαι δὴ οὖ ἀναγκαῖον ἡμᾶς τοὺς ἐν Χριστῷ διὰ [*](d) πίστεως, ὅτι καὶ δουλείας ἀπηλλάγμεθα, καὶ καθάπερ ἐξ Αἰγύπτου μετακεχωρήκαμεν εἰς τὴν ἔρημον, τουτέστιν εἰς πλατεῖαν καὶ καθαρωτάτην ἀληθῶς, καὶ ἀσυμμιγῆ τοῦ χείρονος πολιτείαν, φημὶ δὴ τὴν Εὐαγγελικήν· ἄρτον πεπλουτήκαμεν τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. [*](S. Joan vi. 33.) νευρούμεθα γὰρ ἐν χριστῳ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “καὶ [*](e Εs. xii. 3.) “ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη- “ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἥμιν καὶ ζωοποιον ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, μυσταγωγοῦντες τὴν ὑπ’ οὐρανόν.
Καὶ ἔλαβον ἐκ τῶι υἱῶι ὑμῶν εἰς προφήτας, κω ἐκ τῶν νεανίσκων [*](11) ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ εστί ταύτα, υὑοὶ Ἰσραήλ; λέΓει Κύριος. καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς [*](12) προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.
[*](a 272 Α.)[*](2. ἀπήλλαττον Α. τε Β. δὲ Edd. Neutrum habet Α. καθίει Α. 6. κληρονομέησει Β. 7. καὶ assumptum ex Α.Β. 8. μὴ pro μηδὲ Α. 9. αὐτῶν Α. ἢ pro καὶ Εdd. 12. εἰς prius] πρὸς Β. 13. πλατεῖαν καὶ καθ’. hoc ordine Α. 18 αὐτὸς Α. Statim καὶ om. Α. Haec ὁ προθήτης et καὶ alt. accesserunt ex Α. Β. 19. ἀντλήσετε Β. ἀντλήσατε Α. Edd. 20. σωτηρίου δὲ—πάντως οἱ Α.Β. ἐκεῖνοι γὰρ πάντως πηγαὶ σωτηρίου, οἱ Edd. 21, ἡμῖν post ζωοπ. transp. Β. ἐνιέντες Α. 27. ἐντέλλεσθε Α. (311.))Μέγα πρὸς ὀνειδισμὸν καὶ κατάῤῥησιν τὴν ἐπὶ παντὶ κακῷ, τὸ οἱονείπως ἀχαριστεῖσθαι παρὰ Θεοῦ, τοῦ πάντα ἡμῖν διανέμοντος τά τε εἰς δόξαν καὶ τὰ ζωαρκῆ. πολλῶν μὲν γὰρ ὄντων κατὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόλεκτον ἐποιεῖτο μόνον τὸν Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν εὐκλείας ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώματι [*](b) κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννομώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς αγιασμον τοὺς ἐν αὐτοῖς νεανισκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ [*](Num. vi. 5.) τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα [*](Ib. 3.) κόμης αὐτῶν τῷ κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, [*](Ib. 6.) ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προφήτας, [*](C) ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπτον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ’ ἑαυτοῖς ἁγιασμοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν, πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ’ οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας [*](d) δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ μόρφωσις. τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ [*](1. τὴν deest in Edd. 2. του] τὰ iid. 3. τὰ alt. assumptum ex A. 7. τε om. Α. 11 Ναζιραῖοι Β. Ναζωραῖοι Α. Ναζαραῖοι Edd. 12. κόμην iid. invitis Α.Β. τὰ assumptum ex Β. ἀμπέλου pro αὐτοῦ Β. Haec δὴ λέγω accesserunt ex Α.Β. Statim καὶ om. Β. 13. σταφίδας Edd. invitis Α.Β. 15. ὁ alt. om. Α. 17. τε om. Α. ἀξιόληπτον Α. ἀξιόπιστον Edd. 18. ἐκτόπως accessit ex Α.Β. 19. αὑτοῖς Aub. αὐτοῖς Pont. invitis A.B. 20. ἀνέπιθον Α. κοὶ om. Α. Statim αὐτοῦ Β. αὐτοὺς Α. Edd. 25. εὐσεβείας] ἀληθείας Β. 20. τοῖς deest in Edd. 27. παντελῶς accessit ex Α. νόμον pro λόγον Edd. repugnantibus Α.Β.)
Δῶ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὅν τρόπον κυλίεται ἡ [*](13) ἅμαξα ἡ γέμουσα καλάμης.