Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Θεοδόσιος δὲ ὁ βασιλεὺς ἀκηκοὼς ὅτι διαβαίνων τὰς Ἄλπεις ὁ Μάξιμος Βίκτορα τὸν υἱὸν ἀπέλιπεν αὐτόθι τῇ τοῦ Καίσαρος ἀξίᾳ τετιμημένον, Ἀρβογάστην ἔστειλε παραχρῆμα τὸν στρατηγόν, ὃς παρέλυσέ τε τῆς ἀρχῆς καὶ ἀπέκτεινε τὸ μειράκιον. τούτων ἀπαγγελθέντων Ἀνδραγαθίῳ τὰ περὶ τὸν Ἰόνιον διερευνωμένῳ πορθμόν, ὅτι μυρίοις περιπεσεῖται κακοῖς ἐπιστάμενος, οὐκ ἀναμείνας τοὺς ἐπιθησομένους αὐτὸς ἑαυτῷ τὴν τιμωρίαν ἐπέθηκεν, καθεὶς εἰς τὴν θάλασσαν τὸ σῶμα καὶ ταύτῃ μᾶλλον ἐκδοῦναι τὰ καθ̓ ἑαυτὸν ἢ τοῖς ἐχθίστοις ἑλόμενος.
Τὴν μὲν οὖν βασιλείαν Θεοδόσιος πᾶσαν Οὐαλεντινιανῷ παρέδωκεν, ὅσην ἔτυχεν ἔχων ὁ τούτου πατήρ, καὶ τοῦτο περὶ τοὺς εὐεργέτας καθῆκον ἔδοξεν εἶναι: τῶν δὲ ὑπὸ Μαξίμῳ στρατευσαμένων ὅσον ἦν ἐπίλεκτον μετὰ τῶν οἰκείων ἀναλαβών, ἀφῆκε μὲν ἐκεῖνον τὰ περὶ τὴν Ἰταλίαν καὶ Κελτοὺς καὶ ὅσα τῆς ἐπικρατείας ἦν τῆς αὐτοῦ διαθήσοντα. συνῆν δὲ καὶ ἡ μήτηρ αὐτῷ, τὸ ἐλλεῖπον ἐν φρονήσει διὰ τὸ νέον τῆς ἡλικίας, καθ̓ ὅσον γυναικὶ δυνατὸν ἦν, ἐκπληροῦσα.
Αὐτὸς δὲ εἰς τὴν Θεσσαλονίκην ἐπανελθὼν οὐ τὴν τυχοῦσαν εὗρεν ἐν τοῖς Μακεδόνων πράγμασι ταραχήν. ὅσοι γὰρ τῶν βαρβάρων ἐν τοῖς ἕλεσι καὶ ταῖς περὶ τὰς λίμνας ὕλαις ἑαυτοὺς ἀποκρύψαντες ἐκ τῆς προτέρας τῶν Ῥωμαίων ἐφόδου περιεσώθησαν, τῆς περὶ τὸν ἐμφύλιον πόλεμον ἀσχολίας Θεοδοσίου τοῦ βασιλέως λαβόμενοι τὰ Μακεδόνων καὶ Θεσσαλῶν ἐλῄζοντο, μηδενὸς αὐτοῖς ἐναντιωθέντος.
ἐπεὶ δὲ
ἀπορῶν τοίνυν ἐκοινώσατο μὲν οὐδενὶ τὸ πρακτέον, ἀναλαβὼν δὲ ἄχρι πέντε ἱππέων τὸν ἀριθμόν, καὶ ἑκάστῳ τρεῖς ἵππους ἢ τέσσαρας ἕλκειν ἀπὸ ῥυτῆρος εἰπών, ὥστε ἐπειδὰν ὁ τὸν ἱππέα φέρων ἵππος ἀπείποι τῷ πόνῳ, μεταβαίνειν ἐπὶ τὸν ἕτερον, τούτῳ τε τῷ τρόπῳ πρὸς πᾶσαν ἀρκέσαι τοὺς ἵππους κακοπάθειαν ἧς κατὰ νοῦν ἔλαβεν ἐγχειρήσεως, οὐδενὶ τῶν θεωμένων ὅτι βασιλεὺς εἴη διδοὺς ὑποπτεύειν, περιενόστει τοὺς ἀγρούς, καὶ εἴ που τροφῆς ἅμα τοῖς σὺν αὐτῷ δεηθείη, παρὰ τῶν ἀγροίκων αἰτῶν, ἐνέτυχε καταλύματι βραχεῖ παρὰ γραὸς οἰκουμένῳ, καὶ στέγης αὑτῷ μεταδοθῆναι καὶ ποτοῦ παρεκάλει.
τῆς δὲ γραὸς φιλοφρόνως αὐτὸν ὑποδεξαμένης, οἴνου τε καὶ τῶν ἄλλων ὅσα ἔτυχεν ἔχουσα μεταδούσης, ἐπειδὴ νὺξ ἐγένετο, αὐτόθι καθεύδειν ἐδεῖτο. τῆς δὲ πρεσβύτιδος καὶ πρὸς τοῦτο ἐνδούσης, κείμενος ὁ βασιλεὺς ἔν τινι μέρει τῆς καταλύσεως ἄνθρωπον ἐθεάσατο φθεγγόμενον μὲν οὐδὲ ἕν, ἐοικότα δὲ λανθάνειν ἐθέλοντι.
καὶ τοῦτο θαυμάσας ὡς ἑαυτὸν ἐκάλει τὴν γραῦν, καὶ ἐπυνθάνετο τίς εἴη καὶ πόθεν. τῆς δὲ ἀγνοεῖν εἰπούσης, καὶ κατὰ ποίαν ἀφίκετο χρείαν, τοῦτο δὲ εἰδέναι φασκούσης ὅτι γε ἀφ̓ οὗ Θεοδόσιος ὁ βασιλεὺς ἐπανιέναι μετὰ τῆς στρατιᾶς ἠγγέλθη, καταλύσας παῤ αὐτῇ καὶ τὴν ὑπὲρ τῆς τροφῆς τιμὴν ἑκάστης ἡμέρας ἀποδιδούς, τὴν ἡμέραν ἅπασαν τῆς οἰκίας ἐξιών, ὅποι βούλεταί τε περινοστῶν, νυκτὸς ἐπαγομένης ἐπανιὼν ὥσπερ ἐκ κόπου τροφῆς τε μεταλαμβάνει καὶ κεῖται κατὰ τὸ νῦν ὁρώμενον σχῆμα, ταῦτα ὁ βασιλεὺς ἀκούσας, τεκμαιρόμενός τε ὡς οὐ προσήκει τοὺς τῆς πρεσβύτιδος λόγους ἀνεξετάστους καταλιπεῖν, συναρπάσας τὸν ἄνθρωπον ὅστις εἴη λέγειν ἀπῄτει.
τοῦ δὲ οὐδὲν ἀνασχομένου παντάπασιν ἀποκρίνασθαι βάσανοι διὰ μαστίγων ἐπήγοντο. τοῦ δὲ