Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὐκ ἄλλως δὲ ἔφασκε δώσειν, εἰ μὴ τὸν κατὰ Μαξίμου πόλεμον ἀράμενος τῇ τε Γρατιανοῦ τιμωρήσειεν ἀναιρέσει καὶ Οὐαλεντινιανῷ πάλιν ἀποδοίη τὴν τοῦ πατρὸς βασιλείαν. ἐπὶ τούτοις ἔτυχέ τε τοῦ γάμου καὶ ταῖς τοῦ πολέμου παρασκευαῖς ὅλον ἑαυτὸν ἐνεδίδου, καὶ συνελαυνόμενος ὑπὸ τῆς γυναικὸς τό τε στρατιωτικὸν ἐφιλοφρονεῖτο σιτήσεων ἐπιδόσεσι, καὶ τὴν ἄλλην ἐκμέλειαν ὑπὸ τῆς χρείας ἀναγκαζόμενος ἐπηνώρθου, διαθεῖναί τε τὰ μετὰ τὴν ἀποδημίαν τὴν αὑτοῦ δεησόμενα προνοίας ἐγνώκει.

Διὰ τοῦτο, ἐπειδὴ Κυνήγιος ὁ τῆς αὐλῆς ὕπαρχος ἐπανιὼν ἐξ Αἰγύπτου κατὰ τὴν ὁδοιπορίαν ἔτυχε τεθνεώς, ὅν τινα δέοι προστήσασθαι τῆς αὐλῆς ὕπαρχον ἀνεζήτει, καὶ πολλοὺς πολλάκις ἀνασκοπήσας εὗρε τελευταῖον ἄνδρα πρὸς τοῦτο ἁρμόδιον. μετακαλέσας τοίνυν ἐκ τῆς Λυκίας Τατιανόν, ἤδη μὲν ἄλλας ἐπὶ Οὐάλεντος ἐγκεχειρισμένον ἀρχάς, ἄνδρα δὲ ἐν πᾶσι σπουδαῖον, ἀναδεικνύει τῆς αὐλῆς ὕπαρχον ἐν τῇ πατρίδι, καὶ τὰ τῆς ἀρχῆς σύμβολα πέμψας αὐτῷ τὸν παῖδα τὸν αὐτοῦ Πρόκλον τῆς πόλεως ὕπαρχον κατέστησεν.

ἀλλ̓ ἐν τούτῳ μὲν εὖ διεγένετο, τὰς μεγίστας ἀρχὰς ἀνδράσι τοιούτοις ἐκδεδωκὼς οἳ καὶ παρὰ τὴν βασιλέως ἀποδημίαν τὰ τῶν ὑπηκόων ἄριστα δυνήσονται διαθεῖναι: τοῖς δὲ στρατιώταις, ἱππεῦσι μὲν Πρόμωτον, πεζοῖς δὲ Τιμάσιον ἐπέστησεν.

203

ἐπεὶ δὲ πρὸς τὴν ἔξοδον οὐδὲν ἐλλείπειν ἐδόκει, λόγος ἐνέπεσε ταῖς βασιλέως ἀκοαῖς ὡς οἱ τοῖς Ῥωμαϊκοῖς τέλεσιν ἀναμεμιγμένοι βάρβαροι δωρεῶν ὑποσχέσει μεγάλων παρὰ Μαξίμου περὶ προδοσίας ἐδέξαντο λόγους, αἰσθόμενοι δὲ ὡς περίπυστον γέγονε, περὶ τὰ τέλματα καὶ τὰς ἐν Μακεδονίᾳ λίμνας συνέφυγον, τοῖς αὐτόθι δάσεσιν ἑαυτοὺς ἀποκρύπτοντες: ἐν οἷς διωκόμενοι καὶ διὰ πάσης ἀναζητούμενοι μηχανῆς κατὰ τὸ πολὺ διεφθάρησαν μέρος, ὥστε τὸν βασιλέα τούτου τοῦ δέους ἀπαλλαγέντα σπουδῇ πάσῃ καὶ πανστρατιᾷ κατὰ Μαξίμου χωρῆσαι.

Ἰουστῖναν μὲν οὖν ἅμα τῷ παιδὶ καὶ τῇ θυγατρὶ ναυσὶν ἐμβαλὼν καὶ τοῖς ἀσφαλῶς παραπέμπουσι παραδοὺς εἰς τὴν Ῥώμην ἐξέπεμπεν ʽἐπεπιστεύκει γὰρ ὡς ἀσμενέστατα Ῥωμαῖοι δέξονται τούτους, ἀλλοτριούμενοι Μαξίμου ταῖς γνώμαισ̓, αὐτὸς δὲ ἅμα τῷ στρατῷ διὰ Παιονίας τῆς ἄνω καὶ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὴν Ἀκυληίαν αὐτὴν ἐλάσαι διενοεῖτο καὶ ἐπελθεῖν ἀπαρασκεύῳ τῷ πολεμίῳ.

Ταύτῃ τῇ πορείᾳ χρωμένου τοῦ Θεοδοσίου, πυθόμενος Μάξιμος ὡς ἡ Οὐαλεντινιανοῦ μήτηρ ἅμα τοῖς παισὶ διαβαίνειν μέλλοι τὸν Ἰόνιον κόλπον, ταχυναυτοῦντα πλοῖα συναγαγὼν καὶ Ἀνδραγαθίῳ παραδοὺς ἐπὶ τὴν τούτων ἔστελλε θήραν. ὃ δὲ περιπλεύσας ἁπανταχοῦ καὶ τῆς πείρας διαμαρτών ʽἔφθησαν γὰρ ἐκεῖνοι τὸν Ἰόνιον περαιωθῆναι πορθμόν̓, δύναμιν ἀρκοῦσαν συναγαγὼν πάντα περιέπλει τὰ ἐκεῖσε,

ναυτικῇ δυνάμει Θεοδόσιον οἰόμενος ἐπιθήσεσθαι. ὄντος δὲ ἐν τούτοις Ἀνδραγαθίου, διελθὼν Παιονίαν καὶ τὰς ἐν τοῖς Ἀπεννίνοις ὄρεσι πύλας ὁ Θεοδόσιος ἀπροσδοκήτοις ἅμα καὶ ἀφυλάκτοις οὖσι τοῖς ἀμφὶ τὸν Μάξιμον ἐπιτίθεται. μέρους δέ τινος τοῦ στρατοπέδου σὺν ὀξυτάτῃ ῥύμῃ τοῖς τῆς Ἀκυληίας τείχεσι προσπεσόντος καὶ βιασαμένου τὴν διὰ τῶν πυλῶν εἴσοδον ʽἀντιστῆναι γὰρ αὐτοῖς οὐχ οἷοί τε γεγόνασιν οἱ φυλάττοντες ὄντες ὀλίγοἰ Μάξιμος μὲν ἐκ τοῦ βασιλείου

204
κατήγετο θρόνου, χρήματα διανέμειν τοῖς ὑπ̓ αὐτὸν στρατιώταις ἀρξάμενος, γυμνωθεὶς δὲ τοῦ βασιλικοῦ σχήματος Θεοδοσίῳ προσήγετο.

ὃ δὲ βραχέα τῶν κατὰ τῆς πολιτείας αὐτῷ πεπλημμελημένων ἐν ὀνείδους μέρει διεξελθὼν τῷ δημίῳ παρέδωκε, τὴν ὀφειλομένην ἐκτίσοντα δίκην. Μαξίμῳ μὲν οὖν τοῦτο τοῦ βίου καὶ τῆς τυραννίδος ἐγένετο τέλος, ἅμα τῷ κατὰ Οὐαλεντινιανοῦ προτερήματι πᾶσαν ἕξειν ἀκονιτὶ τῶν Ῥωμαίων ἀρχὴν ὀνειροπολήσαντι: