Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Προελθὼν δὲ ἐπέκεινα, διά τε τοῦ ποταμοῦ τὴν πορείαν ποιούμενος, ἦλθεν εἴς τι χωρίον ᾧ πόλις ἐπλησίαζε Φισσηνία προσαγορευομένη. ταύτης τῷ τείχει συμπαρέθεε τάφρος, ἣν βαθυτάτην οὖσαν ἐπλήρωσαν ὕδατος οἱ Πέρσαι, μέρος εἰς ταύτην οὐκ ὀλίγον τοῦ πλησιάζοντος μετοχετεύσαντες ποταμοῦ: βασιλέως ποταμὸς ἦν ὄνομα τούτῳ. ταύτην διαδραμόντες τὴν πόλιν ʽοὐδὲν γὰρ ἦν ἐκ ταύτης εὐλαβεῖσθαι πολέμιον̓ ὁδὸν διῄεσαν τέλματι χειροποιήτῳ διάβροχον: οἱ γὰρ Πέρσαι τήν τε διώρυχα τῇ χώρᾳ καὶ τὸν ποταμὸν αὐτὸν ἐπαφέντες ἀδύνατον κατά γε τὴν αὐτῶν οἴησιν πεποιήκασι τῷ στρατῷ τὴν διάβασιν.
ἀλλ̓ ὅμως τοῦ βασιλέως προθέοντος καὶ ὁ στρατὸς ἠκολούθει, βρέχων ἄχρι γονάτων τοὺς πόδας: αἰσχύνην γὰρ ἡγοῦντο μὴ ποιεῖν ἅπερ ἐθεῶντο ποιοῦντα τὸν βασιλέα. ἡλίου δὲ ἤδη δύντος ὁ μὲν στρατὸς ἐπὶ τῶν τόπων
Προελθὼν δὲ ἐντεῦθεν καὶ τῶν αὐτῶν ἐχόμενος πόνων ἡγεῖτο τοῦ πλήθους καὶ τὴν ὁδὸν εὐφορωτέραν ἐποίει. καὶ τούτῳ τῷ τρόπῳ διήνεγκεν ἅπαντας, ἕως ἦλθεν εἰς τόπον ἔχοντα μὲν οἴκησιν οὐδεμίαν, ἄλσος δὲ ἐκ φοινίκων πεποιημένον, ἐν ᾧ καὶ ἄμπελοι παραπεφύκεσαν ἄχρι τῆς τῶν φοινίκων κόμης τοῖς κλήμασιν ἀνατρέχουσαι, παρέχουσαί τε ὁρᾶν τὸν ἐκ τῶν φοινίκων καρπὸν ἀναμεμιγμένον τοῖς βότρυσιν. ἐν τούτῳ τὴν ἐπελθοῦσαν νύκτα διαγαγὼν ἐπὶ τὰ πρόσω τῇ ὑστεραίᾳ προῆγεν.
ἐλθὼν δὲ πλησίον φρουρίου τινὸς πληγὴν καιρίαν δέχεσθαι ἐμέλλησε: τῶν γὰρ ἀπὸ τοῦ φρουρίου τις Πέρσης ἐπελθὼν τῇ τοῦ βασιλέως κεφαλῇ τὸ ξίφος ἐπήλασεν. ὃ δὲ προϊδόμενος ἐπέθηκε τὴν ἀσπίδα τῇ κεφαλῇ, καὶ ταύτῃ τὴν πληγὴν ἀπεσείσατο.