Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
τοῦτον δὲ τὸν τρόπον καὶ τῆς ἀκροπόλεως αἱρεθείσης, ἔρευναν οἱ στρατιῶται τῶν ἐναποκειμένων ποιούμενοι σῖτόν τε ἄπλετον εὗρον καὶ ὅπλα παντοῖα καὶ μηχανήματα καὶ ἐπίπλων πλῆθος οὐ μέτριον καὶ τῆς ἄλλης ἀποσκευῆς. τοῦ μὲν οὖν σίτου τὸ πλέον ἐναπετέθη τοῖς πλοίοις εἰς ἀποτροφὴν τοῦ στρατοῦ, μέρος δὲ τούτου καὶ αὐτοὶ πρὸς ἑαυτοὺς διενείμαντο,
καὶ δίχα τῆς δημοσίας σιτήσεως ἧς εἶχον: τῶν δὲ ὅπλων ὅ??ʼα μὲν ἐπιτήδεια Ῥωμαίοις ἐδόκει πρὸς πόλεμον εἶναι, ταῦτα τῷ στρατοπέδῳ διεδόθη, τὰ δὲ Περσικῇ μόνον ἁρμόδια χρήσει, αὐτοῖς δὲ οὐκέτι, τὰ μὲν πυρὶ παρεδόθησαν, τὰ δὲ τῷ ποταμῷ φέρεσθαι καὶ καταδύεσθαι συνεχώρησαν. ἐντεῦθεν οὐχ ἡ τυχοῦσα τῷ Ῥωμαίων ἀξιώματι προσεγένετο δόξα, πόλεως μεγάλης καὶ τῶν ἐν Ἀσσυρίᾳ μετὰ Κτησιφῶντα μεγίστης, οὕτω τε ὠχυρωμένης, ἐν δύο μόναις ἡμέραις κατὰ κράτος ἁλούσης. ἐφ̓ οἷς ὁ βασιλεὺς φιλοφρονούμενος τὸ στράτευμα λόγοις τε καθήκουσιν ἐτίμα καὶ ἕκαστον ἀργυροῖς ἑκατὸν νομίσμασιν ἐδωρεῖτο.
Ἀλλὰ ταῦτα μὲν ὧδε ἐπράχθη, ὁ σουρήνας δὲ μετὰ δυνάμεως οὐκ ὀλίγης ἔκ τινος τῶν ἐν Ἀσσυρίᾳ πόλεων τοῖς
τοῦτο μαθὼν οὐκ ἤνεγκε μετρίως ὁ βασιλεύς, ἀλλὰ μετὰ θυμοῦ τοῖς ἀμφὶ τὸν σουρήναν ὡς εἶχεν ἐπιπεσὼν τούτων μὲν εἰς φυγὴν ἔτρεψεν ὅσοι διαφυγεῖν ἠδυνήθησαν, τὸ δὲ σημεῖον ἀναλαβὼν τὸ παρὰ τῶν πολεμίων ἀφαιρεθὲν ἐπῆλθε παραχρῆμα τῇ πόλει καθ̓ ἣν ὁ σουρήνας ἀποκρύπτων τὸν λόχον τοῖς κατασκόποις ἐπῆλθεν, εἷλέ τε κατὰ κράτος καὶ ἐπυρπόλησε. τὸν δὲ τῶν κατασκόπων ἡγεμόνα, διότι τοῖς πολεμίοις τὸ σημεῖον ἀπέλιπε, τὴν σωτηρίαν τῆς Ῥωμαϊκῆς μεγαλοφροσύνης ἔμπροσθεν ποιησάμενος, παρέλυσέ τε τῆς ζώνης καὶ ἐν ἀτιμίᾳ τὸ λοιπὸν εἶχεν ἅμα τοῖς κοινωνήσασιν αὐτῷ τῆς φυγῆς.