Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
τῶν δὲ στρατοπέδων ἐν Παιονίαις συνδραμόντων καὶ περὶ Μοῦρσαν πόλιν ἀλλήλων ἐγγὺς γενομένων, ἐν τοῖς περὶ τὰ Ἄδρανα τέμπεσι καθίσας ὁ Μαγνέντιος λόχον ἐπιπέμπει τινὰ τοῖς Κωνσταντίου στρατηγοῖς ἄγγελον, τὴν πορείαν ἀναβαλλόμενον, ὅπως ἂν Σισκίαν οἱ ἐναντίοι καταλάβωσιν: ἐν ταύτῃ γὰρ αὐτόν, ὡς ἀναπεπταμένα πεδία ἐχούσῃ, μάχην συνάψειν.
ταῦτα Κωστάντιος ἀκούσας, καὶ περιχαρὴς τῇ ἀγγελίᾳ γενόμενος, εἰ μέλλοι τῇ ἵππῳ πλεονεκτῶν ἐν ἱππασίμοις πολεμήσειν χωρίοις, ἐξανέστησεν ὡς ἐπὶ Σισκίαν τὸν στρατόν. προϊοῦσι δὲ αὐτοῖς ἀνόπλοις καὶ ἀσυντάκτοις ʽοὐδὲ γὰρ ἤλπιζόν τι τῶν ἐσομένων̓ ἐπιπεσόντες οἱ κατὰ ἐνέδραν τοῖς τέμπεσι προκαθίσαντες λόχοι, καὶ λίθοις ἅπαντας ὡς
πολλῶν δὲ πεσόντων Μαγνέντιος μὲν ἐπὶ τοσούτῳ πλεονεκτήματι μεγαλαυχούμενος, ἀναλαβὼν τὴν δύναμιν, οὐκ ἠνείχετο τῆς ἐπὶ πλέον τοῦ πολέμου τριβῆς, ἀλλὰ ἐπὶ Παιονίαν ἐχώρει, καὶ παραγενόμενος ἐν τοῖς πρὸ τοῦ Ποτοβίου πεδίοις, ἅτινα μέσα τέμνων Δρᾶος ὁ ποταμός, Νωρικοὺς καὶ Παίονας παραμείψας, ἐπὶ τὸν Ἴστρον ἐκδίδωσιν, ἐπὶ Παίονας ἤλαυνε, Σιρμίου πλησίον συνάψαι τὴν μάχην διανοούμενος. φασὶ δὲ ὡς τῆς μητρὸς αὐτῷ ταύτην ἀπαγορευούσης τὴν ὁδὸν καὶ κελευούσης ἐπὶ Ἰλλυριοὺς διαβαίνειν ἠπείθησε, καὶ ταῦτα μάντιν ἀληθῆ ταύτην εἶναι πολλαῖς προλαβούσαις προρρήσεσι πεπεισμένος.
ἀλλὰ Μαγνεντίου διανοουμένου πότερον χρὴ γεφύρᾳ περαιωθῆναι τὸν Σάον ποταμὸν ἢ ζεῦξαι πλοῖα καὶ ταύτῃ διαβιβάσαι τὸ στράτευμα, Κωνστάντιος ἐκπέμπει Φίλιππον, τῶν ἐν μεγίστοις ἀξιώμασιν ἄνδρα καὶ φρονήσει προέχοντα, τῷ μὲν προφανεῖ περὶ σπονδῶν καὶ εἰρήνης διαλεξόμενον, τοῖς δὲ ἀληθέσι τὴν Μαγνεντίου πολυπραγμονήσοντα δύναμιν, καὶ ἣν ἔχει περὶ τὸν πόλεμον ἔννοιαν, καὶ ʽ??ʼοίαις ὁδοῖς χρῆσθαι διανοεῖται.