Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

παραχθέντος δὲ Βετρανίωνος τοῖς Κωνσταντίου λόγοις, ἐπὶ βήματός τινος ἐπὶ τούτῳ κατασκευασθέντος ἀνέβησαν. Κωστάντιος τοίνυν λαχὼν πρῶτος εἰπεῖν διὰ γένους ἀξίωσιν, πανταχοῦ τῶν λόγων τῆς τοῦ πατρὸς ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας καὶ τῶν ὅρκων οὓς ὀμωμόκασιν, ἦ μὴν εὔνοιαν τοῖς τούτου φυλάξειν παισίν, ἠξίου τε μὴ περιιδεῖν ἀθῷον ἀναχωροῦντα Μαγνέντιον, Κωνσταντίνου παιδὸς ὄντα φονέα, μεθ̓ οὗ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς.

τούτων ἀκηκοότες οἱ στρατιῶται, προκατειλημμένοι τε δώροις ἁδροῖς, τὰ κίβδηλα τῆς βασιλείας ἐξεβόησαν ἐκκαθαίρεσθαι, καὶ ἅμα Βετρανίωνα τῆς ἐσθῆτος ἐκδύσαντες κατήγαγον ἐκ τοῦ βήματος ἰδιώτην. Κωνστάντιος δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὸν συγχωρήσας ἐδίδου βίον αὐτῷ διατρίβοντι κατὰ τὴν Βιθυνίαν ἀρκοῦντα. καὶ βιοὺς ἐν ταύτῃ χρόνον οὐκ ἔχων ἔτι πράγματα τετελεύτηκε.

Τούτῳ τῷ τρόπῳ τῆς κατὰ Βετρανίωνος ἀπάτης εἰς ἔργον ἐκβάσης, ἐπὶ Μαγνέντιον ἐλαύνων Κωστάντιος Γάλλον,

102
ὄντα τοῦ θείου παῖδα, Ἰουλιανοῦ δὲ τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφὸν ὁμοπάτριον, Καίσαρα καθίστησι, καὶ Κωσταντίαν αὐτῷ κατεγγυήσας τὴν ἀδελφήν, εἴτε τοῖς Περσῶν πολέμοις ἀντιστησόμενον, εἴτε, ὅπερ ἦν ἀληθές, πρόφασιν τῆς αὐτοῦ βουλόμενος εὑρεῖν ἀναιρέσεως: μόνοι γὰρ ἔτυχον αὐτός τε καὶ ἁδελφὸς ἐκ τοῦ Κωσταντίου γένους περιλειφθέντες, τῶν ἄλλων πρὸς αὐτοῦ πάντων ἀνῃρημένων, ὡς διεξήλθομεν ἤδη.

τούτῳ μὲν οὖν τὸ τοῦ Καίσαρος ἐπιτίθησι σχῆμα, Λουκιλλιανῷ δὲ τὸν πρὸς Πέρσας ἐπιτρέψας πόλεμον αὐτὸς ἐπὶ Μαγνέντιον ἐχώρει, καὶ τὰ Βετρανίωνος στρατόπεδα τοῖς οὖσιν αὐτῷ συμπαραλαβών. καὶ Μαγνέντιος δὲ μείζοσι παρασκευαῖς ἐγνωκὼς ἀπαντῆσαι, Δεκέντιον γένει συναπτόμενον ἐπὶ φυλακῇ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν ἀναδείκνυσι Καίσαρα.