Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῶν δὲ περὶ ʽ??ʼο δεῖπνον ἀνειπόντων αὐτὸν βασιλέα, πάντες ὁμοίως ὅσοι τὴν πόλιν Αὐγουστόδουνον ᾤκουν ʽἐν αὐτῇ γὰρ ταῦτα ἐπράχθἠ τῆς αὐτῆς ἐγίνοντο γνώμης. ἐπεὶ δὲ ἡ φήμη καὶ περαιτέρω διέτρεχεν, ὁ ἐκ τῶν ἀγρῶν ὄχλος εἴσω συνέρρει τῆς πόλεως. ἐν τούτῳ δὲ καὶ ἐκ τῶν ἐν Ἰλλυριοῖς ἱππέων εἰς ἀναπλήρωσιν τῶν ἐν Κελτοῖς ταγμάτων ἀποσταλέντες ἀνεμίγησαν τοῖς ἐπὶ ταύτῃ τῇ πράξει συνειλεγμένοις.

καὶ ἁπλῶς εἰπεῖν ὁμίλου στρατιωτικοῦ παντὸς οἱ προεστῶτες εἰς ἓν συνελθόντες, ἐπειδὴ τοὺς ἀρχηγοὺς τῆς συνωμοσίας ἐκβοήσαντας εἶδον, οὐκ εἰδότες σχεδὸν τὸ πραττόμενον, ἐπεβόων ἅπαντες, Σεβαστὸν ἀνακαλοῦντες Μαγνέντιον. τούτων ὁ Κώνστας αἰσθόμενος ἀποδρᾶναι πρός τινα πολίχνην ὡρμήθη τοῦ Πυρηναίου

100
πλησίον ᾠκισμένην: Ἑλένη δὲ τοὔνομα τῷ πολιχνίῳ. καταληφθεὶς δὲ ὑπὸ Γαΐσωνος, εἰς τοῦτο μετά τινων ἐπιλέκτων σταλέντος, ἀνῃρέθη, πάσης αὐτὸν βοηθείας ἀπολιπούσης.

Μαγνεντίου τοίνυν τὴν ἀρχὴν ἔχοντος καὶ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν καὶ τῆς Ἰταλίας αὐτῆς κυριεύοντος, τὴν στρατηγίαν τῶν ἐν Παιονίαις στρατοπέδων Βετρανίων ἔχειν ταχθείς, ὅτι Μαγνέντιος εἰς βασιλείαν ἤχθη πυθόμενος, εἰς τὴν αὐτὴν ἦλθεν ἐπιθυμίαν καὶ ψήφῳ τῶν αὐτόθι ταγμάτων βασιλεὺς ἀνεδείχθη, καὶ ἐν τῇ Μούρσῃ Παιονίας οὔσῃ πόλει διέτριβε. τούτων οὕτως ἐχόντων Πέρσαι μὲν τὰς τῆς ἑῴας ἐλῄζοντο πόλεις, καὶ μάλιστα τῆς μέσης τῶν ποταμῶν, Κωνστάντιος δέ, καὶ ταῦτα τῷ πρὸς αὐτοὺς ἐλαττούμενος πολέμῳ, τοῖς κατὰ Μαγνέντιον ὅμως ἐπεξελθεῖν ἐγνώκει καὶ Βετρανίωνα.

ταῦτα δὲ αὐτοῦ λογιζομένου καὶ ἐν παρασκευαῖς ὄντος, Μαγνεντίου διατρίβοντος ἐν Κελτοῖς, Νεπωτιανὸς ἐξ ἀδελφῆς Κωνσταντίνου τεχθεὶς Εὐτροπίας ὄνομα, συναγαγὼν πλῆθος οὐ καθεστώτων ἀνθρώπων ἀλλὰ λῃστείᾳ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτοὺς παραδόντων, ἔπεισι τῇ Ῥώμῃ βασιλικὸν σχῆμα δεικνύς.