Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Κωνσταντίνῳ δὲ καὶ Κώνσταντι περὶ τῆς ὑπὸ Καρχηδόνα Λιβύης καὶ Ἰταλίας γενομένης ἀμφισβητήσεως, ἀφυλάκτῳ βουλόμενος ὁ Κώνστας ἐπιθέσθαι τἀδελφῷ ἐπὶ μὲν τριετῆ χρόνον τὴν ἔχθραν ἔμεινεν ἐπικρύπτων, καραδοκήσας δὲ χώρας ἐπιβάντα πρὸς αὐτὸν φιλίως ἐχούσης ἔστειλε στρατιώτας, τῷ μὲν φαινομένῳ Κωνσταντίῳ συμμαχήσοντας εἰς τὸν κατὰ Περσῶν πόλεμον, ἐπιθησομένους δὲ Κωνσταντίνῳ μὴ προϊδομένῳ τι τούτων: οἳ τὰ ἐπιτάγματα πληροῦντες ἀναιροῦσι τὸν Κωνσταντῖνον.
τούτῳ δὲ τῷ τρόπῳ τὸν ἀδελφὸν ὁ Κώνστας ἐκποδὼν ποιησάμενος διὰ πάσης ὠμότητος
πρὸς ἃ δυσχεραίνοντες οἱ περὶ τὴν αὐλήν, ἐπειδὴ ταῖς περὶ θήραν τέρψεσιν αὐτὸν ἐγκείμενον εἶδον, ἡγεμόσι πρὸς τοῦτο χρησάμενοι Μαρκελλίνῳ τῷ τοῦ ταμιείου προεστηκότι καὶ Μαγνεντίῳ τῷ τὴν ἀρχὴν ἐπιτετραμμένῳ τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν ʽτάγματα δὲ ταῦτα --- ἐπώνυμἀ τρόπῳ τοιῷδε τὴν ἐπιβουλὴν τὴν κατ̓ αὐτοῦ σκευωροῦσι.
γενέθλιον ἄξειν ἡμέραν οἰκείου παιδὸς ὁ Μαρκελλῖνος εἰπὼν ἐκάλει πρὸς ἑστίασιν ἄλλους τε πολλοὺς ἐξέχοντας τοῦ στρατοπέδου καὶ Μαγνέντιον σὺν αὐτοῖς: τοῦ δὲ συμποσίου μέχρι μέσων ἐκταθέντος νυκτῶν, ὁ Μαγνέντιος διά τι δῆθεν τῶν ἀναγκαίων ἀναστὰς ἐκ τοῦ δείπνου, καὶ πρὸς βραχὺ τῶν δαιτυμόνων ἑαυτὸν ἀποστήσας, ἐφαίνετο τοῖς συμπόταις ὥσπερ ἐν σκηνῇ τὴν βασιλικὴν ἠμφιεσμένος στολήν.