Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
24.* (v, 294.)
Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρη δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη.
προβλὴς ὡς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη.
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὐ μ’ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου Χέρσιν ἀδουπήτοις βαιὸν ἀειράμενος
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιὸν, ὅπη βατὸν ἔπλετο τεῖχος ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,
μαζοὺς μὲν κρατέεσκον ὑπεθρύφθην δὲ προσώπῳ μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δ’ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δ’ ἐξαλάπαξα φίλης πύργωμα κορείης· ἀλλ’ ἔτ’ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐ δ’ ἔτι με σχήσουσιν ἐπάλξιες ἢν δὲ τυχήσω, στέμματα σοι πλέξω, Κύπρι τροπαιοφόρε.