Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

ια'. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκ́α οὐχ ἧσσον τοὺς Ῥουστίκ́ου ἀπεδέχετο λόγους. συστάσης δὲ καὶ δίς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος , οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας [*](D) ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισμοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ᾿ ᾧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτινῳ λεχθὲν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευμένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε θᾶττον αὐτοὺς διαφθαρῆναι, [*](P. 12Ο) ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους, καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμενοι, καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες, μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν, καὶ πλείστῃς ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον, καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους, καὶ φόνων ἀδικ́ων ἀπέχεσθαι. ἔπει δὲ αὐτοῖς καὶ ἀπετέτμηντο οἱ αὐχέ-

[*](1. εἰρ. δὲ κ. τούτ. R., τούτων οὕτως εἰρημένων vulg. 2. ἀπεδέχετο R., προσίετο vulg. et Intpr. admisit. 5. Pro ἐγχείρημα R. ἐπεχειρῆσθαι. 6. παρανομώτατον R. 8. ἀπαγορευθείσε R. constanti fere vitio. 9. Pro ἀνθ᾿ ᾧν R. ἀνθώνους. 17. θεᾶσθαι R. 19. ἐτεθήπεσε R. qui passira pro αν finali ε ponit. 21. ἀπέχεσθαι. Intpr. addit ἕκαστον: ut vel abstinerent.)
231

νες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο , ἀποβεβληκότες τὸ [*](A. C. 555) χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών. οἱ δὲ Κόλ- [*](I. I. 29) χοὶ αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις, καἰ τὸν πρότερον ἀνανεούμενοι τρόπον.

ιβ΄. Τούτων γεγενημένων, τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα [*](Β) διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥσπη ἑκάστῳ διετέτακτο. ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι, ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σςτηρίχῳ πρὸς αὐτῶν τετολμημένα· τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ, ὡς ἐπειδὴ ἐκπλείστου τὰ περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων, καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι , λύ’ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ τοῦ παντὸς γένους διαπραξάμενον. „Παρὸν τοίνυν ἡμῖν” ἔφασαν οἱ πρέσβεις ἢ ἄρδην ἀπολωλέναι, ἢ προτερήσασι δό- [*](V. 85) ξαν μέν τινα ἴσως παρ’ ἐνίοις ἀπενέγκασθαι προπετείας , καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κὰτ ἐξουσίαν, καὶ τὰ ἡμέτερα αὐτῶν ᾖ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόπολιτεύμενα εἰλό-

[*](6. πολιτεύμενα κ. φ. R. 7. έν τούτῳ. Haec usque ad verba ἔθνος ἐλπίδων p. 233. ed Bonn. v. 2. relata sunt inter Excerpta de legationibus. Μυσιανοῖς Exc. et Intpr. 9. οἱ om. Exc. τὰ om. R. 12. σφᾶς om. R. 14. αὐτοῖς R. Exc. et Intpr. sibi, αὐτὸν vulg. 16. διαπραξάθεον R. 18. τῆς addit R. ante προπετείας.)
232
[*](A. C. 555)

μεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρό- [*](Ι. Ι. 29) που, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας [*](D) βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι, εύκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἄλλο τάχιστα ἡμῖν ἐπιπεσοῦνται , καὶ ἅπαντας, τὸ γε ἐς αὐτοὺς ἧκον , διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγὲ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τολοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι· καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν, οὐδὲ ἄσημον; ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμάς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν, καὶ καρτερώτατα ξυν- [*](Ρ. 121) αγωνιζομένους, ἡ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς, καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων”. ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν, προσίετό τε αὐτοὺς ἀσμενέστατα, καὶ ἐπῄνει τῆς μεταστάσεως, καὶ θαῤῥοῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες,

[*](2. κακηγορημάτων sph. Par. 7. μάλιστα om. R. 9. ἐς om. R. 10. δὲ R. 15. πολέμοντες R. 19. τε om. Exc. 20. τούτους R.)
233

καὶ ἕκαστα διαγγείλαντες, μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλ- [*](A. C. 555) πιδων.

[*](I. I. 29)

ιγ΄. Τοῦ δὲ ἦρος ἀρχομένου, αὐτίκα οἱ τῶν Ῥωμαίων [*](A. C. 556) στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες , ἔγνωσαν κατὰ Μισιμιανῶν [*](I. I. 30) ἐπιστρατεύειν. ἀλλὰ Βούλης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο , φρουρήσοντες τὰ ἐνθάδε , καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἅνδρες [*](Β) ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄνδρες Β τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν , καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζαννικῆς δυνάμεως πρωτοστάτης , ὥς μοι πολλάκις ἐῤῥήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησόμενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν , ἄρχειν τῶν ὅλων ἐλαχέτην , ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλ- χος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνιῶν καὶ [*](C) ἐλασσούμενοι. ὁ μὲν γὰρ ἐν λοχαγοῖς πέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὶν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαῶν βασιλέως 20ἡγεῖτο· μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις·) οὐ μὴν ἐς τοσοῦτον αὐτῷ φρονήἐνέπλησαν

[*](1. ἐνέπλησαν R. 6. φρουρήσαντες R. 8. triamillia Intpr.)[*](13. Pro δὲ R. καἰ. 14. ἕως R., ὡς vulg. 15. Pro τε R. δὲ.)[*](17. στρατευομένων R. 18. ἕτερος R. 21. αὐτῷ φρ. τε R., φρον. τ. αὐτῷ vulg.)
234
[*](A. C. 556)

ματός τε μετῆν καὶ παῤῥησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ [*](Ι. Ι. 30) θαῤῥαλεώτερον ἐγκελεύεσθαι. οὗτος δὴ οὑν ὁ στρατὸς, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν ὧν Ἀψιλίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι, κώλυμα γέγονεν ὅμιλος Περσικὸς, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γᾲρ τῆς τῶν Ῥωμαίων παρασκευῆς, καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς [*](D) ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ πολισμάτων , ᾔεσαν καὶ οἱ ἐπ’ ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν , καὶ ἐς δύναμιν ἐπαρήξοντες. τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες, παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητον τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατεύματα ἠρέμει, κὼ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾷν διανίσταντο, ἀλλ’ ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἰ γέ τις πρότερος ὁρμηθείη. παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ [*](Ρ. 122) προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν τέ ἐστι καὶ πολυάνθρωπον , φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον, [*](V. 86) καὶ οἶον δὴ οὑν ἀεὶ τῶν ὀθνείων ἐφίεσθαι μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις , νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς

[*](2. ἐκκαλεύεσθαι (sic) R. S. ἐκεῖνα R. 9. ταὐτοὶ R. 12. τε om. R. 14. στρατεύματα R. et Intpr. exercitus, στρατόπεδα vulg. 17. μισθοφοροῖς R. ἰὰ τέ γέ έστ. R. 20. τῶν ὀθνείων Par. , τὴν ὀθνείαν R. Lugd. et ed. pr. 22. συμμαχεῖν vulg.)
235

τἀναντια μεταβαλλόμενον. πολλάκις μὲν γὰρ τοῖς Ῥωμαιοις, [*](A. C. 556 I. I. 30) πολλάκις δὲ τοῖς Πέρσαις κατ᾿ ἀλλήλων παραταττομένοις ήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ᾿ ἑκατέρους τραπέντες καὶ μιθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτμαχίᾳ, ὥς μοι ἕκαστα [*](B) προδεδιήγηται. ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος, ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ συγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλιγ́ῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοὶ, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὅντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.

ιδ'. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθοω τινὶ περιαυλίσματι πόῤῥω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντιῴ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον, καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατελοῦσιν, ἤλαυνον εὐθὺς ἐπ᾿ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. περιστάντες δὲ κύκλῳ τὸ ἕρκος, (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ᾿ ἐς ὅσον [*](C) ἱππότου ἀνδρὸς ἔκτοσθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνεθαι,) τούτῳ δὴ οὖν πελάσαντες, ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λιθοις καὶ τοξεύμασι, καὶ παντὶ τῷ προστυχόντι. οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ

[*](2. παραταττόμενοι R. 6. Pro κατέκτειναν R. κατ᾿ ἐκείνοις. 16. ἐπ᾿ αὐτοὺς εὐθὺς R. 19. ἔκτοθεν R. 22. οὖν οὐ πλείους R. et Lugd, sed mg. οὖν πλ.)
236
[*](A.C. 556)

τὸ ἀτρεκὲς ὑποτοπήσαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπε- [*](Ι. Ι. 30) πληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχομένοις. οἱ μὶν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες, καὶ ἐπὶ τοὺς τοίχους ἀναῤῥιχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λώιον τῆς [*](D) ἐχομένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. τούτων δὲ τοῖς πέρσαις ἀπηγγελμένων, αὐτίκα οἶγε ἴλας ἰππέων στέλλουσιν ἐπ’ αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένους. οἱ δὲ Ῥωμαῖοι, εἴξαντες τῷ πλήθει καὶ ὡσπερ ἀρκούμενοι τῷ γεγενημένῳ , ἀπεχώρουν δρομαῖοι, καἰ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες, ἐν τῷ ἀσφαλεῖ καθίσταντο , τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώμενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ· ἐτύγχανεν γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπότου βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. [*](P. 123) ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ’ πέραν τινὰ φεύγοντες πορείαν, καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι, χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.

ιε'. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ’ αὐτὸν ταξιάρχων ἄνδρα οὖννον τὸ γένος , Ἐλμινζοὺρ ὄνομα,

[*](12. εἰσδρ. vulg. 15. δύντων R. 16. σωθῆναι R.)
237

ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱπ- [*](A. C. 556 I. I. 30) πόταις. ἥδε δὲ ἡ Ῥοδόπολίς ἐστι μὲν πόλισμα Κολχικὸν, ὑπὸ περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο , ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου, καὶ φρουρὰν περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖον τινα κατείργαστο [*](Β) οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἴσια τις ξυνελάβετο τύχη. ἐτύγχανον γὰρ οἵ τε τῶν περσῶν φρουροὶ, οὕτω ξυνενεχθὲν , ἐκτός που τοῦ ἄστεος διατρίβοντες, καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω , γᾶι τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καἰ ὅσην μὲν Περσικὴν εὗρεν ἀπόμοιραν , τούτους δὴ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον , ἐπειδὴ αὐτοὺς διέπω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν [*](C) αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ [*](V. 87) πιστότερον, καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὐθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα, καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. τούτου μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου , οἱ μὲν πέρσω εὐθὺς μετανίσταντο, καὶ ἐπανῄεσαν ἔς τε τὸ Κο-

[*](7. R. 10. πλῆθος R. et Intpr. multitudo, πλεῖστον vulg. κεκεδασμένοι R. 15. ὀθνείων coni. R. Vulc. male. 18. πρότερα R., πρότερον vulg. 20. καὶ ins. ex R. 22. Κοταίσιον vulg.)
238
[*](A. C. 556 I. I. 30)

τάϊσιν καἰ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βονλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Mισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ᾿ ἐκεῖνο τοῦ και- [*](D) ροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. οἱ δὲ Ῥωμαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες, καὶ δὴ τῆς προτέρας εἴχ́οντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Mισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Mαρτῖνος, ἐφ᾿ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ πάρει λετο καὶ ἀνέχοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενήκει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπειρᾶσθαι τῶν Mισιμιανῶν, εἴ που ἄραι [*](P. 124) ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν, καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μπαμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαιοις ἐγχειρίσαιεν, καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο , ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. καὶ τοίνυν ἐκ τοῦ Ἀψιλιων γένους λοχίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Mισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς

[*](1. Pro ὡς δὴ R. ἐπειδὴ. 6. Intpr. Tibelium. 13. ἐκείνης R. καὶ om. Par. 18. Pro τοῖς R. τότε. ἐγχειρίσαιεν R. et Lugd. 2. m., ἐγχειρήσαιεν vulg. 22. πρεσβευσομένους R. (Cl.), πρεσβευσαμένους vulg. τοσοῦτον R.)
239

ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνομένοις τὸ τοῦ φθάσαντος [*](A. C. 556 I. I. 30) ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέμιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν ὅ, τι ἄν τις αὐτοὺς [*](B) νεμεσῶν ἀποκαλέσοι , παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα , τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν , καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας, καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.

ις΄. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι, τῶν αὐτῶν εἴχοντο διαπαντὸς ἐγχειρημάτων, ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο , καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμὐνονσιν, ἀλλὰ, τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες, καὶ τῷ οὔνποτε δυνήσεσθαι τοὺς ῾Ρωμαίους παραμείψασθαί τε αὐτὴν [*](C) καὶ ὑπερβαλέσθαι , οἱ δὲ τὰ δεινότερα ἔδρασαν. ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν, οὐδὲ ἔπιμέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον, καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαίνεται, καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ βατὴ εἶναι ῥᾳδίως καὶ εὐεπίδρομος, ὡς εἴγ8

[*](2. ἀθέμιστοι R. , ἀθέμιτοι vulg. 5. ἁπάντων om. R. 6. ye ante Ἀψιλίους ponit R. 7. ἐπεκάλουν R. (Cl.) , ἀπεκάλovv vulg. g. ἀπαγγείλαντας Lugd. 2. m. (Cl.) , ἀπαγγείλαντες R. et vulg. 10. ἐκ παροινίας coni. Vulc. 15. οὔποτε R. (Cl.), οὐπώποτε vulg. 16. γάρ τι R., καί τι Lugd., γὰρ καί τι edd. 21. βατὴ εἶναι ῥ. R., ῥᾳδ. εἶν. β. vulg.)
240
[*](A. C. 556 I. I. 30)

τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοιτοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους , μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύροῦς. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι, ἐς ἀπόνοιαν ἐτράποντο [*](D)βιαιοτάτην. ἀλλ᾿ οἱ Ῥωμαῖοι , τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων , καὶ οὔπω φρουρὰς τῷ λόφῳ καταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥάχιας, καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες, ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. οἱ δὲ Mισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος , αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἶόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, [*](V.88) ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στεῤῥόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. ὀλίγοις δέ τισι τῶν Ῥωμαιων καὶ οὐ [*](P. 125) πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις, (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ᾿ ἔξοχοι ἐς τὰ μάλιστα, καὶ τάγμασιν ἐφεστηκότες,) τούτοις δὴ οὖκ ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομενοις, ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππόται, οἰόμενοι ἅπαντας τῷ πλήθει ζυλλαβοντες ῥᾳδίως διαχειριεῖσθαι. οἱ δὲ τῇ τῶν πολέμων ἐμ-

[*](1. ἀκρονυχίᾳ R. 3. ὁποία R., qui error saepe recurrit. 4. χωρίῳ R. 7. φρουρὰς R. et Intpr. praesidia , φρουρὰν vulg. 11. τὰ add. R. , γε om. idem.)
241

πειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες, ἀρετῆς ἐπεδείκνυντο [*](A. C. 556 I. I. 30) ἔργα καὶ ἦν ἐπιπολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσιν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾷν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων [*](Β) καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ορους ἐπιφανείσης, ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ’ ὁ τῶν Ῥωμαίων στρατὸς, (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἐνέκειντο μάλα διώκοντες, ἴως τοὺς πλείστους πολεμίους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσωθῆναι. εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι , καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἂν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον, καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. [*](C) νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστοτάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδὸν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ [*](20) ἀντιπαρακελεύεσθαι, καὶ ὁποῖα ἀττα τις φήσειεν τοιάδε ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέπαινα ὑπῆρχε τὰ ἐγχειρήματα. ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι, καὶ τοὺς μὲν

[*](11. πολεμίους add. ex R. et Intpr. 13. ἀποσωθῆναι R., περισωθῆναι vulg. 17. νῦν δὲ — καθεστ. om. R. 20. ὁποῖα R., ὁποῖ’ vulg.)
242
[*](A. C. 556 I. I. 30)

τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐρέσκον, ἐπράσσετο οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις, καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παῤῥησιάζεσθαι πρὸς τοὺς πέλας, καὶ [*](D)τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι, ἢ το μὴ τά οἱ δόξαντα διαπραχθῆναι.

ιζ΄. Ἐν τούτοις δὴ οὖν ὄντες, πόῤῥω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ, ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ [*](P. 126) ἐπανερχόμενοι. αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον, ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετιμημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον, ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ ῾Ρουστίκου ἔχων ἐπίταγμα, ἐφ᾿ ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγγέλειν, καὶ τῶν

[*](1. οὐδὲ R., οὐδ᾿ vulg. 2. βεβουληένων R. 4. ἔχῃ R. 11. ἀλλὰ καὶ R. 14. αὐτὰ R. 17. τετιμημένων sph. Par. ᾧ δὴ οὖν R. 20. ἐπαγγέλειν R. 21. τοῖς ante βασ. vulg.)
243

σθαι. οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος [*](A. C. 556 I. I> 30) καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι, ἐυθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοσθεν διαιτωμένοις ἐπιθέσθαι, καὶ τὸ σύμπαν διαταράξαι. [*](Β) τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἐλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ, φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπεῤῥωγυῖαι, ἐπιπλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. τό γε μὴν ἐπιχώριον ἐμπειφίᾳ τῶν τόπων ἔκ τινος στενωτάτης ὁδοῦ καὶ ὑπολανθανούσης, μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως καταφέρονται δὲ ὅμως, εἴπου δεήσοι, καὶ αὖθις ἀνέρπονυσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ [*](V. 89) πίδακες ποτίμου ὕδατος ἀναβλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ καολωνῷ ἐνοικοῦντες. τότε δὴ οὖν, (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖο [*](C) μαὶοι καὶ ἀπεῖργον τὸ μέρος,) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνὴρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇδε φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόῤῥω που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ ὐποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἐπεπορεύοντο, εἵπετο λάθρα ὀ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χω-

[*](1. δ' οὖν R. 4. ἔκτοθεν R. 10. στενωτάτης Cl. στενοτάτης R. et volg. 17 ἀρύοντο R. Ilius Intpr. 21. ἐτορεύορτο R. (ἐπορεύοντο).)
244
[*](A. C. 556 I. I. 30)

ρίον θέσιν, ὡς οἷόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο, καὶ ὅτι οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν ἄνοδον καὶ διαφυλάττειν. ταῦτα τοίνυν ἅπαντα καταγνοὺς, [*](D) αὐτίκα ὑπαναχωρεῖ, καὶ τῷ στρατηγῷ ἕκαστα διαγορεύει. ὁ δὲ ἥσθη τε ἄγαν τῷ ἀγγέλματι, καὶ τῆς ἐπιούσης νυκιὸς ἄνδρας δρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαῤῥαλέους, ἔστειλεν ἐπὶ τὴν ἐφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον, καὶ ἐπιθησομένους ὅπῃ παρείκοι εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα ἀναβαῖεν, τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους διακυκηθῆναι.

ιη'. Ὁ μὲν οὖν Ἰλλοῦς προπορευόμενος ἡγεῖτο τῶν ἀνδρῶν ἐς τὴν ἀνάβασιν, ὡς ἤδη αὐτῷ τῇ πείρᾳ καὶ διεγνωσμένην. εἵπετο δὲ εὐθὺς Ζίπερ ὁ Μαρκελλίνου δορυφόρος, καὶ μετ' ἐκεῖνον Λεόντιος ὁ Δαβραγέζου, καὶ ἐπ' αὐτῷ Θεόδωρος ὁ τῶν Τζάννων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ [*](P. 127) ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων, ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην, καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ περιφανῶς ἐκάθευδον, καὶ ὑπορέγχοντες ἔκειντο. εἷς δέ γε μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος, ὥσπερ ἐγρηγορὼς διετέλει.

[*](7. τὴν χώραν R. 8. ὅπῃ R., ὅποι vulg. 11. διακυγηθῆναι R. 13. ὡς add. ex R. 15. Δαβραγέζου R. h. l. et mox, Δαβραγάζου vulg. 16. οἱ ἄλλοι add. ex R. 20. καὶ αὐτοὺς R. et Lugd. mg., καὶ ὡς αὐτοὺς vulg.)
245

ξυνείχετο γὰρ γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει· οὔπω δῆλος [*](A. C. 556 I. I.30) ἦν ὅποι χωρήσει, ἐπινυστάζων θαμὰ καὶ ἀναπαλλόμενος. ἠν τούτῳ δὲ Λεόντιος ὁ Δαβραγέζου ὑπὲρ τέλματός τινος ὀλισθήσας καταπίπτει ἀθρόον καὶ ὑποφέρεται, καὶ περιῤῥήγνυσι τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος, ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς [*](B) ἥμενοι, τά τε ξίφη ἐσπάσαντο, καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· υμβάλλειν δὲ οὐκ εἶχον, ὅτι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζόμενοι, τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾷν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν, οὐ μάλα ἐναργὴς ἦν, οὐδὲ ἀποκεκριμένος, οὐδὲ ὁποὶος ὅπλα παραδηλῶσαι κατεωεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες, ἀτρέμα ἐμενον, ὥσπερ τῇ γῇ ἐνεῤῥιζωμένοι, καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο, οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὥσπερ εἶχον προσεπεπήγεσαν, [*](C) πήγεσαν, εἴτε πέπρᾳ ὀξείᾳ τυχὸν, εἴτε θάμνῳ τινὶ ἐτύγχανο0ν ἐπιβεβηκότες. εἰ γὰρ μὴ οὕτως ἐποίουν, καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἢν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρίψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυ-

[*](1. καὶ γὰρ ξυνείχετο ὃς R. 2. ὅπῃ R. 6. διεπτόμενοι R. 8. τοὺς R., τὰς vulg. 9. γεγεννημένον R. 16. ὥσπερ R., ὅπως vulg. 18. οὕτω R.)
246
[*](A. C. 556 I. I.30)

δοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευόμενοι. καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστοχασμένοι, ἐνεκαρτέρουν τῇ τάξει, καὶ διενοοῦντο ἐν ἑαυτοῖς [*](D) ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς μηδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν εἰς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες.

ιθ΄. Τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυομένοις ἐπιβάντες, ἀπέκτειναν τούς τε ἄλλους, καὶ πρός γε ἐκεὶνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἐπικαλέσοι. καὶ τολοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες, [*](V. 90) ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες, ὅμως ἀνεγρόμενοι ἐπ᾿ ἀλλήλους φοιτᾷν ἵεντο καὶ ξυναθροίζεσθαι, [*](P. 128) ἄλλος ἄλλοθεν διεκπηδῶντες. ἀλλ᾿ οἱ Ῥωμαἰοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες, καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιούμενοι, πλεὶστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν, καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε

[*](3. ἔγωγε add. ex R. 4. χρόνου R., χρόνῳ vulg. 7. μηδὲν R., οὐδὲν vulg. 9. τότε δὲ R. 12. ἐπικαλέσοι R., ἀποκαλέσοι vulg. 17. ἄλλος R., ἄλλους vulg. 21. ἢ μᾶλλον R., ἥμελλον in mg.)
247

ξυνέῤῥει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω- [*](A. c. 556 I. I. 30) μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ’ ὠμότατα καὶ αὗται ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην, ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα, ἐτεθνήκει , τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον [*](B) ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασι. τὰ δὲ, (ξύλοις γὰρ καὶ ἐτύγχανον ἐσκευασμένα,) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτον μεγέθους ἐξήρθη , ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς πορρωτέρω ἔτι τὰ ποιούμενα διαγγέλλειν. τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἶκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθμυριζόμενοί τε καὶ τἀς τεκούσας ἀναβοῶντες, ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες, διεσπάραττον· ἔνιοι δὲ [*](C) ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνεῤῥίπτοντο, χαἰ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι, ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες, ἐν τῷ μετεώρῳ διεπερονῶντο. καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι, καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέ-

[*](2. αὑται R., αὐταὶ vulg. 9. τοσοῦτο R. 10. ποῤῥ. ἔτι R., ἔτι ποῤῥ. vulg. 11. ἀπόλλυντο R. διαπίπτουσιν R. 22. ἔδει R. et lntpr. non tantopere erat desaeviendum , ἐπεὶ vulg. ὅσον R. Lugd. 1. m. et ed. pr. , ὅσιον Lugd. mg. et Par.)
248
[*](A. C. 556)

φὴ , καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα, [*](Ι. I. 30) παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται.

κ΄. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοιοῖσδε κακοῖς διανυσθείσης, ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι , τότε ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι, τοῦ φρουρίου ἐκβάντες , ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς [*](D) ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις, διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι, συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες, κὼ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις διακεχαραγμένοι τὰ σκέλη· καὶ ἐπ’ ἐκεῖνον αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καἰ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν [*](P. 129) οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ, καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορκίαν. οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα ναὶ ἐπιέζοντο, πλὴν ἀλλ᾿ οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες , ἐπ᾿ ἐκεῖνα δὴ τὰ

[*](1. έν τοῖς τοίοις R. 5. Pro τε R. δὲ. 22. ἀνίεσαν R. (Cl.), ἀνήεσαν vulg. 23. ἐπ᾿ ἐκεῖνα R. (Cl.), ἐπέκεινα vulg.)
249

τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν [*](A. C. 556 I. I. 30) δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι , Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνὴρ , ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ, καὶ πλήττει καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἔξετινάχθη ὁ σπαλίων, καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου, ἀνεκαλύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι [*](Β) κατακοντίζοντες ἔκτειναν, εἶς δέ γε ἀποδρὰς ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον τοξευθεὶς διαφθείρεται. καἰ αὐτοῦ καταπεσὼν, ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος μεθεὶς, τῷ δὲ πλείονι μέρει [*](V. 91) πρὸς τὰ ἔνδον παρατεταμένος. τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ, καὶ σημεῖόν τι, οἶμαι , τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως τε καὶ ἀπειρηκότες τοῖς πόνοις, καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· ταῦτα δὴ οὖν ἀναλογισάμενοι, καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν , καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται [*](C) οὐδὲ περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ τότε γοῦν ἀναμνησθέντες, εὐθὺς ἐπρεσβεύοντο πρὸς Ἰωάννην, καὶ ἱκέτευον, μὴ σφᾶς πανωλεθρίᾳ διαφθεῖραι, μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδο-

[*](2. Surranus Intpr. 7. μὲν ins. ex R. ἀποδρὰς R., ἀποδράσας vulg. Pro καὶ ἤδη R. καὶ δὴ. 15. δυναστείας R.)[*](17. ἀναλογισάμενοι R., λογισάμενοι vuig. 20. ἐπρεσβεύοντο αὖθις R., Intpr. particulam omittit.)
250
[*](A. C. 556 I. I. 30)

ξον τὰ ἐς τὸ θεῖον καἰ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι, τοσαῦτα ἤδη δεινὰ πεπονθότες , καὶ μεγίστας ποινὰς ἀναπλήσαντές, καταφλεχθείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος, [*](D) ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων, καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαῤῥυῆναι τὸ φῦλον. ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ίκπειαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυνεύειν, καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηπο τοιγάρτοι ὁμήρους λαβὼν, καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισδισμυρίοις τε καὶ ὀκτακισχιλίος πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα [*](P. 130) δὴ οὖν ἀπειληφὼς καἰ λείαν πολλὴν περιβαλόμενος, ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι, καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκεν, κλεινὸν ἅμα καὶ ἀγέρωχον, καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον ἀποκομίσας τὸ στράτευμα.

κα'. Mετὰ δὲ ταῦτα βασιλεὺς Ἰουστινιανὸς, καθελὼν παντάπασι τῆς ἀρχῆς τὸν Μαρτῖνον, ὁ δὲ Ἰουστῖνον τὸν Γερμα-

[*](2.μὴ R. 5. τἤς τοῦ φρ. περ .R., τῆς π. τ. φρ. vug. 8. γε om. R. 14. τε add. ex R. 16. περιβαλλόμενος R.)
251

νοῦ καδισ́τησιν ἀντ’ αὐτοῦ στρατηγὸν αὐτοκράτορα τῶν τε [*](A. C. 556 I. I. 30) κατὰ τὴν Κολχίδα χώραν καὶ τῶν ἐν Ἀρμενίᾳ ταγμάτων. ἥν μὲν γὰρ αὐτῷ καὶ πρότερον οὐ μάλα πρὸς θυμοῦ πρωτεύειν ἐκεῖνον ἁπάντων καὶ ἐξηγεῖσθαι , ὡς δὴ τῆς κατὰ Γουβάζου[*](B) ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον. κατεῖχε δὲ τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι τὸ ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι τῶν τῆδε πραγμάτων, καὶ μάλιστα τῆς στρατιᾶς ἡδομένων τῷ Mαρτιινῳ , διὰ τε τὴν τῶν πολεμικῶν ἔργων ἐμπειρίαν καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. οὗ δὴ ἕνεκα, οἶμαι, καὶ διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστικῳ ξυνεεθνήκει· νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καἰ τῆς εὐβουλίας ᾖ δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον , ἐφῆκε μὲν τὸ ἐπίκλημά, ανρχειν δὲ οὐ ξυνεχώρει ἀλλὰ ἰδι- [*](C) ωτεύειν ἐκέλευεν , ἀρκεῖν ἡγούμενος ἀτιμιᾴ γε αὐτὸν τιμωπήσασθαι, εἰ καὶ τοσούτου μιάσματος μετειλήχει. ἐπειδὴ οὖν οἵ τε Πέρσαι ἠρέμουν , καὶ ἐκεχειρίᾳ ἐῴκει τὸ χρῆμα , τότε δὴ τὸν μὲν ἀπεώσατο, Ἰουστῖνον δὲ προσήκοντά τέ οἱ ὡς ἐγγύτατα κατὰ γένος, καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι δοκοῦντα, μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν

[*](5. δὲ om. R. 8. καὶ μάλιστα R., μἀλ. καὶ vulg. τῆς στρα τιᾶς R. et Lugd., τῶν τῆς στρ. edd. ex coni. Vulc. n. συνετ. ετ. vulg. 14. τοὔνομα R. pro τοῦ νόμου. ἀτιθdσσευτον vulg. 18. xe add. ex R.)
252
[*](Α. C. I. I. 30)

τε αὐτῷ παραδίδωσι τὴν ἀρχὴν, καὶ αὖθις ἐς Κόλχοις ἐκ- πέμπει τοῖς ἐφεξῆς ἁρμοσόμενον. ἦν δέ τις ἐν τῷ ἀμφ’ αὐτὸν ὁμίλῳ Ἰωάννης ὄνομα, Λίβυς ἀνὴρ , ἀφανὴς μὶν πρῶτα καὶ πενιχρότατος, ὡς καὶ τοῦ ἀποζῆν ἕνεκα μισθαρνεῖν [*](D) ἑτέρῳ τῳ καὶ ξυνέπεσθαι τῶν δορυφόρων καὶ τὰς τῶν στέγειν ὀδύνας, οὐ πολλῷ δὲ ὕστερον ἐπὶ μέγα πλούτου τε καὶ ἀλαζονείας ἠρμένος. πλεῖστα γὰρ ὅσα μηχανησάμενοι [*](V.92) καὶ διὰ ποικίλης χωρήσας ἐννοίας, γνωρίζεται οὐκ ἐς μακρὰν τῷ Ἰουστίνῳ, κάκιστος δὲ ὢν καἰ πανουργότατος, καὶ οἶος ούδὲν ὁτιοῦν τῶν ἀδίκων τε καὶ ἀνοσίων ἐγχειρημάτων κέρδους ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσοῦ αἰτεῖ τὸν στρατηγὸν, ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι, καὶ πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι [*](P. 131) ὀπαδοί τε καὶ ὑπηρέται καἰ δορυφόροι, ἀλλὰ καὶ τούσδε ἅπαντας τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. ταῦτα δὲ πράττων ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρύσιον ἅπαν καὶ ἀντικαθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὡσπερ ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι . καὶ ἐδόκει μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον· ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ

[*](2. ἢν δέτις. Hacc omnia usque ad ἐπιχειρητέα p. 255. ed. Bonn. v. 23. om. Intpr. 3. ἀνηρὸν R. 5. ἐτέρῳ τε R. 11. μέρος R. 13. ἕληον R. 17. ἀποσώσειν R. et Lngd. 1. m., ἀποδώσειν vulg. ex corr. Lugd. 18. ἀντικαταθεῖναι coni. Cl. λάβῃ R.)
253

Αιβ́υος ἀβελτηρια, ἐπιστάμενον ὡς οὐκ ἂν τὴν ιπóσχεσιν διανύσειεν [*](Δ. C. 556 I. I. 30) νύσειεν μὴ ἄδικα δρῶν καὶ βίαια ἔργα, καὶ παρανόμοις τιισὲν ἐμπορίαις λυμαινόμενος ἁιπαντας, οἷς ἂν ὁμιλήσειεν· ὁ δὲ προσήκατό τε τοὺς λόγους, καὶ τὸ χρύσιον παραδοὺς ἐπὶ ταἴς [*](B) ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ, τι καὶ βούλοιτο.

κβ΄. Τότε δὴ οὖν ὁ Ἰωάννης ταῖς Ῥωμαἰ·κ· αfς κωιμαις ἐπιφοιτῶν, ὁπόσαι ἀνὰ τὴν πορείαν πτύγχανονͅ ἱδρυμέναι, καὶ τοὺς οἰκήτορας ἀγείρων, οὖ μὲν βόες ἄφθονοι οὐκ ἦσαν, ὁ δὲ τούτων δεῖσθαι τὸ στρατόπεδον ἐδημηγόρει. καὶ τοίνυν εἔκοσι τάλαντα προφέρων,τοσούτων ὑμᾶς” ἔφασκεν ,,ἀνάγκη χρημάτων ἀποδόσθαι καὶ μεῖον οἰκ ἔνεστιν . ἀλλὰ τὸ τίμημά δέχκσθε χεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἁιπαντας τοὺς βόας ἀποκομιεἴτε.” τῶν δὲ ἱκπευόντων ἀνεῖναι καὶ ἐπομνυμένων, ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι, ἀνενευε μάλα σεμνῶς ὁ κατάρατος, καὶ δεινὰ ἐποιεῖτο εἰ μηδὲ [*](C) πριάσθπι τῷ στρατηγῷ ἐξείη τὰ ἐπιτήδεια. καὶ ἐς τοσοῦτον ἐνέκετιο χαλεπαίνων , ἕως ἐκεῖνοι τὰ τιμιώτατα τῶν κτημάτων ἀπεμπολήσαντες, καὶ χρύσιον, o̔ισον οἷόν τε ἦν αὐτοῖς, συνερανισάμενοι, παρέσχον τῷ κακοδαίμονι λύτρα τοῦ ἐπιοτάγματο. πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγενόμενος, ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούπο, ὁ δὲ τούτων ἕνεκα ἥκειν ἐβόα, καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπε-

[*](10. Pro ὁμᾶς R. ἡμῶν. 11. δέχεσθαι R. 15. μάλα R., μάλιστα vulg. μηδὶ R., μὴ vulg. 16. ὅς R. pro ἐς. 18. αύτοῖς om. R. 19. συνερανισάμενοι R., ἐρανισάμενοι vulg. 20. ἑτέρωθεν R. παραγενόμενος R., παραγινόμενος vulg.)
254
[*](C. 556 I. I. 30)

δείκνυε χρυσίον, καἰ πάλιν λαβὼν ἀπεχώρει. οὕτω δὴ οὖν ἁπανταχοῦ περινοστῶν καὶ ἀναζητῶν τὰ μὴ παρόντα, καὶ [*](D) μηδὲν μήτε ἀπεμπολήσας πώποτε, μήτε πριάμενος, μήτε ἄλλως πως ξυμβαλὼν , ἠργυρολόγει καὶ εἰσέπραττε τοὺς μηδὲν ὁτιοῦν ἐπωφληκότας, τάχιστά τε ἤδη τὸ ἀρχαῖον ἐδιπλασιάζετο τοῖς προσγινομένοις. ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκετο, ταὐτά τε ἔπρασσε, καὶ πρός γε ναῦς φορτίδας οὐκ οἴδα ὅπως ἐπικτησάμενος, καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα ξυναθροίζων, καἰ πολλὰ ἐλαχίστου ὠνούμενος, ἐς τὴν ἀλλοδαπὴν ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ πόας εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ· παλιγκάπηλος μέγιστα κέρδη προσεποιεῖτο. ἐκ τούτων δὴ οὖν τῶν [*](Ρ. 132) πόρων τὰ ξυγκείμενα πρὸς Ἰουστῖνον ἐπετέλει , τάς τε τροφὰς παρεχόμενος καὶ τῷ προτέρῳ χρυσίῳ προσεπιβάλλων. ὁ δὲ, καίτοι γιγνώσκων τὰ ποιούμενα, πολλάκις τε τῶν λεηλατουμένων ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ προκαλινδουμένων, λώφησιν τε γενέσθαι σφισι τῶν κακῶν ἀντιβολούντων, ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας, ἤσθιεν ἀδεῶς ἐκ τῶν ἀδικημάτων, καὶ ἥδετο μὲν ἀπριάτην εὐωχούμενος, καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβρι-

[*](2. ἁπανταχεῖ R. 4. τοὺς μηδὲν R., τοὺς οὐ μηδὲν vulg. 6ἀφίκοντο R. ταὐτά τε R., ταῦτά τε Lugd. et ed. pr., γ᾿ sph. Par. 7. γεννᾶίς R. pro γε ναῦς. 8. βεβαιοτατα R. 13. καὶ ante ἐκ ins. R. 18. σφίσι add. ex R.)
255

θέστερον ποιῶν τὸ φασκώλιον. ἤμελλε δὲ ἄρα χρόνῳ ὕστερον [*](Α. C. 556 I. I. 30) ποινὰς μεγάλας ἡλίκας ἀποτιννύναι. εἰ γὰρ καὶ μυρίους μετὰ ταῦτα διήνυσε πόνους, καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ Ἰστρον ποταμὸν, τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ’ οὐδὲν ἐνθένδε ἥ τοῦ κρείττονος ἐθωπεύετο δίκη, [*](B) οὐδὲ τούτοις ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δὲ, οἶμαι , ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς [*](V. 93) τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν , μετὰ χρόνον δὲ ὡς τὰ [*](10) πολλὰ καὶ ἴσως ἡνίκα τῶν εἰργασμένων ἐπιλελήσμεθα . ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ’ ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον ἐπιστάται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν [*](C) ἡμαρτημένα. ἀλλ’ ὁποῖα μὲν ἀττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξὺν ἠνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἥνικα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος, ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον, καὶ τοῖς ἑξῆς ἐπιχειρητέα·

[*](1. φασκόλιον R. 16. ὅτε R.)
256
[*](Α. C. 556 I. I. 30)

κγ΄. Ὧδε γὰρ τῶν ἐν Λαζικῇ πραγμάτων ἐχόντων, καὶ Ἰουστίνου ἐπὶ πᾶσι στρατηγοῦ καταστάντος, οὔτε οἱ Πέρσαι ὡς ἀναμαχούμενοι παρεσκευάζοντο, καὶ μέντοι οὐδὲ οἱ Ῥωμαῖοι ἐπῄεσαν· ἀλλὰ προφυλακὰς μὲν ἀμφότεροι ἐποιοῦντο, [*](D) καὶ τὰ ἀλλήλων βουλεύματα ἐς ὅσον ἐνῆν ἀπεσκόπουν καὶ διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ’ ἔμενον ἡσυχῇ· αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διωρισμένον. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸςτῷ Φάσιδι ξυμβεβηκότα , καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος, ὠμότατα μετῆλθε κατὰ τὸν πάτριον νόμον. οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ’ ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέ- [*](P.133) δειρεν ἅπαν μέχρι τοῖν ποδοῖν, καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων ἐς τοὔμπαλιν ἀποφαίνεσθαι, καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οὐκτρόν τι θέαμα καὶ μιαρώτατον, καί πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν Χοσρόου περσῶν βεβασιλευκότι τετολμημένον. τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλλούμενα τῷ Φρυγὶ, ὡς ἔρις αὐτῷ πρὸς Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπι-

[*](1. τῶν om. R. 3. παρασκευάζοντο R. 15. ἀναστραμμένον R. 16. ἀποφαίνεσθαι R., ὑποφαίνεσθαι vulg. 17 ὑπὲρ R. et Intpr. super, ὑπὸ vulg. 18. Σαβώρῃ R., Σαβόρῃ vulg., Savorum Intpr. At infra R. recte Σαπώρην scribit. Μαρσύαν R.)
257

ωήμης,ὅτι τε ¨ησσήθη άνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα[*](A. C. 556 I. I. 30) δααέώς, ἄτε δῆθεν, εἰ μὴ λίαν εὔηθες εἰπεῖν, οἰκείῳ θεῷ ἀνταυλήσας, καὶ ὡς τήνδε ἀνέπλησε τὴν τιμωρίαν τῆς προπετείας ὑπὸ τοῦ νενικηκότος, ἀποδαρὲν αὐτῷ ἅπαν τὸ δέρμα καἰ [*](B) ἐπὶ δένδρου ᾐωρημένον • ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν, οὔτε τὢν εἰκότων ἐστοχασμένα. εἴγε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι, καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνη, καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν ἐπαγαγεῖν τῷ ἡττημένῳ· πῶς δὲ ἂν καἰ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρον φαινόμενον τῆς ἀπανθρωπἰας τὸ κατηγόρημα; ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾳνδουσι, καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὦν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενημένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ Δὐτῷ Διονυσιακὰ ἐπωνόμασται, οὐκ οἴδα ἐφ’ ὅτῳ ὀλίγα ανττα [*](C) τοῦ Ἀπόλλωνος πέρι ἀφηγησάμενος, (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι,) εἶτα ἐπάγει·

  • Ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας ,
  • Δέρμα παρẉ́ρησε φυτῷ κολπούμενον αὔραις.
  • oὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο ουνπω τῷ ἀνθρωπείῳ

    [*](2. θεῶν R. 6. τερατεία R., τεράστια vulg. et Intpr. miracula. 7. εἴτε R. 13. ὣν R. ct Intpr. quos intev, ᾦ vulg. i8. Dionys. 1.42.43 Omissum csse ab Agathia vcrsum qui hos cxcipit: Γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος, non credo. 19. Δέρμ᾿ Lugd. παρῃώρησε Nonn., ἐπῃώρησε R., dπηώρησε vulg. 20 Pro τοῦτο R. τοῖς γε, et in mg. τότε γε.)
    258
    [*](A. C. 556 I. I. 30)

    εγένει διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς ὀρθῶς ἀναθεωρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν, ἀλλὰ μὴ ποιητικῇ θεολογι παρακρουομένοις. ὁ δὲ Σακπώρης ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος, ὀξὺς μὲν εἰς ὀργὴν καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ καὶ συγγνώμην, εἰ [*](D) μὲν καὶ ἐθ᾿ ἑτέροις αὐτῷ πρότερον τόδε τὸ ἄγος ἔξείργασται, [*](V. 94) οὐκ ἔχω σαφῶς ἀπισχυρισασθαι· ὅτι δὲ Βαλεριανὸν τὸν Ῥωμαίων ἐν τῷ τότε βασιλέα προσπολεμήσαντά οἱ καὶ εἶτα νενικημένον, ὁ δὲ, ξωγρείᾳ ἑλὼν, τόνδε τὸν τρόπον ἐτιμωρήσατο, πολλὴ μαρτυροῦσα ἡ ἱστοριια. καὶ τάχα οἱ πρώτιστοι τῶν μετά τὴν Παρθυαίων κατάλυσιν τῆς βασιλείας τῆς Περσαῆς ἐπιλαβομένων, Ἀρταξάρης, φημὶ, καὶ Σαπώρης, μιαρώ γε ἤστην ἄμφω καὶ ἀδικωτάτω, εἴγε ὁ μὲν τὸν οἰκῖον δεσπότην ἀπεκτονὼς, τυραννικήν τε καὶ βιαίαν τὴν ἀρχὴν κατεστήσατο· ἅτερος δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου.

    [*](P. 134)

    κδ΄. Ἔπεὶ δέ δέ μοι ὁ λόγος, διὰ τῶν ἀεὶ παρεμιπτόντων φερόμενος, πάλιν ἐς Ἀρταξάρην ἀφίκετο, καιρὸς ἂν εἴη ἐκπληροῦν νῦν τὸ πρότερον ἐπηγγελμένον, καὶ τῶν ἐφεξῆς βασιλέων ἐπιμνησθῆναι. οὗτος μὲν οὖν ἐξ ὦν τε ἔφυ καὶ ὅπως καἰ ὅν-

    [*](3. ὅνθεολογίᾳ R. quod praetuli, μυθολογίᾳ vulg. et Intpr. figmenta. Σαπώρης R. ubique, Σαβόρης vulg. et Intper. Sabores. 4. καὶ ante ὀξὺς vulg. 5. Pro εἰ μὲν καὶ R. καὶ εἰ μὲν. 7. 'Ρωμαίον (sic) R. corr. pro 'Ρωμαίων. 11. τῆς Περσ. βασιλείας vulg. 12. Ἀρταξάρσης R. 14. βιαίαν R., βίαιον vulg. κατεκτήσατο R. et Intpr. sibi vindicavit. 19. καὶ ante ὅντινα add. ex coni. Class., quam confirmat Intpr. quibus sit parentibus ortus, qua de causa quove modo cidarim sumserit, ὁποτόν τινα τρόπον coni. los. Scaliger.)
    259

    τινα τρόπον τὴν κίδαριν ἀνεδήσατο, ἤδη μοι ἐς τὸ ἀκριβὲς [*](A. C. 556 Ι. Ι. 30) προαφήγηται ἐκεῖνο δὲ μόνον προσθείην ἂν ἐπ’ αὐτῷ, ὡς ἔτεσιν ὕστερον ὀκτώ τε καὶ τριάκοντα καὶ πεντακοσίοις Ἀλεξάνδρου Ἀλεξάνδρου τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου ξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας αβομένῳ τῷ Ἀρταξάρῃ, καθ᾿ ὃν πρότερον ἀπήγγελται τρόπον, διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν [*](B) μηνοῖν ἐνδεόντοιν. διαδέχεται δὲ τὸ κράτος Σαπώρης ἐκεῖνος ὁ ἐναγέστατος, καὶ διεβίω πρὸς τῷ ἑνὶ τριάκοντα τοὺς πάντας οἐνιαυτοὺς, ἐνιαυτοὺς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους τὸν βασιλέα σφῶν ἀνελὼν, καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει, καὶ δὴ τήν τε ἢν τῶν ποταμῶν ἐδῄωσε χώραν, καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην, Κίλικάς τε ἐληίσατο καὶ Σύρους, καὶ μέχρι τῶν Καππαδοκῶν ἐλάσας, ἐξαίσιον πλῆθος φόνων κατείργασται, ὡς καὶ ἁ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώπων, καὶ πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἔξανέχοντα, [*](C) καὶ οὕτω καθιππεύειν ἐν αὐτοῖς, καὶ διαβαίνειν ὥσπερ ἐφ’ ὁμαλοῦ τὰς ἀκρωρείας. τοῦτον μὶν οὖν οἴκαδε αὖθις ἀφιγμένον, καὶ οὐ μετρίως χρησάμενον οἶς ἀσεβήσας ἐτύγχανεν,

    [*](3. τε add. ex R. 4. Aera Alexandri, qua Christiani in Assyria sub illo nomine adhuc utuntur, incipit a. u. c. 443., 13. post regis Macedonis obitum annis: eius annus 538. est quartus imperii Alexandri Severi. Agathias, nomine deceptus, eam ab Alexandro Macedone, sive mortuo sive regnum Asiae adepto, supputari sihi persuasit. 5. τοῦ M. R., τῆς Μ. vulg. 6. πρότερον add. ex R. ἀπήγγ. τρ. R., τρόπον ἀπ. vnlg. 8. Σαπόῤης edd., Σαβόρης Lugd. 10. λυμαινόμενος R., λυμηνάμενος vulg. 15. κατείργαστο Lugd. mg.)
    260
    [*](A. C. 556 I. I. 30)

    ἀλλὰ πρὸς ἀλαζονείαν ἀρθέντα πολλὴν, ἀπέπαυσεν οὐκ ἐμακαν τοῦ φρυάγματος Ὀδέναθός ὁ Παλμυρηνὸς, ἀνὴρ ἀφανὴς μὲν τὰ πρῶτα καὶ ἄγνωστος, ταῖς δὲ Σαπώρου συμφοραῖς καὶ οἷς ἔδρασεν ἐπ’ αὐτῷ, μεγίστην ἀράμενος δόξαν, καὶ πολλοῖς τῶν πάλαι ξυγγραφέων ἀξιαφήγῦος γεγενημένος. τεθνηκότος κότος δὲ Σαπώρου, ῾Ορμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν παραλαμβάνει, καὶ ὸιεβιω ἐν αὐτῇ χρόνον ἐς ὅ, τι ἐλἀχιστον· [*](D)ἐνιαυτὸν γὰρ ἕνα καὶ δέκα ἡμέρας τῆς τύχης ἀπωνατο, μηδὲν ὁτιοῦν δράσας ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην, καθαπου καὶ ὁ μετ’ ἐκεῖνον Οὐαραράνης, τρισὶν ἔτεσι βασιλεύσας. ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι, ἑπτακαἰδεκα δὲ κατὰ τὴν βασιλειᾶν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος Οὐαραὸάνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς βασιλείας, Σεγὰν δὲ σάα ἐπεκλήθη, οὐκ ἀπεικὸς, οἶμαι, οὐδὲ αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. οἱ γὰρ τῶν Πρσῶν βασιλεῖς, ἡν καὶ μέγιστον ἔθνος τῶν πλησιχώρων καθέλοιεν προσπολείιγ́σαντες, καὶ τῆς ἐκείνων ἐπιλάβοιντο χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες , ἐφιᾶσιν ἐνοικεῖν τε [*](P. 135) καὶ ἀροῦν τὴν δορυάλωτον· πλὴν ἀλλὰ τοὺς προτέρους

    [*](1.ἀλλἀ add. ex R. et Intpr. sed. 2. ὁ δὲ Νάθος R. 3. ἄγνωτος edd. Σαπόρου vulg. 5. τῶν R. (Cl.), τοῖς vidg. 6. ᾿Ορμισδάτη R., Ὀμισδάτης vnlg., Μισδάτης Lugd. mg., Intpr. Ormisdas. 10. Οὐραράνης Par. et Intpr. hic et infra. 11, γεννηκάτι R., γεγενηκότι sph. Par. 14. Σεγὰν δὲ σάα corrcxi ex vestigiis depravatae scripturae in R. Σεγανδεσβἀ, pro vulg. Σεγαμασὰ δὲ, Seganesna Intpr. dπεικòς Λ, ἀπεικότως vulg. 15. ἔθους R. et Intpr. moris, ἔθνους vulg,)
    261

    γένους ἡγεμόνας οἰκτρότατα καταλύοντες, οἱ δὲ τοῖς σφετέροις [*](Α. C. 556 Ι. Ι. 30) παισὶ τὴν τῆς ἀρχῆς προσηγορίαν ἀπονέμουσι, μνήμης, ὡς ἔοικεν, ἕκατι καἰ κόμπου τῆς ἐπὶ τῷ τροπαίῳ μεγαλαυχίας. ἐπειδὴ οὖν καὶ τὸ τῶν Σεγεστανῶν ἔθνος Οὺσραράνῃ τῷ τοῦδε πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο· δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν βασιλεὐς.

    κε'. Τούτου δὲ θᾶττον διαφθαρέντος, Ναρσῆς εὐθὺς τὴν βασιλείαν ἐνιαυτοῖς μὲν ἑπτὰ, μησὶ δὲ πέντε μετῆλθε. διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς, καὶ κληρονομεῖ τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου [*](V. 95) ἰσοῤἑοπίας. καὶ γὰρ θαυμάσειεν ἄν τις, ὅτι δὴ ἐκατέρῳ ἒτεσί [*](Β) τε καὶ μησὶ τοῖς αὐτοῖς τὰ τῆς ἀρχῆς ἐπιμελέστατα ἐμετρήθη. ἀλλὰ Σαβὼρ μετὰ τούτους ἐπὶ Πλεῖστον ὅσον καὶ μήκιστον χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας, ὁπόσοις καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς, ἡ μὲν τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον. ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν ἂν ἀποβαῖεν. τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει τῶν ἐσομένων· καἰ τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον, καὶ ὡς πλησιαίτατα

    [*](4. Σεγεστανῶν R., Σεγετανῶν vulg., Seganorum Intpr. 5. Σεγᾶσακαί (sic) R. 6. τοῦτο om. R. 10 Misdates Intpr. 14. Σαβὼρ: ita uterque Cod. et Intpr. Sic infra Artaxerxes semel Αrtaxir (Ardeschir) vocatur. Apparet Agathiam variandis nominum formis dclcctari: positis modo his, quae apud Persas in usu essent, modo illis, quas Graccorum cousuctudo deflexisset.)
    262
    [*](A. C. 556 I. I. 30)

    πὸοεθοῦσαν τοῦ τόκου, ἐκέλευόν τε αὐτοὺς ἐπ᾿ αὐτῇ πρώτῃ μαντευιεσθαι, ἅπερ ᾤοντο ξυνενεχθῆναι. οὕτω γὰρ ὀλιγ́αις ὅστε- [*](C)ρον ἡμέραις γνώσεσθαι ἡγοῦντο τὴν πρόρρησιν ἐς ὅ, τι χωρήσει, ταύτῃ τε εἰκάζειν παραπλησίως ἐκβήσεσθαι καὶ ὁπόσα σφισιν ἐπὶ τῇ ἀνθρώπῳ προαγορευθείη. ἃ μὲν οὖν αὐτοῖς ἐπὶ τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ᾿ οὕτω ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. γνόντες δὲ ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωτο τὰ τῆς τέχνης, προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξιέναι. τῶν δὲ φησάντων ἄῤῥενα παῖδα τεχθήσεσθαι, οὐκ ἔτι [*](D) ἐμέλλησαν, ἀλλὰ τῇ γαστρὶ περιθέντες τὴν κίδαριν, ἀνεῖπον βασιλέα τὸ ἔμβρυον· ὀνόματι τε ἀπέκριναν τὸ ἄρτι ἐκτυπωθὲν καὶ διωργανωμένον, ἐς ὅσον, οἶμαι, διᾴττειν ἔνδον ἠρέμα καὶ ὑποπάλλεσθαι. οὕτω δὲ τὸ ἀφανὲς τῇ φύσει καὶ ἄδηλον ἐς τὸ βέβαιόν τε καὶ ἀνωμοληημένον τῇ δοκήσει μεταλαβόντες, ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει, εἰς ἑβδομήκοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. κατὰ δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν Νίσιβις ἡ πόλις ὑπὸ Πέρσας γεγένηται, 'Ρωμαιων μὲν πάλαι

    [*](9. διηκρίβωτο R., διηκρίβωται vulg. 10. προὔπεμπον R. et Intpr. praemiserunt. 19. Σαβώρης R. h. l. et infra, Σαβόρης vulg. et Intpr. Sabores. 20. ἔτη om. R.)
    263

    οὖσα κατήκοος, Ἰοβιανοῦ δὲ τοῦ σφῶν βασιλέως παραδόντος [*](Α. C. 556 I. I. 30) καὶ προεμένου. ἐν αὐτοῖς γὰρ δήπου τοῖς ἐνδοτέρω χωρίοις τῆς Περσικῆς ἐπικρατείας Ἰουλιανοῦ τοῦ προτέρου 'Ρωμαίων [*](P. 136) αὐτοκράτορος ἀθρόον διαφθαρέντος, αὐτὸς ἀναγορεύπαι ὑπό τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμιλον. ἅτε δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης, καὶ τῶν πραγμάτων, ὥσπερ εἰκὸς, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ πολέμίᾳ, οὐχ οἷός τε ἦν τὰ παρόντα ἐν τῷ δέοντι σχολαίτερον διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ χώρᾳ διαίτης, καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου θᾶττον ἱέμενος, ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας, καὶ ὁποίας μέχρι καὶ νῦν τῇ 'Ρωμαίων λυμαίνεσθαι πολιτειᾴ, περιστέλλων ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις, καὶ ὑποτεμνόμενος τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. τὰ μὲν οὖν κα᾿ [*](B) ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων ξυυῳαφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν σχολὴ, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον.

    κς΄. Μετὰ γὰρ Σαβώὸην Ἀρταξὴρ ἀδελφὸς ὢν αὐτῷ, καὶ μετασχὼν τῆς βασιλείας, τεττάρων ἐτῶν χρόνον κατ᾿ αὐτὴν ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο, ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κρότος· ἐν διπλασίοσι δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης

    [*](6. δὴ R. 8. τῷ add. ex R. 10. μόνης R., μόλις vulg. 11. ἀγενεῖς et 12. τῇ τῶν 'Ρ. Par. 18. Artaxerxes Intpr. 20. Iterum onmes Sabor exhibent. δὲ post Σαβὼρ om. R. 22. τούτων R., τούτου Vulg.)
    264
    [*](A. C. 556 I. I. 30)

    ὁ παις, ὃς δὴ καὶ Κερμασαὰ ὠνομάξετο. τῶν δὲ τοιούτων ἐπικλήσεων ἡ αἰτία ἤδη μοι εἴρηται. καὶ γὰρ κέρμα ἔθνους τυχὸν ἢ χώρας ὑπῆρχεν ἐπωνυμία· δὲ τῷ πατρὶ τοῦ Οὐαραράνου [*](C) δεδουλωμένης, εἰκότως ὁ παῖς τὴν ἐπωνυμίαν ἐχτήσατο, καδάπου πρότερον καὶ παρὰ Ρωμαίοις ὁ μὶν Ἀφρικανὸς τυχὸν, ὁ δὲ Γερμανικὸς, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ρωμαίοις [*](V. 96) καὶ περιλάλητος. φασι γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον, καὶ τὰ μετ’ αὐτὸν, ὣσπη τοῖς ἀνδρὠποις νενόμισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι, καὶ κηδεμόνι ἰπὶ τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. ᾂδεται γὰρ οὗτος ὁ λόγος ἐπιπλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμη παραδοθεὶς τοῖς ἐφεξῆς, κὼ μέχρι [*](D) νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περιαγόμενος· γραγῇ δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ’ οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι συγγεγραμμένοις. νοις. καὶ οὐδὲν, οἶμαι, θαυμαστὸν, ἐκεῖνον μὶν ὡς πλεῖστα καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον, καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἐτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα,

    [*](1. Cermasat Intpr. Vcrum est Κερμανσαὰ: cf. Mirkhoiulium apud Sacyum, Mem. sur les ὲs è de Perse, p. 320 2. Debebat esse Κερμὰν. ἒδνος R. οῦ Ἀραράνου Lugd. et ed. pr., Οὐραρ. 10. ἐπ’ αὐτὸν R., Intpr. quum — sua disponeret. 15. λογισμοῖς (sic) R. 17. ἀπομνημονεύεται. R. 22. Pro ἐλεῖν coni. Cl. εὑρεῖν.)
    265

    εἴγε ἄρα δὴ καὶ ἐλάχιστα. ἀλλ᾿ ἐκεῖνο καὶ μάλα θαύματος [*](A. C. 556 I. I. 30) ἄξιον εἶναι ἡγοῦμαι, ὅτι διεξιὼν τὰ περὶ τούτων, οὐχ ἁπλῶς οὕτω τὰ ἐγνωσμένα διέξεισιν, ἀλλ᾿ ἐπαινεῖ τὸν Ἀρκάδιον καὶ ἀποσεμνύνει, ὡς ἀρίστῃ χρησάμενον εὐβουλίᾳ. φησι γὰρ αὐτòν [*](P. 137) οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα, ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογov κρίνειν, ἀλλὰ τῷ ὕπερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχεν καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ, καὶ γένους ἄρχοντι πολεμιωτάτου, καὶ ὅπως αὐτῷ μετῆν πίστεως τε καὶ δικαιοσύνης ἠγνοημένῳ, καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι, τὰ φίλτατα παὸαδοῦναι; εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτητατ, ἀλλὰ μεμένηκεν ἡ τούτου βασίλεια βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττομένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ τιθηνουμένου , ἐκεῖνον ἂν μᾶλλον ἐπαινετέον τῆς εὐπωμοσύνῆς, [*](B) ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὶν οὖν ἕνεκεν, ὥσπη ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς, οὐδένα πώποτε κατὰ 'Ρωμαιων ἤρατο πόλεμον, οὐδὲ ἄλλο τι κατ᾿ αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐσαεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβὰν, εἴτε καὶ ὡς ἀληθῶς

    [*](2. τούτων R. et Lugd., τοῦτον edd. 11. πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ om. R., Iutpr. non legebat verba τὰ ἐς θεὸν. 20, ἀεὶ R.)
    266
    [*](A. C. 556 I. I. 30)

    φειδοῖ τοῦ παιδὸς, καὶ τῶν τῆς κηδεμονίας νομίμων.

    κζ΄. Ἐκείνου δὲ τεθνηκότος, Οὐαραρόνης ὁ υἱὸς προστὰς τῆς ἀρχῆς, εἰσβολὴν μὶν κατὰ 'Ρωμαίων πεποίηται· φιλίως δὲ αὐτὸν καὶ ὑφειμένως τῶν ἐν τοῖς ὁρίοις ἱδρυμένων [*](C) στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη, καὶ εἰς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας, οὔτε ἄλλως τὴν χώραν σινάμενος. εἴκοσι δὲ κρατήσας ἐνιαυτούς, παραδίδωσι τὴν βασίλειαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιοι, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα, καὶ μηνῶν δήπου τεττάρων. Περοζης δὲ μετ᾿ ἐκεῖνον ἀναδεικνυται βασιλεὺς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος, καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στεῤῥῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο· ἀλλὰ πλέον ἦν αὐτῷ τοῦ βουλευομένου τὸ θρασῦνον. ἀπόλωλε δὴ οὖν, [*](D) κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ αὐτὸν σὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι, τὰς ἀδήλους ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχνημέναις, αὐτοῦ τε σὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς,

    [*](1. Pro κηδεμονίας R. παιδοποιΐας (scil. adoptionis), Intpr. communibusve liberis procreandis et legibus. 5. ὁρίοις R., ὅροις vulg. 7. προπολεμήσας R. et Lugd., sed hic in mg. ἴσ. προσπολεμήσας. 15. βουλευομένου R. Lugd. mg. et lutpr., βουλομένου Vulg. 20. ἀθρόως R.)
    267

    ἅτε δὴ ὑπὸ τῶν οὕννων κατεστρατηγημένος· Οὐννικὸν γὰρ [*](A.C. 556 Ι. Ι. 30) γένος οἱ Νεγδαλῖται. Βάλας δὲ ὁ τούτου ἀδελφὸς ἐπὶ τὴν ἀρχὴν ἀναβὰς, οὐδέν τι φαίνεται ἀξιαφήγητον δράσας πολέμων ἕνεκα καὶ παρατάξεων, οὐ μόνον τῷ πρᾶος εἶναι τοὺς τρόπους καὶ ἤπιος, καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ συσμενείας [*](P. 138) οὐ μάλα διανιστάμενος, ἀλλ’ ὅτι καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. ἔπι τούτῳ δὲ Καβάδης ὁ Περόζου, τῶν Περαικῶν [*](V. 97) πραγμάτων κρατήσας, πολλοὺς μὲν κατὰ Ρωμαίων πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καἰ κινδύνοις ἐγκαλινδούμενος. ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσσευτος, καὶ οἶος ἀνακινεῖν τὰ καθεστῶτα, [*](Β) ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν, καὶ παρατρέπειν τὰ πάλαι συνειθισμένα. λέγεται δὲ ὡς καὶ νόμον ἒθετο, κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον, καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, ἀλλ’ ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγκάνειν, εἰ καὶ ἐτέῳ τῳ τῳ συνοικοῦσα καὶ ἀποκεκριμένη

    [*](2. Βάλας Lugd. in mg., in ordine autem Ὀβάλας, Οὐάλας R., Valens Intpr. Incorruptum nomen Persicum est Palasch. Hunc Procopius, qui de horum regum successione parum comperta congessit, paulo rectius Blassin vocat, sed in eo errat, quod in locum Cabadis suffectum esse tradit. 8. δὲ Καβ.R., δὲ καὶ Κ. vulg. 15. πάλαι om.R.)
    268
    [*](A. C.556 I. I. 30)

    κη'. Kαὶ τοίνυν θαμὰ τοῦτο ἐννόμως ἐξημαρτάνετο, χαλεπαινόντων περιφανῶς τῶν δυνατῶν, καὶ οὐκ ἀνεκτὸν ἡγουμένων τὴν ἀτιμίαν. ἀλλ᾿ οὗτος γὰρ αὐτῷ ὁ θεσμὸς ἐπιβουλῆς [*](C) τε καὶ καταλύσεως αἰτιώτατος γέγονε. τοιγάρτοι συμφραξάμενοι ἅπαντες καὶ διαναστάντες, καθαιροῦσί γε αὐτὸν τῆς ἀρχῆς τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ, καὶ εἰς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. τὸ δὲ τῆς βασιλείας κρότος μετόγονσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον, καὶ ἄλλως πραότητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤνοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν τολοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. ἀλλ᾿ ὁ Καβάδης οὐκ ἐς μακρὰν ἀποδράσας, εἴτ́ε τῆς γαμετῆς αὐτῷ συλλαβομένης τοῦ δόλου, ὡς Προκόπιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ τρόπῳχρησάμενος, ἀποδράσας δὲ οὖν ὅμως, καὶ ὑπεκβὰς [*](D) τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας, καὶ γίνεται τοῦ ἐκείνων βασιλέως ἱκέτης. ὁ δὲ τὰς ἀτάκτους τροπὰς τῆς τύχης διανοησάμενος, προσιπό γε αὐτὸν μάλα εὐμενῶς, καὶ διετέλει παρηγορῶν καὶ παραιρούμενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς τὰ ἀμείνονα τὸ φρονοῦν ἀναὀῥωννύσῃ, καὶ πρός γε τραπέζῃ.

    [*](3. αὐτ. ὁ θεσμ.R., ὁ. θ. α. vulg. 4. αἰτιώτατος R. et Intpr. praecipua causa, αἴτιος vulg. συμφραζάμενοι R., συμφρασάμενοι coni. Cl. 5. γὰρ pro γε R. 8. Recte Ζαμάσφην: est Djamasp Persarum, Zαμβασφῆν R., sed infra Ζαμάσφης, Ζambazes Intpr. 15. τρόπῳ χρ. R., χρ. τρ. vulg. 17. ῥοπὰς Par. 18. ἑαυτὸν R. 21. πρός τε R.)
    269

    δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτειν,ομένῃ, καὶ ἐγεστρίσι τιμίαις, [*](A.C.556 I.I.30) καἰ τούτοις δὴ ἅπασι τοῖς εἰς φιλοξενίαν προχειροτάτοις· ὀλίγῳ δὲ ὕστερον καὶ τὴν θυγατέρα κατεγγυᾷ πρὸς γάμον τῷ ξένῳ, καὶ στρατιὰν αὐτῷ πρὸς τὴν κάθοδον ἀποχρῶσαν παραδοὺς, ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καδελοῦντα, καὶ τὴν προτέραν εὺδαιμονίαν ἀνακτησόμενον. ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνδρώποις αἰ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, [*](P. 139) καὶ πρὸς τὴν ἐφ’ ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύδη, καἰ ταῦτα ἐν χρόνῳ μετρίῳ. ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης· ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς, φυγὰς καὶ μέτοικος καὶ ἱκέτης· ἐκ δὲ ἱκέτου καὶ ξένου, κηδεστὴς βασιλέως καὶ οἰκειότατος. εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη, ὰνείληφε πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὡσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ’ εὑρὼν ἔτι σχολάζουσαν, καὶ οἶον ἐκδεχομένην. ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου, καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς [*](Β) ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον σὺν τῷ ἀσφαλεῖ ἀνδελέσδαι· καὶ προὒλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον, ἐς τριάκοντα ἐτἐ-

    [*](5. Pro καθελοῦντα R. καδελεαυτοῖς. 7. συμφέρεσθαι Par. 8. τοιὸν δή τι R. 10. ἐταλάντευσε R. 12. δεσμότης edd. 17. θάκου H. 1. non variat R,, qui supra θῶκον praebuerat.)
    270
    [*](A.C. 556 I. I. 30)

    ρους ἐνιαυτοὺς διέμεινε τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς. τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς σύμπαντας καθεστάναι ὁπόσους ἐν αὐτῇ ἐπεβίω.

    κθ΄. Τὸ μὲν οὖν ἀκριβὲς τῶν ἐπ’ αὐτῷ πρότερον τε καὶ ὕστερον συμπεσόντων, ἤδη τοῖς πάλαι σοφοῖς ἐν ἱστορίασς [*](C) διεκπεπόνηται τρόπῳ· ὁ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἂξιον δὲ οἶμαι γινώσκειν καὶ ἐπισημήνασθαι, καλὸν ἂν εἲη προσθεῖναι. θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ κατ’ ἐκεῖνο τοῦ καιροῦ [*](V.98) ροῦ παρά τε Ρωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὡσΠερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ρμωαίων βασιλεὺς ὁ Ἲσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσαιος ἐπωνομάξετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευδεὶς, συνεργούσης ἐς τὰ μάλιστα καὶ βηρίνησ, ἐκπέπτωκε τῆς ἀρχῆς [*](D) καὶ ἐξελήλαται, καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ’ ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια, καὶ Βασίλισκον τὸν τυραννήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν, καὶ τοῦ σχήματος ἀφελόμενος, διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖστον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὃμως ἀπεβίω. κατ’ αὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἐσπέρας βασιλεὺς

    [*](5. ἱστορίαις R. 10. συνέβη R. 13 πρώτη R. Ταρασισχωδίσεος vulg., Τάρασις Κωδιαῖος R., Τharasis Codicus Intpr., Τρασκαλλισαῖος apud Theophanem. Satis probabilc est, Agathiam scripsisse Ταρασισκαλισαῖος. 15. εἰς vulg. 18. δύο R., δύω vulg.)
    271

    ὁμοίαις ἢ καὶ μείζοσιν ὡμΔησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου [*](A. C. 556 I. I. 30) φενακισθεὶς, πέφευγεν ἐκ τῆς Ἰταλίας, ἀποβεβληκὼς μὲν τὴν ἁλουργίδα, οὐκέτι δὲ αὐτὴν ἀντανείλετο, ἀλλ᾿ ἐν ἰδιώταις τελῶν διεφθάρη. οὕτως ἄρα ἐν τῷ τότε μεταβολὰς παραλόγους κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι, καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ παρὰ ῾Ρωμαιοις βασιλείας, Χοσρόης ὁ πάνυ ὁ καθ᾿ ἡμᾶς διαδέχεται [*](P. 140) τὴν πατρῴαν ἀρχὴν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὶν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. ὡς ἂν δὲ τὸ συνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθειη, τοσοῦτον ἐρῶ πρὸς τὸ παρὸν, ὡς ἐς ὀκ· τὼ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους ἐχόμενος, πολλὰς ἀνεδήσατο νίκας· καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴγε τῷ παντὶ ἑκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου, οὐδὲ Δαρεῖον ῾Υστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον [*](B) μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. πλὴν ἀλλὰ τοιοῦτός γε ὢν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονεν, καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριω-

    [*](1. καὶ ins. ex R. 5. συνηνέχθῆ R. 18. εἴτε R., Intpr. vel si 19. εἴπῃ R.)
    272
    [*](A. C. 556 I. I. 30)

    τάτη. ἐτύγχανε μὶν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. Μαυρίκιος δὲ ὁ Παύλου ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ρωμαίων αὐτοκράτορος ἂρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος, εἰσέβαλεν ἀθρόον ἐς τὴν Ἀραξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καἰ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δᾐων ἅπασαν ἀφειδῶς καὶ ληϊξόμενος. περαιωθεὶς δὲ τὰ [*](C) ῤεῖθρα τοῦ Ζιρμα ποταμοῦ, ἀνὰ τὰ πρόσω ἔτι ἐχώρει, κω τὰ ἐν Ποσίν ἐλεηλάτει καὶ ἐνεπίμπρα. οὕτω δὲ αὐτοῦ ἂρδην ἅπαντα καταστρεγομένου καὶ ξυγκυκῶντος, ὁ Χοσρόης, (oὐ πόῤῤω γὰρ ἦν, ὂσον ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα,) οὐκ ἢνεγκεν τὴν ὄψιν τοῦ πολεμίου πυρὸς, ἔπει, μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος, οὔτε ἀντε·ξῄει, οὗτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου περιαλγήσας, καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν, αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ τοίνυν [*](D) φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι Βασίλεια, καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος, οὐκ ἐς μακρὰν καταλύει τὸν βίον.

    [*](3. ἐνδιαιτώμενος R., διαιτώμενος vulg. 4. αὐτοκράτορος R., βασιλέως vulg. 6. ἀθρόως R. Ἀρξιανὴν R. et in mg. Ἀραξιανὴν, Intpr. Arxianum agrum. 7. κώμης R. et Intpr. contiguus circumiectis vico. χώρας vulg. 8. ἀνήει R. δᾐων R., δηΐων vulg. 12. Pro ἀρθεῖσαν ἤδη R. ἂν ἢδηθείαν.)
    273

    λ΄. Ἀλλὰ γὰρ οὐκ οἶδα ὅντινά με τρόπον ἥ τοῦ λόγου [*](A. C. 556 Ι. Ι. 30) φορὰ παραλαβοῦσα, καὶ τῷ ἀξιαγάστῳ, οἶμαι, τῶν πράξεων ἡδομένη, ἐς τόδε ἢγαγε προΠετείας, ὡς τὰ ἐν μέσῳ ὑπερβάντα τῶν ποῤῤωτάτω ἐπιμνησθῆναι. οὐκοῦν ἐπειδὴ νῦν γοῦν ἐπέγνων ὅποι ἀφῖγμαι, καἰ ἕθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς τὸ παρὸν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα χωρίοις ἐπανήξω δὲ αὖθις ἐς ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. ἡ τε γὰρ τῶν περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατάλογος, καὶ, συλλήβδην φάναι, ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη. [*](Ρ. 141) οίμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα, [*](V.99) ὡς δὴ ἐκ τῶν περσικῶν βίβλων μεταληφθέντα. Σεργίου γὰρ τοῦ ἑρμηνέως ἐκεῖσε γενομένου, καὶ τοὺς τῶν βασιλικῶν ἀπομνημονευμάτων φρουρούς τε καὶ ἐπιστάτας μεταδοῦναί οἱ τῆς πέρι ταῦτα γραφῆς ἐκλιπαρήσαντος, πολλάκις γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον,) προσθέντος δὲ καἰ τὴν αἰτίαν, ὡς οὐκ ἂλλου του χάριν ζητοίη τῶνδε τυχεῖν, ἢ ὥστε καὶ παρ’ ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφισιν ἐγνωσμένα καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ ἄχαρι τὸ χρῆμα ἡγούμενοι εἶναι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ρωμαίοις

    [*](Β)[*](3. ἀδομένη R. pro ἡδομένη. 4. ποῤῤωτάτω R., ποῤῤωτέρω vulg. 6. ἀναγ ραγησόμενα R. Lugd. 2. m. et Intpr. υτ — describendis. Vulg. ex pr. m. Lugd. ἃ ἐν τοῖς οἰκ. ἀναγραφησόμεθα. χωρίοις R. et Intpr. suis locits, χρόνοις vulg. 10. ἀληθῆ ἄγαν R. καθεστάντα R. 11. βίβλων R., βιβλίων vulg. 15. προσθέντος R., προθέντος vulg. 19. ἠγούμενοι εἷναι R., εἰν. ἠγούμ.. vulg.)
    274
    [*](Α. C. 556 Ι. Ι. 30)

    γινώσκεσθαι, ὁποῖοι τε γεγόνασι καὶ ὁπόσοι, καὶ ὅπως γένους αὐτοῖς ἀποσέσωσται τάξις. λαβὼν οὖν ὁ Σέργιος τά τε ὀνόματα καὶ τοὺς χρόνους, καὶ τῶν ἐπ’ αὐτοῖς γεγενημένων τὰ καιριώτατα, καὶ μεταβαλὼν εὐκόσμως εἰς τὴν Ἑλλάδα γωνὴν, (ἦν γὰρ δὴ ἑρμηνέων ἄριστος ἁΠάντων, καὶ οἶος ὑπ’ Χοσρόου θαυμάζεσθαι, ὡς ἐν ἑκατέρᾳ πολιτείᾳ τὰ πρωτεῖα λαχὼν τῆς ἐαυμάξεσδαι,) εἰκότως οὖν ἀκριβεστάτην ποιησάμενος τὴν μετάφρασιν, ἀπεκόμισέ τέ μοι ἅπαντα μάλα πιστῶς καὶ φιλίως, καὶ προὔτρεψε διανύειν τὴν αἰτίαν, ᾐπερ αὐτὰ [*](C) καὶ παρείληφε. καὶ τοίνυν διήνυσται. ὥστε εἰ καὶ Προκοπίῳ τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδη ἀφηγηθέντων ἐτέρως ἀπήγγελται, ἀλλ’ ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χρονογράφοις, καὶ τῶν ἐν αὺτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον. τοσούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου, φέρε πρὸς αὐτὴν αὖθις ἐπανίωμεν τὴν τῆς ἱστορίας ξενέχειαν, ἣν ἐκ τῶν ἀμφὶ τὴν Δαξικὴν γεγενημένων διατεμόντες, ἐς τάδε ἀγίγμεθα. οὕτω μὲν δὴ οὖν ὁ Νοχοραγὰν διὰ τὸ ἀγεννὲς τοῦ τρόπου, καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε καὶ τῶν Ρωμαϊκῶν στρατευμάτων, καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν ἀναχώρησιν, ὠμότατα διεφθάρη καθ' ἤδη μοι πρότερον

    [*](4. καιριώτατα R., καιριώτερα Vulg. 9. φιλίως R., φίλως Vulg. ἀφηγθέντων R., άφηγμένων vulg. χειραγράφοις (sic) R., Intpr. scripta. 14. τοσούτου R. et Intpr. tantum laboris, τιὐτου vulg. ἐξηργασθμένου R., ἐξεργ. edd. 16. διατεμόντες R. et Intpr. quatn — occoeptam intercidimus, διατελοῦντες vulg. 20 πρότερον εἲρ. τρ. R., τρόπ. εἲρ. πρ. vulg.)
    275

    εἲρηται τρόπον. λογιζόμενος δὲ ὁ Χοσρόης, ὡς οὐχ οὐχ οἶνόντε αὐτῷ [*](A. C. 556 Ι. Ι. 30) ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσθαι, τῶν μὲν τῆς θαλάττης κρατούντων, καὶ ἂπαντα, ὦν ἂν δέοιντο, ῤᾳδίως [*](D) ἐνθένδε μεταπαμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καί ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὐποξυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν, ἒγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπιπλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη, ἀτελὴς καὶ οἶον σκάζουσα διαμένοι, ἀλλ’ ὁμοιῶς ἁπανταχοῦ ἐπιῤῥωσθείη. καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἂνδρα Πέρσην τῶν σφόδρα παρ’ αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζἰχ. [*](Ρ. 142) οὖτος δὲ ὁ Ζὶχ ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα, πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοε· καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ’ ᾧ Ρωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Δαξῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἲτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ’ ἑαυτῶν, καὶ ἥκιστα κατ’ ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖξον [*](Β) καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον σθμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος, ἀπενόστησεν ἐς τὰ

    [*](1. Quae sequuntur, sine ulla varietate leguntur in Cod. Bavar. Excerptorum de legationibus. 3. θαλάσσης R. 9. σκάξουσθαι R. 10. ἐπιρωσθείη R. 12. λογισμωτάτων R. 17. χώραν add. ex R. et Intpr., abest vulg. et Exc. 19. ἐς om. R.)
    276
    [*](A. C. 556 Ι. Ι. 30)

    οἰκεῖα. τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελμένων, ἔμενον αἱ δυνάμεις ἐπὶ χρόνον συχνὸν πάμπαν ἀπόλεμοι, καὶ τὸ πρὀτερον αὐτομάτως γιγνόμενον τότε δὴ οὖν ὑπὸ ξυνθήκαις ἐβεβαιοῦτο.

    [*](3. οὐν om. R.)