Historiae
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
ιθ'. Ὁ δὲ, ἐπειδὴ τῆσδε διήμαρτεν τῆς πείρας, αὐτίκα [*](D) ᾤχετο ἐπὶ τὴν Νῆσον, καὶ ἀγχοῦ που τῶν ῾Ρωμαίων στρατοπεδευσάμενος, προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ ῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ [*](V.68) οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν [*](P.95) εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.” καὶ ἅμα λέγων, τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα [*](20) δὲ ὑπολαβών· „ἄλλ’ ἔμοηε’’ ὁ Μαρτῖνος„ εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαι σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δὲ, οἶμαι, ταῦτα δράσοιμεν
[*](1. περὶ R. 3. διήμαρτεν τῆς πείρας R., τῆς πείρ. δ. vulg. τε ὢν R. 10. ἔτι λυμαινομένους R. 14. τὰ om. R. 16. ἐνθάδε R. 17. ἔχων περιβ. R. 19. ἐπεδείκνυεν R., ἐπεδείκνυτο vulg.)ὄν, εἴγε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν. οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζεσθαι, καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων [*](B) ἡγεῖσθαι πημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο, ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν [*](C) ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πέδια εὐόμαλά τε καὶ ἀγαθὰ ἐνοτρατοπεδεύσασθαι. ἤδη δὲ ἡ πόλις ὁ Φάσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑποῤῥέοντος, καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις ἔπι δυόμενον ἥλιον.
[*](8. ἐπινεύσῃ R., ἐπινεύσοι vulg. 9. καἰ ante τῇ om. R. 13. τὸν Φάσιν R., τὴν ᾦ. vulg. 16. εὐόμαλα R., Intpr. exaequatos et patentiores, εὐέμβολα vulg. Secutus sum, constantiac causa, auctoritatem codicis, in prioribus ccrtc libris Lugclunensi longe praestantioris, 21. stadiis centum Intpr. πέντε πὰρ.))κ'. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόῤῥω τῶν νυκτῶν τὰς [*](A. C. 555 I. I. 29) ἀκάτους ὁπόσας ἐφ᾿ ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν κωὶ συζεύξας , λανθάνει τοὺς ῾Ρωμαίους γέφυράν τέ τινα ἐξ [*](D) αὐτομάτου πηξάμενος , καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέραν διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει· μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα [*](P.96) τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος, τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο, πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα-
[*](5. ἱκέσθαι R. 12. γε καὶ R. 15. Ante τοῦ ποτ. add, Α ὑπὸ. 19. ἐφικνείσθαι R., ἀφικνεῖσθαι vulg. 20. πρύμνης R. 21 χρώμενος R. 22. ἀντίπρωρόν R., ἀντίπορόν vulg.)γόμενοι, ἀπεχώρησαν. δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων των εἷλον οἱ πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβάνεσθαι μέλλοντες, [*](B) τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατεθάῤῥησαν, ἀντὶτοῦ μείζονος, οἶμαι, καὶ προὔπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἐλόμενοι, καὶ μετέσχον μᾶλλον ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους [*](V . 69) ἀπεκομίσθησαν. τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι Βούζην μὲν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων, καὶ ἀλεξήσοντα ἐς ὅ, τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι, ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται [*](C) ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελθόντες, διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν-
[*](3. εὐτολμώτατα R. 6. ἀφήλλαντο R. 8. αὐν om. R. 11. πάντες R. 17. παρατάξασθαι R., παρατάξεσθαι vulg. 19. θάλασσαν R. 22. Μαυρουσίως Sph. Par. Τζάνους vulg., Τζανοὺς R.)νους ὁπλίτας, καὶ Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκον- [*](Α. C. 555 Ι. Ι. 29) τοβόλους. ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρούλων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. [*](D) τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους, καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν ῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.
κα΄. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἔξειργασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἔπιδρομὰς, καὶ ὂν ἐν προβόλου μοιρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ᾿ αὐτῷ , ἅτε δὴ ξύλοις τε πεποιημένῳ, καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διεῤῥυηκότι. τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο, ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἵ δὴ ἐτύγχανον ξυνεχέστατα ἐμπεπηγότες , διαλανθάνειν καὶ [*](P. 97) ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες, ῥᾳδιώς ἅπαντα ἔπλησαν. νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς του Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι, μετεώρους εἶχον τὰς ἀκάτους , καὶ ἀμφ᾿ αὐτὰ δήπου τὰ καρχήσια τῶν
[*](2. Λογγοβ. Par. 6. τεταγμένοις R. 7. παρίστατο R., παρετέταττο (sic)vulg. 10. ὄν aut dclendum est, autin οἶον mutandum. 11. τε om. R. 16. μικρὰν et 17.εἰς R. 19. τῇ κυματωγῇ Suid. s. h. v., τῇ κυματογῆ̣ Lugd. et ed. pr., τῇ κυματώδει γῇ R. θαλάσσης R.)στῶν ἀνιμηθείσας ναὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῶ ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. ἄνω δὲ στρατιῶται εἱστήκεσαν, καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα τε φέροντες καὶ σφενδόνας, μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη [*](B) ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι, ἐπὶ θάτερον μέρος παρῆσαν, ᾦ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλλόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνὴρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγὸς, Ἐλμίγγειρος νομα, οὗτοι δὴ, προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, επακτρίδας τινὰς ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ· τῆς ἀεὶ σφισιν επομένης δυνάμεως, καὶ ὡς ἀνωτέρω προελθόντες, ἐφρούρουν ξὺν ἀγρυπνίᾳ, καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέρας τῆς ὄχθης. καὶ [*](C) τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν κω ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ ῾Ρωμαϊκαὶ δύο τριακόντοροι, ἅς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ
[*](2. ὑποφέρ. R. 4. τε post τόξα om. R. 7. Pro ᾦ δὴ R. habet lacunam, super qnam recentior manus adscripsit: αἷς. 9. κρούοιντο R. 11. Δαβραγέζας Ἄντης ἀνὴρ. Egregiam hanc cmendationem a Leunclavio, ni fallor, profectam praebet mg. R., ubi in ordine scribitur Δαβραγέζας ἄν τις. Vulg. Δαβραγαζάντης, Intpr. Darragetas vir quidam. Antac Sclavorum natio sunt, ex quorum nomine Anticum se dixit Iustiuiauus. 12. Ἑλμ. R. 20. δύο om. R.)τῶν Περσῶν ἀφῃρῆσθαι· αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας [*](A.C. I. I. 29) ἔχουσαι Μήδους , ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλωδίοις τῆς γῆς ἐξημμέναι. νυκτὸς δὲ ἐπιλαβομένης, οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου, καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων, ἀποῤῥήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη [*](V.70) λαβοῦσα καὶ ἐλευθέραν , καὶ οὔτε εἰρεσίας ἀντιπραττούσης, οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα [*](D) ἐς τὸ πρόσω, καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν ᾿Ρωμαίοις. οἱ δὲ ἐσιδόντες, ἄσμενοι εἷλον τὸ θήραμα, καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα, τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆγεν.
κβ΄. Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἐκ τοῦ στρατοπέδου, τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος, καὶ ἀπόπειραν ποιήσασθαι τῶν ῾Ρωμαίων, εἰ ἐπεξίασι· ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. τότε δὴ οὖν οἱ Πέρσαι ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵγε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν ῾Ρωμαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ [*](P. 98) καὶ ἀπόμαχοι ἐγίγνοντο. Ἄγγιλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ’ αὐτοὺς ταγμάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον
[*](3. Pro τῆς γῆς R. τισὶν. 8. πω R. pro που. 9. Δαβραγέζαν R. a 2. m., Δαβραγλεζοις 1. m., Dabracezes Intpr., Δαβραγάζαν vulg. 10. ἐπιδόντες R. 19. θαμὰ om. R.)κατὰ χώραν, καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομάχεσθαι, οἱ δὲ τὴν καθ’ αὑτοὺς πύλην ἀναπετάσαντες, κατὰ τῶν πολεμίων ἐχώρουν. Θεόδωρος δὲ ὁ τοῦ Τζαννικοῦ ὁμίλου ταξίαρχος, ἐπεῖχε μὶν τὰ πρῶτα, καὶ ἀνέκοπτε τὴν ὁρμὴν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἔπει δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς πλείστοις, [*](Β) οὔτι ἱκὼν, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα σὺν ὡς μὴ ἀποδειλιᾶν νομισθείη, τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προίσχεσθαι· ἤρεσκε μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ, τι ἄρα καὶ τελευτήσαιεν. καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφθάρησαν,1ο εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρίττονος ἐπιῤῥωσθεῖσα. οἱ γὰρ Διλμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγγα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῆ καὶ ἀνέμενον. ὡς δὲ ἀγχοῦ ἤδη παρῆσαν, αὐτίκα οἶγε ἠρέμα τὰ κέρα ἐπικολπώσαντες, περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν [*](C) ἐγκατεῖργον. οἱ δὲ Ῥωμαῖοι πάντοθεν περιειλημμένοι, δρᾶσαι μὲν τολοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολεμίους διενοοῦντο· εὐπὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴγε ἁμωσγέπως διαδράσαιεν. καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες, καὶ τὰ δόρατα προβεβλημένοι, βεβλημένοι, ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φε-
[*](3. Τζανικοῦ R. 7. δειλιᾷν R. 11. αὐτὸς Sph. Par. 15. ἐπικολπώσαντες R., ὑποκ. vulg. 21. τὸ ἄστυ R.)ρομένους, καὶ οἶον ταῖς ἐλπίσιν ἀπειρηκότας, διέστησαν εὐθὺς [*](A.C. 555 Ι. Ι. 29) ἀπ’ ἀλλήλων, καὶ ἀπεκρίθησαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας, καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ ᾿Ρωμαῖοι [*](D) κατὰ παρεῖκον, ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου καὶ τὴν πύλην προσήῤῥαξαν. παρὰ τοσοῦτον μὶν κινδύνου ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες, ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι.
κγ΄. Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκπλείστου ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομοχούσῃ, καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. μακρὸς δὲ αὐτοῖς κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβαλόντες, οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρκουν, [*](P. 99) ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. οἱ γὰρ Ῥωμαῖοι ἐτύγχανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες, καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο.
[*](5. παρεῖκον R. et Lugd. corr., παρῆκον vulg. 6. πόλιν R. προσήῤῥαξαν R., προσεῖρξαν vulg. 10. ἐς τὸν (punctis subditis) ταφρὸν R. 14. μακρότερος coni. Cl., Intpr. plus temporis quam. ἢ κατὰ R,. καὶ κατὰ vulg.)τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες, εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποιοῖντο. ἐκείνης μὶν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο [*](V. 71) ἐπράχθη, ἀλλὰ, νυκτὸς ἐπιφοιτώσης, ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ στρατόπεδον ἐπανῆκεν. τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος [*](Β) τὰ τε τῶν φρονήματα φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆ·ξαι, ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν ῾Ρωμαίων στρατιὰν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως, καὶ οἶος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου, καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. λαβὼν δὲ τοῦτο ἀσμενέστατα Ὀῆθεν ὁ στρατηγὸς, καὶ ἀνελίξας, οὐκ ἐν ἀποῤῥήτῳ καθ’ αὑτὸν ἀνελέγετο, οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ τὰ γεγραμμένα, ἀλλ’ λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο. [*](C) ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν, οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχάνοιεν ὄντες, ἀλλ’ οὐκ ἐς τοσοῦτον ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἂν δρίᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγα-
[*](9. πρός γ᾿ αὐτοῦ vulg. 10. μεμελετησμένον R. 15. τῷ νῷ om. R. ig. προσηκούσης R. 23. ἐκ. μεγ. ταύτ. R.)λαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατὸν, ὥσπερ φιλοτιμίας [*](A. C. 555 Ι. Ι. 29) μᾶλλον καὶ ἐπιδείξεως ἀλλ’ οὐ τοῦ ἀναγκαίου χάριν ἀπεσταλμένους. θαῤῥεῖν τοίνυν καὶ ἔργου ἔχεσθαι σὺν προθυμίᾳ, ὡς ἡμῶν οὐδὲν ὁτιοῦν τῶν δεόντων περιοψομένων.’’ εὐθὺς δὴ [*](D) οὖν ἀνεπυνθάνετο, ὅποι εἴη τὸ στράτευμα. ὁ δὲ οὐ „οὐ πόῤῥω” εἷπεν ἀφεστήκασιν, ἢ μόνον τέσσαρσι Λαζικοῖς παρασάγγαις.’’ καταλελοιπέναι γὰρ αὐτοὺς ἀμφὶ τὸν Νέοκνον ποταμὸν ἔτι αὐλιζομένους. καὶ ὁ Μαρτῖνος ὀργήν τινα τῷ προσώπῳ ὑποκρινόμενος, „ ἀπίωσαν αὖθις’’ ἔφη ὡς τάχιστα, καὶ οἴκαδε ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκπλείστου ἡμίν ξυστρατευομένων, πολὺν ὅσον χρόνον διαπονηθέντων, καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων, ἤδη τε οὐ πόῤῥω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον, καὶ τελεωτάτην ἀναδήσασθαι νίκην· οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου [*](P.100) παρέσονται, καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων, εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν , καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας καὶ, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπίσης καρπώσονται τοῖσδε. ἀλλ’ ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρασκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου ἄριστα κατεργάσασθαι.”
[*](5. ὅπη R. 6. Λαζικοῖς R., περσικοῖς vulg., Intpr. stadiis octoginta abesse: recte quidem quoad sensum: cf. supra p. 110. ed. Bonn. v. 20. 7. Neognum Intpr. τὸ ἀντίπαλον R., τὸν ἀντίπ. vulg. 19 καρπώσονται τοῖσδε R., τοῖσδε καρπ. vulg.)καὶ ἅμα ἐς τὸ πλήθη ἐπιστραφείς· Jj οὐχὶ καὶ ὑμῖν ταῦτα’’ δοκεἴ, co ἄνδρες ξυστρατιῶται ; " οἱ δὲ ἐπευφήμησαν ξὺν βοῇ, καὶ ὸικαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου- λευμένα. καὶ οἱ μὲν θαῤὃαλεώτεροι ἐγεγένηντο , καἰ οἶον ὶτέ- [*](B) ρων οὐ ὸεἴσθαι προσβοηθησόντων. μάλιστα γὰρ αὐτοὺς εἷσο ἔριν ἐχινει καὶ φιλοτιμίαν r) τῶν λαφύρων ἐλπὶς, καὶ οοτι αὐτοι οὐκ ἐς μακρὰν αυπαντα ᾤοντο κομιεῖσθαι, ὥσπερ ηνδη τοὺς δυσμενεῖς ἀνελόντες· καὶ τοῦτο μόνον πεφροντισμένον αὐτοῖς ὅπως τὴν λείαν διανεμοῦνται.
κδ΄. Ἀπέβη δὲ ὅμως καὶ θάτερον τῶν Μαρτίνου διανοημάτων. ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας, καὶ πανταχοῦ περιηγμένος , καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς πέρ σὰς, ὡς ἄρα στρατιὰ πτ ἔρα Lcoftuix/] πρὸς τῷ Νεόκνῳ πο- ταμῷ παραγέγονε, καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεΙυὲπαι. ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες εἰ μέλλοιεν, τοσούτοῖς ἤδη πόνοις τετρυχωμένοι, πρὸς νέους ἄλλους καὶ βκμῆ- [*](C) τὰς παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχ· oραγὰν οὐδέν τι μελλήσας, καἰ ἴλην τινὰ μπρίαν ἐκ τῶν ΙΙερσαῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ’ ἥν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὣν ἐτύγχανε rfj φήμη ἐξηπατημένος. οἱ δὲ παραγενόμενοι, γενόμενοι, σπουδῇ τε καὶ ἀγρυπνγᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωριών , ὑπεκρύπτοντο
[*](6. αυ’τοὶ R. , Iatpr. ρυοd crederent se — σδΡοrιαmrοι , αὐτοῖς vulg. 22. ὁπέκρυπτον R.)αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην [*](A.C 555 Ι. Ι. 29) ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν πρϊοῦσιν ἐπιπεσεῖσθαι, καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ [*](V. 72) ἐν τῷ ἄστει ἐκπολιορκηθεῖεν. οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους [*](D) ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατὸν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν ῾Ρωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος, ἠ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. ἐπελέληστο γὰρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτως ἀφανές τε καὶ ἀδηλότατον, καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάπων, Αἴας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον, ὅσον κὼ σμικρὸν οὐδὲν ἐν ταὐτῷ γίγνεται, ἀλλ’ ἔθνη [*](P. 101) τε ἀνθρώπων μύρια καὶ πόλεις συχναὶ, καὶ πολιτεία ξύμπασα, οὕτω παρασχὸν, ἀνακινεῖται καὶ διαταράττεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς ἐργοπόνοις καὶ ὑπηρέταις, οἱ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολεμικῶν μηχανηάτων· τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσοιντο, τοὺς δὲ γιγνώσκειν ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων
[*](12. εἴη R. οὕτω R. 14. μάλιστά τε R., μάλιστά γε vulg. 19. έργοποίοις R. 21. καὶ om. R. 23. θεάσαιντο R. ὡς περ R., sed in mg. ὡς πῦρ.)περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσίν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν, καὶ συνεπιβάλλειν τὴν [*](B) φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ’ ἑαυτῷ βρενθυόμενος, εἴχετο τῆς ἐφόδου. Ἰουστῖνον δὲ τὸν Γερμανοῦ, (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι,) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ ποῤῥω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα, καὶ ἐπιθειάσαι καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως [*](C) ὅ, τι καρτερόν τε καὶ μαχιμώτατον, καὶ πεντάκις χιλίους ἱππότας ἄγειρας, ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπομένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. οὕτω δὲ ξυνενεχθὲν, οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐμενοῦν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ ἀφιγμένοι, ἀθρέων τῷ περιβόλῳ προσέβαλλον, πλείονί τε ἥ πρότερον τοξείᾳ ἐχρῶντο , ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς ῾ρωμαίους ἐκπλήξοντες, καὶ τάχιστα τὴν πόλιν ἁρπασόμενοι.
[*](D)κε'. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ, καὶ εἶτα ἕτερα
[*](2. ὡς αὐτοὺς R. 6. Post νεὼν vulg. et Inlpr. (templum sanctissimum et apud Christianos permagnificum) addunt ἁγιώτατον, quod oin. R. lutpr. praeterca legisse videtur καὶ τῶν; suspicor aulem alteram διττογραφίας scripturam fuissc νεὼν ἁγιώτατον τινὸς τ. π. Χρ. σ., scil. templum sanctissimum, cuidam quem Christiani inprimis vencrantur dicatum. 10. μαχιμώτερον R. 11. ἅπαντάς τε om. R. 16 προσέβαλλον R., προσέβαλον vulg. 18. ἐκπλήξαντες R.)καὶ ἄλλα ἔπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυ- [*](Α. C. 555. I. I. 29) πτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ, ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταῤῥαγείσῃ. ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν, καὶ βέλη πυρφόρα ἠκόντιζον , ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι, πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν, καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύττειν ἐπειρῶντο, καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι, οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. ἀλλὰ γὰρ καὶ οἱ ῾Ρωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὕσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. ἥ τε τοῦ Μαρτίνου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργοτάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅν- [*](P. 102) τινα τρόπον ἀμυντήριον μεθιέντες. δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζόμενα τοὺς πολεμίους ἐτίτρωσκεν , ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσπίπτοντα , καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι· λίθοῖ δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐῤῥίπτοντο, τὰ πλέγματα καταγνύντες. μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μηδῶν καὶ τὰς ἀσπίδας κατέθραυον,
[*](12.ἀπεμάχοντο R., ἐπεμάχοντο vulg. 14. ὢν R. pro ἦν. 15. ἅπαντες R. et Intpr. omnes indesinenter , ἁπανταχοῦ vulg. 16. πάλαι R. 20. διασφενδονώμενοι R., διασφενδονούμενοι vulg.)πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν , βιαιότερον ἐνοχλοῦντες. τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐῤῥήθν, [*](V. 73) ἐφεστηκότων , οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο , ἅτε ἄνωθεν βάλλοντες , οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα , ἐπιπλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων, πόῤῥωθεν ἐτι ἐπερχομένους, ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι, καὶ καταπίτειν ἐξαπιναίως. βοή τε ἐπιμέγα ἐπῆρτο , καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμβουν, καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμπισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶλ θωράκων συντρίψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεῶ [*](C) ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ᾿ αὐτὸν ἱππότας συστρέψας, καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος, τά τε σημεῖα ἐς ὕψος ἀρθςναι ἐκέλευε , καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκοντας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἔξεληλυθότες, ἀλλ᾿ ἐφ᾿ ᾦ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ, καὶ ἀπελάσαι τῆς πολιορκίας. ὡς δὶ βραχύ τι προελθόντες κατειῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ , τότε δὴ ἀθρόον
[*](1. αὐτοὺς R. in mg. 4. οἱ δὲ R., οἴ τε vulg. 9. βοὴν τὴν R. et in nig. δὲ βοὴ. 13. συντρίψεις R. et Intpr. fracturae , ἐκτρίψεις vulg. 15. γίγνεται R., γίγνηται Lugd. ct ed. pr., γένεται Par. 19 ἀθεΐ R. 20. ἐφ᾿ ὅ R.)ἐμβοήσαντες, ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταμένῳ· [*](A. C. 555 Ι. Ι. 29) ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες, [*](D) τὸ παρεμπῖπτον διέφθειρον· βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι, κὼ ταῖς ἀσπίσιν ἐξωθοῦντες, παρεῤῥήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον.
κς΄. Oἱ δὲ πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, κω ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀποκεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο, καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι, ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω, καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι, ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο,) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. Ἄγγιλας δὲ καὶ Θεόδωρος, [*](P. 103) οἱ τῶν ῾Ρωμαίων ταξίαρχοι, ὦν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρασάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων, ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. οἱ δὲ ἄλλοι Διλιμνῖται ταῦτα ἰδόντες , οἵπερ ᾔεσαν ὡς δὴ τοῖς πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἔπι θάτερα, ὑ-
[*](1. παρατεταμένῳ R. corr. pro vulg. παρατεταγμένῳ, idemque coni. B. Vulc. 2. ἐνθένδε δὲ R. 4. ἐπελάσεις R., ἐπελεύσεις vulg. 10. ἐς αὐτοὺς R. ii. ἀπαγωγὴν R. in mg. 21. μέρη post θάτερα add. R.)παπιάζειν βουλὀμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγοὐμενοι εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ, τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς, ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον [*](B) μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες , πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. ἡ δὲ τῶν Περσῶν στρατιὰ, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας, ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδὸάσκουσι διανοηθέντες, καὶ λογιζόμενοι ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἰσ́χονς ἀφίκοντο, μὴ μεγάλου τινὸς καὶ ἀνυποίστου περιεστηκπός κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα, τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνεῤῥάγη. ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες, ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, [*](C) ἀπατήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. τούτων δὲ γιγνομένων, πλεῖστοι ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες, λαμπροτέραν τοῖς πολεμίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς, καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεοτηκὸς [*](V. 74) διεπονοῦντο. τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρβάρων οὕτω
[*](3. ἐφέροντο R. et Intpr. ferebantur, ἐπεφέροντο vulg. 7. ὁπόση δὴ ὡς R., ὅπως ἤδη vulg. 9. ἕτερόν τι R. 13. τέως R. Lugd. (Cl.), τε ὡς Edd. 14. ταυτα R. 15.ξυνέθεον R., συνέθεον Lugd. 1. m. 16. γινομένων vulg. 17. διεκβάντες R., ἐκβάντες vuig. 18. ἀναχώρησιν R., ἀποχώρησιν vulg.)δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο. οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ [*](Α. C. 555 I. I. 29) ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἱ τε γὰρ ἐλέφαντες ἀντ’ ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες, διετάραττον αὐτίκα τὸν συνασπισμὸν τῶν Ῥωμαίων εἴπου ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, [*](D) οἷα ἐς ὕψος ἠρμένοι , καὶ τῷ ὑπερανέχειν εὐσκοπώτοτα βάλλοντες· αἱ τε τῶν ἱππέων ἴλαι, διεκτρέχουσαι, ῥαδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλίναντες ἀπηλαύνοντο.
κζ’. Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ογναρις ὄνομα, ἐν στενωτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅγε ἀπειρηκὼς τοῖς ξυνενεχθεῖσι , καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος, ἐπιόντα οἱ δεινῶς τὸν θρασύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρὺν τῷ δόρατι, καὶ ἐμπήγνυσι [*](P.104) τὴν αἰχμὴν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν, καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος, ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδονούμενος, τήν τε προνομίαν νῦν μὲν ὡσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείἐπεοσπηδῶντες
[*](3. R., ἐπεκπηδῶντες vulg. 4. συνασπιμὸν sph. Par. 8. ἠνόχλουν Par. 9. ἐκκλίνοντες R. 12. Ὄγναρις R. et Intpr., Ὄγναρος vulg. στενωτάτῳ R., στενοτάτῳ vulg. 17. ἀπῃωρῆσθαι R., ὑπηωρεῖσθαι vulg. 20. περιδονούμενος R., περιδινούμενος vulg. 22. νῦν δὲ R., νῦν μὲν vulg.)νῶν τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. αὐτίκα δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε, καὶ ἐμπατήσας διέφθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἶς ἂν ἐμπελάσειε, καὶ τοῖς [*](B) ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι, οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους μετεωρίζοντες ὁπλὰς, ἔξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐζήλλοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. τῶν δὲ ἀνδρῶν ἐς ἑαυτοὺς ἀναχωρούντων, ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγκωνιζομένων, καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐπείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. οὕτω δὲ τῆς ταραχῆς [*](C) ἐπιμέγα ἰούσης, οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπειραθέντες, καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι, ἐμπίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. οἱ δὲ τῷ ἤδη προπεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκοιντες, ὠκύτατα ἔφηον· οὐδὲ τοῦτο δρῶντες ἐν τάξει, οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς
[*](4. ἀμπελάσειε (punctis sub αμ subditis) R. 6. θορύβων R. θορύβου vulg. 8. ὁπλ. μετ R. 11. ἁπάντων τῶν R., sed corr. τε. 71. ἐς om. R.)ἐπιόντας, ἀλλ’ ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥσπη ἑκάστῳ προύχώρει. [*](A. C. 555 I. I. 29) ὁ δὲ Ναχοραγὰν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς ταχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως [*](D) ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος, ἀποχρῆναι ἡγούμενος, ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι, καὶ τὸν θυμὸν ἔξημέρου. οὕτω τε οἱ πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.
κή. Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες, τούς τε σπαλίωνας ἐνέπρησαν, καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέλειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης [*](P.105) ἀρθείσης, οἱ τὴν ὕλη κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν εἰς ὕψος ἀνέρποντα, καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὡς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. τοιγάρτοι ξὺν
[*](1. ὥσπερ R. 3. ἀπήλαυε sph. Par. 5. τὸ post τοῦτο δὴ aclcl. ex R. 9. ἀνεκαλεῖτό τε R., ἀνεκάλει τότε vulg. 11. ἀνδρῶν R., ἀνδρ. μ. vulg. 16. τῶν Περσῶν add. ex R. et Intpr. Persae, qui materiam caederent, ministri simul. 20. τοιγάρτοι om. R.)πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς, καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς [*](V. 75) ἀφικέσθαι. ἅμιλλά τε ἦν αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι συμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκόμενοι, κατεκτεινοντο, [*](B) ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπολώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. τοσούτοις ἀνδράσιν ἐργοπόνοις, καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν, ἐς τε παράταξιν οὐπώποτε ἀφιγμένοις, αὐτομάτου τινòς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὑς ἂν ἐκεινοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. τούτων δὲ ὧδε ξυνενεχθέντων, οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστά, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι εἴγε ἄρα καὶ ἀναμαχεῖσθαι [*](C) οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν, (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι,) τούτους δὴ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθῳμιας, ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους τοὺς δὲ τῶν πολεμίων νεκροὺς σκυλεύσαντες, ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρημάτων, περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ πρε-
[*](6. παραγιγν. R., παραγιμ. vulg. 10. αἴτιος R. 11. ἀνόητα R. εt Intpr. stolide, ἀνόνητα vulg. 12. ἐκείνοις om. R. 17. τούτους δὲ R. 21. περιεβάλλοντο R. 22. γωρυττους Edd.)πτοὺς παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια, καὶ ἄλλα [*](A.C. 555 Ι. Ι. 29) ἄττα τοιάδε θηλυπρεπῆ ποικίλματα καὶ περίεργα, ὁποίοις ὁποίοις οἱ ἐντιμότεροι τῶν Μηδῶν ἐναγλαίζονται, τοῦ μᾶλλον εἶναι ἠρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσθαι. ὁ δὲ Ναχοραγὰν, [*](D) ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει, καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι, καὶ ἐς τόδε συσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ σταδιον, καὶ ἐς ἐκείνους ὁρᾷν τοὺς Ῥωμαίους ἀναπείσας, ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅγε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τά·ξιν, εὐκολώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι, καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη περσικὴ ἀπόμοιρα, οἱ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ἀπάτην, ῄπέρ [*](Ρ. 106) μοι ἤδη ἐρρήθη. γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκράτουν, αὐτίκα οἵγε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων ἀποκεκριμένην διανύσαντες εἰς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι
[*](1. περιδεῤῥαῖα vulg. 2. ὁποίους sph. Par. 6. ἐῴκει est in mg. Lugd., ἐδόκει idem in ord et R., Iutpr. videbatur. 10. σχολαιότερον R. 11. Κοταίσιον Ecld. 12. ἐπορεύετο R., ἐπορεύοντο vulg. 15. αὐτοῦ κ. ἡ ἄλλη R., κ. ἡ ἄ. αὐτ. vulg. 20. ἀποκεκρυμμένην R.)ἀκλεέστερον μετειληφότες. ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυναγηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς [*](B) δυνάμεως καταλιπὼν, ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν, ὡς ἐκεῖσε διαχειμάσων.
[*](1. ἀκλεεστέρου R. in mg. 2. ξυνεγηγερμένος R. 4. παρὰ add. ex R. et Intpr. apud Persas.)α'. Ἐς τοῦτο δὲ νιικης τοῖς Ῥωμαιοις τοῦ πολέμου κεχωρηκότος, καὶ ὥσπερ ἀνακωχῆς τῶν δεινῶν γεγενημένης, τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν [*](V. 76) ἤγεταο τὰ ἔπι Γουβάζη πρότερον τετολμημένα. καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θώκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμυδᾷ ἐνειμένος , ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευμένοι, καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα· ἄλλοι τε ν́πη- ρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς , καὶ δαημονέστατοι τῆς τῶν Bδικαπηριων κομψείας, κήρυκές τε μεγαλοβόαι , καὶ ol tcovio μαστίγων ἐπιστάται. anavTeg δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγμένοι. ἐπεφέροντο δὲ , οἶς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυχενίους, κλινοστρόφιά τε καὶ ποδοστράβας, καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. καί μοι [*](P. 108) δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ᾿ ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος, ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μ̔̀ νΘν -̔́ πως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαἰ·κῶν σφίσινομιμ́ων κ0μπω- δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπιπλέον ἄρ-
[*](1. Ἐς R. (Cl.), Lngd. et ecl. pr. ὡς, Par. ὃς. Α τῶν δεινῶν corrcxi, R. τῶν ἐκείνων, vulg. τῳ· (Lugd. mg. τῶν) ἐκ· είν(σ. — Thucyd. IV. 1 ι7. γενομένης dνακωχῆς κακῶν καὶ ταλαιπωρίας. 3. τὸ παραυτίκα R. , παραυτίκα vulg. 4- Τουβάζ.η R-.» Ιbυβά- ;ην vulg. 5. θώκου R., θάκου vulg. 6- ἐνειμένος CI., έν- ειμμένος R. et Lugd., ἴνη μένοςvu1g. 7. ἀρτῷ καὶ ἄνδρ. R. θ δαημονέστατοι R. 〈δαιμἱ et Intpr. δcι·euιἰεεἰωἰ, δαημονέστερο. vulg.)χεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσὰς [*](Α. C. 555 C. 555 I. I. 29) πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι , μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν· εἰ δέ γε ἅπαντα καταψευσάμενοι, καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες, οὕτω τε καταδιαιτηθέντες, καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι, εἶτα τῷ παλαμναίῳ [*](B) ξίφει, ἁπάντων θεωμένων, καρατομηθεῖεν, τότε δὴ μεῖζον τι δόξειεν εἶναι τὸ πέρας, καὶ διπλασίων ἡ τιμωρία. ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀποῤῥήτῳ βαρβαρικώτερον ῾Ρούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασθαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποίνην κομίσασθαι τῶν ἦμαρ τημένων. δικαστηρίου δὲ καταστάντος, καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης, καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διαττόντων, καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων, ὄγκου τε δικαστικοῦ φαινομένου, [*](C) καὶ μεγαληγορίας ἀκουομένης, καὶ ἔπι τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου· τούτων δὴ οὖν οὕτω [*](V. 77) πρασσομένων, ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε, καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαντίῳ ἀστοὺς,
[*](5. οἱ ἀπεκτονότες R., art. om. vulg. 8. Lugd. mg. ἴσ. τέρας. 14. διαττόντων vulg. ex coni. in mg. Lugd., Intpr. ultro citroque cursitantibus, διαταττόντων R. et Lugd.)καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξιστησι τῶν φρονημάτων, μὴ τι γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκòν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀπικώτατον , ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.
β΄. Τότε ὸὲ Ῥούστικος τε καὶ Ἰωάννης, ἐκ τοῦ δεσμωτηριου ἠγμένω, ἀνὰ τὸ λαιὸν μέρος ὶστήκατον, οἷα δὴ φεύγοντε. [*](D) ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι, καὶ ἤδη ἐκπλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότερον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομώας ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· „ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζη, τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους [*](P. 109)φαμὲν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριωτάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνωμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. πλὴν ἀλλ’ ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ, καὶ τῇ ποικιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι, οὐδὲ μεθεῖναι μὲν τὸ φυ-
[*](2. μή τί γε R., μήτοι γε vulg. καὶ ins. ex R. et Intpr. 8. ἐκμεμαθ. R., μεμαθ. vulg. 9. πρῶτον R. 12. γεγωνότερον R. (Cl.), γεγονώτερον vulg.)λάξασθαι τὰ παρ’ ἐκείνου εἴτε ἴσως διανοηθέντα μόνον] εἴτε [*](Α. C. 555 I. I. 29) πάντως βεβουλευμένα, καταλιπεῖν δὲ έν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστὸν, καὶ ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) ἑπόμεθα καί [*](B) ἡμεῖς τῇ φύσει, καὶ ἀπιστοῦμεν. ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ, μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μεταμελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον, ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βουλόμενον, εἴτε ἠναγκασμένον. εἰ δέ γε ὑμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη, καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων, (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται,) εἰ διωθοῖτο καὶ ἀντεπιφέροιτο, ναὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας [*](C) ἀντάροι, τότε δὴ ἵξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελετωμένων, καὶ τολοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται,
[*](1. διανοηθέντα μόνον ins. ex coniectura: siquidem palam est excidisse participium ad βεβουλευμένα relatum; quae ille sive cogitauit, sive perficienda sibi proposuit. R. pro εἴτε ἴσως εἴτε habet: εἴτε ἴσθι εἴ τῳ. Intpr. quae huic sunt aut alteri cuiquam prave consulta, scilicet ex hariolatione. 10. μαλακισθ. R. 12. ἐνταῦθα om. R. 15. ὑμῶν om. R. 16. τοὐν- τεῦθεν R. , ἐντεῦθεν vulg.)ὥστ᾿, εἰ που τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ δὲ τοῦτο ἡμῖν ἐσόμενον ἄπο τρόπου, οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος. οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ’ ὡς τυραννοκτόνον ἐπαινετέον.” ἥ μὶν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσαμένη διέγνωστο.
γ΄. Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἲ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο [*](D) τὰ σφέτερα αὐτῶν δικαιώματα ᾖ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ ἐπικλήματος, καὶ ἔλεξαν τοιάδε· „Ἀπόχρη μὲν, ὠ δικαστὰ, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν , ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καἰ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἁμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἧμιν διανυσθήσεται τ·ὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα, ναὶ οἶα τοῦ [*](V. 78) μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. ποία γὰρ αὐτοῖς [*](Ρ. 110) λελείψεται σκῆψις, ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ σύμμαχον καί ὁμοδίαιτον καὶ ὁμόσπονδον, καὶ ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα, καὶ τί δὲ οὔχι τῶν οἰκειοτάτων κεκτημένον, ἀναίδην οὕτω διαχειρισαμένοις, καὶ πολλῇ τῇ δυσ-
[*](10. ὦ δικασταὶ R, Intpr. iudices. 12. ὑμετέροις correxi, ἡμετέροις omnes. 15. τοίνυν R. pro νῦν. Pfum τὸ νῦν? 16. ἂν om. R. ἀναίδην. Sic Intpr. impudenter, ἀνέδην R. et vulg.)μενείᾳ χρῆσθαι καθ’ ὑμῶν φωραθεῖσι, τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; [*](A. C. 555 I. I. 29) βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστὰ, καὶ ἔθνους οὐκ ἀγεννοῦς, καὶ πρὸς ἀρετὴν ἐνεργότατος, καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκτονότων. ἀνατετράφαται [*](B) δὲ τὰ Κόλχων πράγματα καὶ διεῤῥύη, δὲ τὰ κοινὰ, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώτων καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐῤῥωμένη, ἀλλᾷ βραχεῖά γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι συνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. ταῦτα δὴ οὖν ἄπαντα δράσαντες, οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται διερευνᾷν καὶ προσίεσθαι, καὶ διὰ τινων ἀφανῶν τε– [*](C) κμηρίων καὶ οἷον εἰκότων χωροῦντας, ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην, ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. ταῦτα γὰρ δὴ τὰ σοφίσματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλλοῦντες, παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προσθεῖεν, γινωσκόν-
[*](1. καθ’ ὑμῶν R., Inlpr. adnersum vos, καθ’ ἡμῶν vulg. θεραπευκέναι R. 5. τῶν Κ. R. ἐῤῥύη R. 11. δόξοιεν R. 13. ἡμᾶς R. 16. καὶ ante οἷον om. R. 17. εὐεργεσείαν sph. Par. μᾶλλον ἡ τῷ σαφεῖ coni. Cl., Iutpr. ut potius confingatis — quam ex iacturae perspicuitate etc. 18. ἀποδεδειγμένην R.)των, ὧ δικαστὰ, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προὖπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὶν ἀπεκτόνασι τὸν ἄνδρα διαῤῥήδην [*](D) φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφισιν αὐτοῖς, ἢ πῶς, τὴν πρᾶξιν δεινὴν ἀποκαλοῦντες, ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τνγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.
δ΄. „Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευμένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει, οὐδὲ ὡς ὁμοφύλοις [*](P. 111) μετ᾿ εὐνοίας διαιτητέον αὐτοῖς, ὅτι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχάνουσι, κἂν μήπω τῷ παρ’ ὑμῖν γεγραμμένῳ. τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρὴ, οὐ τῷ πορρωτέρω τετάχθαι. ὁ δὲ, οἶς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, προὔργου ποιούμενος, πολέμιος ἂν κριθείη δικαίως, κἂν σνμ-
[*](11. καὶ ὁμόσε — πεφυκότα om. R. et Intpr. 13. τοὺς Πέρσας R., τοῖς Πέρσαις vulg. 20. πόβῥωa. πόῤῥω R.)παρῆ, κἂν συστρατεύοιτο, κἀν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. [*](Α. C. 555 I. I. 29) ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασιν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανομίας, ὡς μηδισμοῦ διώκειν τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφὴν [*](Β) ὅτε μηδὲν πλέον ἕξει νικῶν. ποῖος δὲ νόμος ἢ παρ’ ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς χρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάντες, τιμωρίαν μὲν ταπως τῳ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἢν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐ- χρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἰ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην, καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατηγορημένους ἀντεγκαλεῖν. εἰ γὰρ τοῦτο [*](C) πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους [*](V. 79) αὐτοχειρίᾳ διεχρησάμεθα; παρὸν ἡμῖν, πρὸς δίκην τυχὸν ἀγομένοις, ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ’ αὐτῶν πρότερον ἡμαρτημένα, καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν
[*](1. συστρατεύσοιτο R. 4. παρανοίας R. et Iutpr. eo vesaniae, 7. Pro νόμος R. γενόμενος. παρ’ ὑμὶν Lugd. et Intpr. apud vos, παρ’ ἡμῖν R. et Par. 9. γινομένην R. Post δυσμενεῖς iterat αὐτοὶ vulg. 10. ἀνεξετάσως R. et Intpr. indicta causa, ἀνεξετάστῳ vulg. 15. πρῶτα R. 16. κατηγορυμένους B.)τὸ εὐλόγως ἀνθημαρτηκέναι, μᾶλλον γὰρ ἡμεῖς, ἔπι σαφέσι τοῖς προϋπηργμένοις χαλεπήναντες, ἐνδίκως ἂν ἠμυνόμεθα τούτους· καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. ἀλλ’ οὐδὲ πρὸς ἡμῶν οὐδὲ πρὸς ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεὼν, εἴ [*](D) γε κατὰ τοὺς Πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι, καὶ τοῦτο πολλάκις γιγνόμενον μέχρι τοῦ ἐπ’ ἄπειρον ἤδη τολμᾶσθαι προσενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμένοι; ἁπάντων γὰρ ἀναιρούντων τε καὶ ἀναιρουμένων, καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ᾿ ἀλλήλων θαῤῥούντων, οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθαρεῖται μὲν εἰκῆ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἒξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία.
ε'. „Καίτοι τι δεινὸν εἶναί φασιν, εἶπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος, ἅπαν ὑμῖν τὸ συμμαχικὸν σωφρονέστερον καθεστήξει; προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ [*](P. 112) πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσγένοιτο, ἀλλ’ αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης, ἠφάνισται τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς
[*](1. ἠμυνόμην R. 4. πρὸς ἑτέρων R., παρ’ ἑτέρων vulg. τοι— αῦτα R. 5. μιν R. 9. διαμένοι Cl., διαμένει R., διαμεί— νῃ vulg. 16. ὑμῖν correxi, ἡμῖν R. et vulg. 19. προσγένηται R.)ἂν ὑμῖν ἐνθένδε τὸ συμμαχικὸν σωφρονήσειε; πῶς δὲ οὐκ ἂν [*](A. c. 555 Ι. Ι. 29) μᾶλλον καὶ διαλύσαιεν τὰ συγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους, καὶ τῆς προσπεσούσης χρείας, οὐ περαιτέρω γνωριζομένους. ἀλλ᾿ οὔτε μετειλήφατε τοῦ βουλεύματος, οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ ούμπαν [*](B) τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται· οὔτε τὴν πάλαι πέρὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθεστήκατε, καὶ δικαίοις χρῆσθε νόμοις, ἡ τούτων νικήσει κακοδαιμονία. τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. νῦν μὲν γὰρ ἔσως ἐφ᾿ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι, καὶ τὰ τῆς δοκήσεως ἐπ᾿ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστὰ , κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων, γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκέων, [*](C) ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ᾿ ἔργῳ κατηγοροῦντες
[*](1. σωφρονήσῃ R. δὲ ins. ex R. 2 ὑμᾶς om. R. 11. νόμοις R. et Intpr. legibus, νομίμοις vulg. νικήσασα R. 14. ἦν ὑμῖν R., ὑμῖν ἦν vulg.)σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας [*](I. I. 29) ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καἰ πρὸς ἀνάγκης, ἐναντιούμενον δὲ καὶ βιαζομένοις· ἀποκτεῖναι δὲ Πρίν ἂν ἐκεῖνος, ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος, τὰ πολεμίων δρᾷν προαχθείη. οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες, μήτε ἄλλως ἐφειμένον αὐτοῖς ἀδεῶς ὃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ [*](D) τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες, οὔτε μὴν ὥσπερ ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες, οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὁτῳδηοῦν τρόπῳ τοῦ προστάγματος ὀλιγωρήσει καίτοι μεγαλαυχοῦσι καὶ βρενθύονται, ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵγε καὶ τὴν ἐκείνου περιορῶντες πεφήνασι γνώμην, ψευδέσι τε χρῆσθαι πρότερον κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες, καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγγέλτως ἒξειργασμένοι, καὶ, τὸ [*](V. 80) δὴ πόντων παρανομώτερον, οὔτε τὴν ἐπιστολὴν ἐπιδείξαντες, [*](P. 113) ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι.
ς΄. Πῶς οὖν οὐ παντὸς ὀλέθρου καὶ τιμωρίας ὑπέρτερα 20 πάσης τὸ τετολμημένα δόξοιεν ἄν; ἀδίκια γὰρ καὶ κατ’ ἄλλου του γιγνομένη φευκτόν τι καὶ ἀπειρημένον, μάλιστα δὲ εἰ φί-
[*](8. ἂν βούλ. R. 13. προστάγματος R. et Intpr.si non iussis obsequi auderet, πράγματος vulg. 21. δόξοιεν R., δόξειεν vulg. καὶ om. R.)λον καὶ εὔνουν καὶ πολλάκις προκεκινδυνευκότα τῶν πέλας εἰναι [*](Α C. 555) συμβαίη τὸν ἠδικημένον. τις γὰρ ὁ τοῦ Περσῶν πλούτου καὶ [*](I. I. 29 ) τῶν προτεινομένων ἁπάντων τὴν πρὸς ὑμᾶς εὔνοιαν αλλαξαμενος; τις ὁ τὴν Χοσρόου φιλίαν ὑπεριδὼν, γᾶι, παρὸν ἐκεῖσε πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι, τὸ παρ’ ὑμῖν ἔλαττον ἀγαπήσας; τις ὁ πρότερον τῆς χώρας ὑπὸ Μηδῶν ἐπὶ πλεῖστον [*](B) χρόνον πιεζομένης, καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας ἔτι μελλούσης, μεταστὰς μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ’ αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου, ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν μᾶλλον ὑποστὰς μετιέναι, ἥ προσηκάμενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τις δὴ οὖν οὗτος; ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν ὑπὲρ ὑμῶν ἴδει, κατορρωδήσας, Γουβάζης, ὧ νόμοι καὶ δίκη ! ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων [*](C) αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως, ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως ρηθῆναι. ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐ- τοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ
[*](1. καὶ ante πολλάκις om. R. 4. Κοσρóου sph. Par. 8. μετοικισάμενος R., μετοικησάμενος vulg. 12. ἦν pro οὖν R.)[*](18. αὐτὸν ἐχρ. εὐθὺς R., εὐθ. ἐχρ. αὐτ. vulg.)βασκανίας εἰς τοῦτο κακοῦ προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν [*](Ι. Ι. 29) καὶ λογισμῷ σώφρονι καὶ τῇ τοῦ συνοίσοντος ἐπιγνώσει οὐδένα παρῆκαν καιρὸν, μόνῳ δὲ τῷ αὐθαδιαζομένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι πολλὴν παρέσχον αὐτονομίαν καὶ τὸ μελετηθὲν [*](D) ἐκπλέίστου καί ὠδινόμενον οὕτω πως ἐκ τοῦ παρείκοντος ἔδρασαν, ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι, μήτε μὴν διανοηθῆναι. πολέμου γὰρ τοσούτου περιεστηκότος, ἐμφρόνων μὶν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται· καὶ, τό γε ἧκον εἰς αὐτοὺς, προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα , πάντα συμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεως τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. [*](P. 114) οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελθόντων, καὶ πανταχόθεν ἡμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καἰ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ’ οὐ δίκαιον, ὦ δικαστὰ , τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι, καὶ ἧττόν τι παθεῖν, ἢ καθόσον ἡ τοῦ βούλεται φύσις.”
ζ΄. Οὕτω δὲ τῶν κατηγόρων τοῖς ἐπικλήμασι χρησαμέ-
[*]( 5. παρείκοντος R., παρήκοντος vulg. 9. τὰ R. pro τοὺς. 17. ἔστιν R. 19. δικαστὰ R., δικασταὶ vulg. et Intpr. τοσούτους R.)νῶν , τὰ πλήθη τῶν Κόλχων (αὐτοῦ γὰρ συνήθροιστο) ἐπαΐεινΑ. [*](A. C. 555) μὲν οὐ μάλα ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν [*](Ι. Ι. 29) νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες ἐφ’ ᾧπερ ἕκαστα ἐτύγχανε προηγμένα, ἀγωνιζομένοις τε αύτοῖς [*](Β) ἔτι συνεμόχθουν τῇ προθυμίᾳ , καὶ συμπεριήγοντο ταῖς μετα- βολαῖς τῶν σχημάτων · οὕτω τε τὰς ψυχὰς διέκειντο , ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν καὶ εἶτα ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο , αὐτίκα οἳγε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾷν ἐς τὸ ἐμφανὲς ἵεντο, καί ἤδη ὑπετονθόρυζον, καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι, ταῖς χερσὶ καταπαύοντες, ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. καὶ τοίνυν σιγῆς [*](V.81) γεγενημένης, παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἃμα [*](C) Ἰωάννῃ τῷ ἀδελφῷ, ἔλεξε τοιάδε· Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ, δέον μεγίστων γερῶν ἀπόνασθαι , πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ’ ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης μεγαλαυχίας ἀνάπλεως. γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ
[*](2. ἥ τῆς — χρῆμα om. R. et, ut videtur, Intpr. 4. ὅπερ R. 12. ἵεντο R. et vulg. 31. ἀνάπλεως acld. ex R. et Intpr. glo- riae plenum.)προδότην ᾶνδρα καὶ τύραννον ἀπολωλέναι, καὶ τὰ βασιλέως [*](Ι. Ι. 29) πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι συμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς [*](D) καὶ αὐθαίρετον τὸ ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες , τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς , ὡς τοὺς Ῥωμαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν , καὶ οὔπω παρ’ πέρων ἀφῃρημένους. εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον, καἰ παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεως τε προσ- έδει τῶν εἰργασμένων , καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους, καὶ δεδειγμένοις τυχὸν διαπορεῖν ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις, καὶ. τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. Ῥωμαίου δὲ ἀνδρὸς [*](P.115) διαιτῶντος, τινος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ’ ὑμῖν αὐτοῖς, ἀνθ’ ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες ; οὐδὲ γὰρ εμταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι· καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι, καὶ δεινὰ τετολμῆσθαι φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου· χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν ,
[*](4. οἰχησόμεθα R. et Intpr. et moriemur (Cl.), οἶ χρησόμεθα vulg. 5. γινώσκειν R. 11. δεδιττομένοις s. potius δεδειδιγμένοις coni. Cl., Intpr. timore perculsi. 16. οὐδὲ R., οὐ vulg. 20. πόρπῃ. Hanc certissimam Ios. Scaligeri emendationem confirmat R. cf. p. 172. ed. Bonn. v. 9., ῥοπῇ vulg., Intpr. purpura.)ἀλλ᾿ ἔνθα τὸ δίκαιον ἐνεργὸν, καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη [*](Α. C. 555 Ι.Ι. 29) τὸ ἐφιέμενον, καὶ μόνοις τοῖς καθεστῶσιι τὸ φρνóνημα τῆς ψυχῆς ἀναμπροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεπόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι [*](B) καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα· εἰ δὲ τούτων μὲν ὡς ποῤῥωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον, ἀλλ᾿ ἢ τοὺς πέρσας καθ᾿ ἡμῶν λαθραίως ἐπάγειν, καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις· πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι, ἢ, τὴν βασίλειον στολὴν αἰδεσθέντας, ὑπὸ τοῖς πολεμίοις γενέσθαι; τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν, καὶ, τὸ παρὸν ἀμωσγέπως παὸακρουσαμένοις, σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ [*](C) ὠμότης προεπιφέρειν τὴν τιμωρίαν, καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. ἔνθα δὲ, τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων , οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ᾿ ἄρδην εὐθὺς ἅπαντα oἴχ́εται, συναφαιρουμένων τῇ κοινῆ̣ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρπέον τοῖς ἔμφροσι, καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.
η'. „Εἰ τοίνυν καὶ διαῤῥαγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντοῦτον
[*](3. R. 5. Anne ἀλάστορες? 16. τὸ βεβουλευμένον R. 21. πείσωνται R. 22. διιαῤῥαγοῖεν R.)τες καὶ ἄγος καὶ μιαιφονίαν , καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον, καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾷν ἐκβιαζόμενοι· ἀλλὰ σὸν ἔργον, ὦ δικαστὰ, μνήμην [*](D) ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι’ ὦν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν, καὶ τῷ εὐλόγῳ τοῦ ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. ἐπεὶ καὶ πολλαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας, ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας, ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἷς τὰ τῶν τιμωριῶν [*](Ρ. 116) τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καί μωροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ’ ἐκείνων [*](V. 82) τετολμημένα λογιζόμενοι, καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικημάτων ἐπιμνησθέντες , ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῆ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. ἀνή- ρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάξης· καὶ τί δεινὸν , εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν ; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες, οὐ τῷ πορῤῥωτέρω ταχθέντι προσήκειν φασιν, ἀλλ’ ὅτῳ ἂν, εἰ καὶ ἑμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ
[*](3. ἔργον ins. ex R. 8. ἔργων add. ex R. ct fort. fntpr. gia- fiora faciiwra. 12. τούτων ἀνεῖται R., ἀνεῖται, τούτων vulg. 14. τίσουσι R. 17. προδότην om. R. 20. ταχθέντι R. et Intpr. interuallo sepositus, τεχθέντι vulg.)τήνδε τὴν ·δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην,[*](A. C. 555) καὶ οἵαν τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. οὐκοῦν, ἑκα- [*](I.I. 29) τέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γου- [*](B) βάζην τῷ δοθέντι χρώμενοι τεκμηρίῳ τούτου γὰρ ταύτῃ καὶ δὴ δεανυμένου , καὶ τὸ δικ· αιως αὐτὸν ἀνῃρῆσθαι συναναφa- νεῖται. ἅπαν μὲν οὖν ἀεί βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ἧ τοῖς Ῥωμαιοις , ἀλλὰ τῷ τῆς γνώμης ἀλλοτὸιωτατͅ διεστη- κὸς καὶ rrj τάξει τῶν νόμων ἀχθόμενον, ἐπὶ τὸ νεωτεροποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυχ· ὲν· καὶ ἥδιστα μὲν ἂν ἐφ’ ἑαντοῦ βιοῦν διατελοίη μμαμῶς ὑφ’ ἑτέροις ταττόμενον , ὡς μηδὲ τῶν ἀδικημάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ yovv τὰ ὁμοδίαιτα τῶν έθ1ῶν καὶ μᾶλλον τοῖς m̓κειοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προύργου ποιοῦνται. πλὴν ἀλλ᾿ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβαιζης ὑπῆκτο τοῖς πάθεσι, [*](C) τῷ βάρβαρος τε πεφυκέναι , καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπωτωι ν, ὁ δὲ κὼ πρὸς τ·οῦτο κακώς ἐχώρει καθ’ ἡμῶν, ὡς μὴ ἔτι διαλανθάνειν οἰέσθαι δεῖν , τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιό1των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη , αὐτὸς οἶκοι μένειν ῳνετο δεῖν σὺν τοῖς ὁμοφύλοις, καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστάναι. πλὴν ἀλλ’ ἐπετήρει σὺν ἀκρίβειά καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κι-
[*](2 ἑκατέροις R. ,ο. ἱαυτοῦ R.s ἱαυτῷ vulg. n. rwv ins. cx R. ι4. τοῦτο R. 23. dνεπυνθάνετο R. , ἐπυνθάνετο vulg.)νήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. εἰ μὲν οὖν μέγιστόν τι [*](Ι. Ι. 29) κατὰ τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο, καὶ τοῦ νικᾶν [*](D) ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν , ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς· , διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο , καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα , φαύλην μὲν τὴν ἐγχείρησιν , φαυλότατον δὲ τὸ πέρας ἀποκαλῶν, καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. εἰ δέ που τυχὸν καὶ σφαλείημεν, (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν , ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;) ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς, τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυ [*](Ρ. 117) νον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος ᾦ δὲ πάντως αὐτῶ προεσκεμμένον καὶ ἐγκριθὲν, μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι, ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτηρίαν. τὸ γὰρ παλίμβολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον, καὶ οἶς καθ’ ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς , οὕτω παρασχὸν, ὑπερβαλλομένοις.
θ΄. „Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς, καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἶς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν , ἀλλ’ εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλα-
[*](3. ἤρατο R. 10. βεβηκόσιν R. 13. προεσκεμμένον R., παρεσκεμμένον vulg. 17. αὐτὴν R., αὐτῶν vulg.)νοὺς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰ- [*](A. C. 555) κοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι ποῤ- [*](I. I. 29) ῥωτέρω, τὰς ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινο- [*](Β) στεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια , καὶ τῶν βαρβάρων ἡσσῶνται. καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει· καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας τὸ δὲ ἐφ’ ᾦ πλέον ἐμόχθει καὶ παρεσκεύαστο , ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ [*](C) τοῖς ἔθνεσι νικήσασαν δόξαν , ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει προπαίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγί- [*](V. 83) γνωσκε χρῆναι, καὶ ταύτῃ πρὸς θράσος κινεῖν καἰ αὐθάδειαν τὸ τέως κατεπτηχὸς κὼ θαυμάζον. ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως, ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος, καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ- ράννῳ κεκόμψευται ; καίτοι κοινῇ δοθὲν ἑκατέροις , οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς , ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμπιπτόντων εὖ τε τυχὸν ἢ ἑτέρως διακεῖσθαι
[*](D)[*](1. Σπθαμῶν R. et Intpr., qui pro τῷ γένει legisse videtur τὰ γένη, vulg. Σουσάνων. 3. ἁπάσης R. ἁπάσας vulg. 4. οὐκ ἂν ἐνεδίδου R., οὐκ ἀνεδίδου Lugd. et ed. pr., οὐκ ἐνεδίδου Par. 6. οὐχ ὥστε μόνον R. Lugd. et lntpr., edd. ex coni. los. Scaligeri μόν. οὐχ ὥστε 7. τῶν R., πᾶν vulg. 8. καὶ amte λίαν om. R. 10. ἥ τοῦδε μεῖζον R., Intpr. aliud quiddam et longe maius, μεῖζον κ. τ vulg. 12. τὸ μέρος R., τὸ αὐτοῦ μ. vulg. ἐγίνοσκε sph. Par. 16. ἐπὶ R., ὁπò vulg.)τὰς γνώμας. ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς [*](Ι. Ι. 29) ἠνιᾶτο μὲν οἶς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ’ οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχὸν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ λυμαινομένους; ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πρα- γμάτων ἐπισκεψώμεθα πείραν, οὑπερ ἧμας ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν , στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς [*](P. 118) στρατηγοῖς , φοιτᾶν ἐπ’ αὐτοὺς ἅπαντι τῷ στρατῷ , καὶ καθελεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκπλείστου καὶ ἐφεδρεῦον. ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἔξ ἐρυμάτων παραταττομένους, καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας, συνεπιλάβοιντο καὶ συμπαρασταῖεν. τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν τοὺς στρατηγούς; ἀντιβολεῖν , ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους, καὶ πρὸς
[*](5. καθεστὸς R., καθεστὼς vulg. 7, λόγους R. pro ἐλέγχους. 10. παρῃρημένη R. et Intpr. ademta, παρηγμένη vulg. 11. δυσμεωὲς R. et. Intpr. hostilem exercitum, δυσμενῶν vulg.)συμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῖές αἰτήσεως [*](A. C. 555) καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον. ὁ δὲ, καθάπερ ὡς [*](I. I. 29) ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς, καὶ ὡς ἐξὸν αὐτῷ [*](Β) κατ’ ἐ·θωιαν βιοῦν , συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρού- ριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνειχ́πο. οὐ μὴν οὐδὲ σκήψεις τινὰς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ ἐς προκάλυμμά γε ὅμως τῆς ἀποῤῥηισεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμπετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν a̓ζιωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς, καὶ δυσμενῶς μὲν εἰς αὐτοὺς ἀφυβρίζων, ὡσπερ ἀνδρίαν τοῦτο ἡγούμενος, καὶ βασιλεῦσι πρέπον· ij γὰρ τὸ ὸιαῤῥήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασΔειον γράμμα ὸει- κνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς oi- [*](C) κειας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον ; καὶ πῶς οἶόν τε ἦν, εἴγε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’ ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ
[*](3. ἐξῆν R. 6. εἰR (Cl.), ἡ vulg. εἰςR. vulg. 7. dπεπέμπετο R. , sπεξεπέμπετο vulg. 8. Iutpr. add. aute ήπήκ̣οον σιque. θ τοῖς στρατηγοίς—ἦ γὰρ om. R. 11. Locus impe- uitissimus , acl quem sanaudum neque liber Rehdigeranus , ne- que Interpres quicquam opis afferunt : paulo melius proccderet, si μὶν post δυσμενῶς delerctur. r) γὰρ τὸ positura esse videtur pro ἥ γὰρ τοῦτο ἦν. lλμεμελετημένωνR.Lυgd. i.m. et Intpr. praemeditatus , πεπλημμελημένων edd. ex coni. Vulc. ίχρῆν R. , χρῆν vulg. 17. προηγμένων sph. Par. 18.πóνους R.)τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὶν [*](I. I. 29) ἀναίδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου , τοῦ δὲ παντὸς Ι θνους καὶ μάλα τὴν στάσιν προσιεμένου , τῷ πρὸς τὴν κιbσιν τῶν καθεστώτων βαρβαρικώτερον ὁρμῆς πεφυκέναι , καὶ πρός Bye πλήσιον ἔχειν τονς ἀνθεξομένους; τοιγάρw ἳ τὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες, τοσούτων συμφορῶν ἐσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον ουυτω πως εὐκολώτατα κατεπαόσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς εἰπ́ερ ὅλως τι κὼ ηνμελλεν ἔσεσθαι.
ι'. „Μὴ τοίνυν, co δικαστὰ , τὴν ἐπιστολὴν μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδμῶς ἠκολουθηκότας. τῷ γὰρ οὐ λίαν εὔδηλον, ὡς τὸ γῳῳφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπωι εἵ μὲν ὂν ὑπῆρχε καὶ βάσανος , εἶπερ αὐθαιρέτως ἔαν οἱ τοῖς [*](P. 119) προσταττομ́νοις, ὥστε δικαίως ἁρμόσασθαι; γνωσθὲν τοίνυν [*](V. 84) ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλλώμψον , δι᾿ ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἴδει wῳέπειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν , εἰς ὅπερ , πολλῶν ἐν μέσῳ συμβεβηκότων δεινῶν , πρὸς ἀνάγκης καὶ ὣς πωιή-
[*](2. ἀναίδην R. ct Intpr. ὢ Δοειἰε ι·mΡυdeπιι·δδιωυ , dνέδην vulg. ἱ προιεμένου R. 4- ὁρμῆς R. , ὁρμᾶν vulg, 5. ἔχειν R. , ἕξειν vulg. dνθεξομέκους R. , dνεξομένους vulg. 6. ὁ εἷ R. 8. dπιστἥσὰι R. 12. Pro τῷ R. τὸ. εὔδηλον R., Δῆλον vulg. i3- αβτον add. cx R. i5. Inde .1 verbo προσταπομένοις Cod. R. a librario alicnigcna et gracci sormonis pacne ignaro scriptus est, quisiglas excmpli sui non intclligcbat : cuius liomi- nis lapsus infiuitos non omncs notavi. 18. Pro μὴ R. hic ct sucj)c dcindc μηδὲ. 19. περιγχθωμεν R.)χθημεν ἂν,. οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος [*](A. C. 555) καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους , ἐν [*](I. I. 29) ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. ἐλείπετο δὴ οὖν, ὡς ἔοι- κε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν πρὸς Γουβάζην, ζην, καὶ ληρώδεις ἀγῶνας ἐγείρειν, καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ’ οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ πέρσαι παρόντες [*](Β) καὶ τοῖς ἔργοις ἐγκείμενοι, καἰ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσθαι παρεσκευασμένοι. ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ δότης, καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τι διαφέρειν οἴονται σφισιν οἱ Κόλχοι, εἴτε παρ’ ἡμῶν εἴτε παρ’ πέρων ἀνῄρηται; ἧται; οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν· ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καἰ προσῆκον ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν, καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. οὐκοῦν εἰ καὶ βδελυροὶ κατ’ αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν , ἀλλὰ πιστότατοι βασιλεῖ καὶ φιλορώμαιοι, [*](C) καὶ οἶοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς , ὦ δικαστὰ, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ’ ἡμῶν ἐν δέοντι τολμηθὲν, οὐκ ἄνευ δὲ τῆς τοῦ Μαρτίνου γνώμης γεγενημένον.”
[*](5, ἀγεῖραι R. 6. ἀνταιρεῖσθαι R. 1. m. et Lugd., ἀντερεῖσθαι R. 2. m. 8. καὶ τῆς Κ. — παρεσκευασμένοι om. R. et Intpr. 16. κοινοῖς R. 18. φιλοῤῥώμαιοι vnlg. 22. τοῦ om. R.)