In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 17, 4)

Διαφέρει δὲ γένος συμβεβηκότος.

[*](34v)

Τῶν πλεῖστον ἀλλήλων διαφερόντων, ὡς ἔχει τὸ γένος καὶ τὸ συμβεβηκός, τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές, ἐπειδὴ ὀλίγη ἡ κοινωνία, τὴν δὲ διαφορὰν ῥᾴδιον (τὰ γὰρ πολὺ διεστηκότα ἐν πολλοῖς ἑαυτῶν σιν), ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων τὴν μὲν διαφορὰν εἰπεῖν δυσχερές, τὴν δὲ κοινωνίαν εὐχερές, οἷον τὴν μὲν κοινωνίαν λύκου καὶ κυνὸς καὶ ἵππου εἰπεῖν καὶ φάττης καὶ περιστερᾶς εὐχερές, τὴν δὲ διαφορὰν οὐ ῥᾴδιον. πάλιν κατὰ τί μὲν διαφέρει ὁ ἄνθρωπος μύρμηκος εὐχερὲς εἰπεῖν, κατὰ τί δὲ κοινωνοῦσι δυσχερές. καὶ ἀπλῶς τὰ μὲν πόρρω ἀπ’ ἀλλήλων ὄντα καὶ πολὺ διεστηκότα κοινωνίαν μὲν ὀλιγοστὴν ἔχει, πλείστην δὲ διαφοράν, τὰ δὲ μὴ πολὺ διεστηκότα ἀλλὰ πλησιάζοντα ἀλλήλοις ὀλιγοστὴν μὲν κέκτηται τὴν διαφοράν, πολλὴν δὲ τὴν κοινωνίαν. ἐπεὶ οὗν τὸ γένος τοῦτο καὶ τὸ συμβεβηκὸς πλεῖστον ἀλλήλων ἀπέχουσιν, ὀλιγοστὴ μὲν αὐτῶν ἡ κοινωνία, πολλὴ δ’ ἡ διαφορά, ὅθεν καὶ μίαν μόνην αὐτῶν κοινωνίαν ἐξέθετο ὁ Πορφύριος, ἑτερότητας δὲ πλείονας.

[*](p. 17, 7)

Ἐπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμβεβηκότων μέθεξις.

Άνθρωπος γὰρ καὶ ἵππος καὶ τὰ ἄλλα εἴδη ὁμοίως τοὐ ζῴου μετέχει ὁμοίως γάρ ἐστι ζῷα), τὰ δὲ σώματα οὐχ ὁμοίως μετέχει τοῦ λευκοῦ ἢ τοὐ μέλανος· λέγεται γὰρ μᾶλλον καὶ ἧττον εἶναι λευκὸν καὶ μέλαν.

[*](p. 17, 14)

Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει·

Βούλεται ὁ Πορφύριος ἐνταῦθα δεῖξαι, πόσαι γίνονται σχέσεις ἐκ τῆς πρὸς ἄλληλα παραβολῆς τῶν πέντε· ἔφη γὰρ ὅτι γίνονται σχέσεις οὐχ ὡς ἄν τις ὑπολάβοι εἴκοσι διὰ τὸ δὶς ἕκαστον τῶν πέντε παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ παραδίδωσι τὴν μέθοδον, ἣν ἤδη προεξεθέμεθα, δι’ ἧς εὑρίσκομεν πόσαι γίνονται σχέσεις τῶν προκειμένων ὅρων ἐκ τῆς πρὸς ἀλλήλους παραβολῆς. φησὶ γάρ, ὡς ἤδη παρ’ ἡμῶν λέλεκται, ὅτι δεῖ τὸν [*](1 tit. τί κοινὸν γένους καὶ συμβεβηκότος in mrg. add. D: περὶ κοινωνίας γ. κ. σ. p lemma διαφέρει δὲ γένους συμβ. DEFp: διαφέρει δὲ τὸ γένος M: διαφέρει τὸ γένος V: διαφέρει δὲ τὸ γένος τοῦ συμβ. Porph. 2 πλείστων Ε 7 ἵππου εἰπεῖν oblitt. V post εἰπεῖν add. καὶ ἀνθρώπου F 8 ὁ om. FV τοῦ μύρμηκος M 9 εὐχερές DEM: εὐχερὲς καὶ εὔπορον F: εὐχερές καὶ εὔκολον V: καὶ εὐχερὲς καὶ εὔπορον p 10 διεστ. πολὺ colloc. Ep 11 δὲ μὴ in litt. Ε 12 κέκτηνται MV ante ἐπεὶ tit. περὶ διαφορᾶς γένους καὶ συμβεβηκότος et lemma διαφέρει δὲ τὸ γ. τοῦ συμβ. add. p (cf. V. 1 not.) 13 τοῦτο om. M ἀπέχει M 14 μέν ἐστιν F ἡ κοιν. αὐτῶν colloc. V ἡ (prius) om. M 16 γὰρ om. V 18 τὰ om. p 20 εἶναι καὶ ἧττον colloc. FV 21 ἄλλων τεττάρων] διαφορῶν E τετάρων D: om. Fp 22 πόσαι] πόθεν M ἐκ τῆς—σχέσεις (v. 23) iter. E 25 ἐξεθέμεθα V 21 ἀλλήλους scripsi: ἄλληλα libri (cf. p. 115,21) λέλεκται] p. 115,22)

123
προτεθέντα τῶν ὄρων ἀριθμὸν πολλαπλασιάζειν ἐπὶ τὸν μονάδι ἐλάττονα [*](34v) καὶ τῶν γινομένων λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας λέγειν γίνεσθαι τὰς σχέσεις· οἷον ἐπὶ τῶν προκειμένων πέντε δεῖ πολλαπλασιάσαι τὸν πέντε ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τέσσαρα, καὶ γίνονται εἴκοσιν· εἶτα τούτων τὸ ἥμισυ· γίνονται δέ κα. τοσαῦτα ἄρα τῶν πέντε γίνονται αἱ [*](35r) πρὸς ἄλληλα σχέσεις. ἡ δὲ αἰτία, δι’ ἣν τὸν τρόπον τοῦτον ποιοῦμεν, ἔστιν αὕτη· δεῖ ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν· διὰ τοῦτο οὖν πεντάκις ποιοῦμεν τὰ τέσσαρα, καὶ γίνονται σχέσεις εἴκοσιν. ἐπεὶ δὲ συμβαίνει δὶς τὰς αὐτὰς σχέσεις περιλαμβάνειν, διὰ τοῦτο ποιοῦμεν τὸ ἥμισυ· παραβάλλοντες γὰρ τὸ γένος πρὸς τὰ λοιπὰ τέσσαρα δῆλον ὅτι καὶ πρὸς τὴν διαφορὰν αὐτὸ παραβάλλομεν· ἐὰν οὖν τὴν διαφορὰν πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλωμεν, συμβαίνει δὶς ἡμάς τὸ γένος πρὸς τὴν διαφορὰν παραβάλλειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἔστι δὲ καὶ ἄλλος κανών, καθ’ ὃν μανθάνομεν πόσαι σχέσεις γίνονται τῶν προτεθέντων ὅρων· ἐὰν γὰρ ὦσί τινες ὅροι καὶ προστεθῶσιν ἑτέροις, καθ’ ἕκαστον ὅρον τοσαῦται προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. οἷον τοῦ πρώτου σχέσις οὐκ ἔστιν, ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, γίνεται μία σχέσις, ἐπειδὴ εἷς ἦν ὅρος ὁ προκείμενος. πάλιν κἀν ἕτερος προστεθῇ, δύο προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. γίνονται οὖν ἅπασαι τρεῖς σχέσεις. ἐὰν δὲ ἕτερος ὅρος προστεθῇ τρεῖς προστίθενται σχέσεις, καὶ γίνονται αἱ πᾶσαι σχέσεις ἕξ. ἐὰν δὲ ἄλλος ὅρος προστεθῇ, τέσσαρες προστίθενται σχέσεις, ὥστε γενέσθαι τῶν πέντε ὅρων τὰς πάσας σχέσεις δέκα. καὶ ἄλλως δέ· ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν δεῖ· τὸ γένος οὖν πρὸς τὰ λοιπὰ τέσσαρα παραβαλλόμενον ποιεῖ σχέσεις τέσσαρας, ἡ δὲ διαφορὰ πρὸς μὲν τὸ γένος ἤδη παραβέβληται, ὅτε τὸ γένος παρέβαλλον (ταὐτὸν γάρ ἐστι), πρὸς δὲ τὰ λοιπὰ τρία παραβαλλομένη σχέσεις τρεῖς, ὥστε γίνεσθαι ἑπτά. πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὴν διαφορὰν ἤδη παραβέβληται, ὥστε κἀκεῖνα πρὸς τοῦτο, πρὸς δὲ τὰ λοιπὰ δύο παραβαλλόμενον ποιεῖ σχέσεις δύο, ὡς γίνεσθαι ἐννέα σχέσεις. πάλιν [*](1 πολυπλασιάζειν F 2 γίνεσθαι λέγειν colloc. V 3 προκειμένων EFMVp: προειρημένων D πέντε δεῖ Laur. 85,1. Laur. 72,7: ἔδει (haud dubie ortum ex ἑ δεῖ) DEFMVp 5 τὸ ἥμισυ] τὰ ἥμισυ DEMVp: τὰ ἡμίση F δέκα γίνεται M 9 ἐπεὶ δὲ V: ἐπειδὴ DEFM: ἐπειδὴ δὲ p περιλαμβάνειν DEVp: λαμβάνειν F: παραλαμβ. M 11 αὐτὸ FV: ex αὐτὰ corr. D: αὐτὰ EMp οὑν FVp: om. DEM 12 τὸ γένος] τοῦ γένους F: τὴν τοῦ γένους V 13 παραβάλλειν D: παραλαμβάνειν EMp: παραβολὴν λαμβάνειν FV 15 malim ἕτεροι ὅρον] ὄρων p 16 ὅσοι DE: οἶοι F: οἷον Mp: οἳ V οἷον DEFV: πέντε p: oblitt. M τοῦ οὖν πρώτου p 17 δὲ] γὰρ V ὅρος om. p 18 ὅρος ἦν colloc. p προτίθενται F 19 ὅσοι—σχέσεις om. V ὅσοι D: οἷοι EFMp 20. 21 πᾶσαι αἱ colloc. FV 22 καὶ γίνονται τ. π. ὅρ. αἱ πᾶσι V 23 ἄλλος F τὰ λοιπὰ τέσσαρα V: τὰς λοιπὰς τέσσαρας DEFMp 21 τὰς λοιπὰς τέσσαρας p 25 ὅτε] ὅτι M 20 παρέβαλλον DF: παρέβαλλε EM: πρὸς αὐτὴν παρέβαλλεν V: παρεβάλλετο πρὸς αὐτήν p παραβαλλομένη Vp: παραβαλλόμενον DEFM 28 ὥστε] ἡνίκα p 29 παραβαλλ.] παραλαμβόμενα F ὡς] ὥστε p σχέσεις ἐννέα colloc. FVp)
124
τὸ Pοιον πρὸς μὲν τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος ἤδη παραβέβλη- [*](35r) τᾶι, πρὸς δὲ τὸ συμβεβηκὸς παραβαλλόμενον ποιεῖ μίαν σχέσιν, ὥστε πάσας γίνεσθαι δέκα. τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι· ἤδη γὰρ πρὸς πάντα παραβέβληται, ὅτε ἐκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. δῆλον οὖν ὅτι πᾶσαι αἱ σχέσεις γίνονται τέσσαρες, τρεῖς, δύο, μία, τοῦ μὲν γένους τέσσαρες, τῆς δὲ διαφορᾶς τρεῖς, τοῦ δὲ εἴδους δύο, τοῦ δὲ ἰδίου μία, ὥστε αἱ πᾶσαι γίνονται δέκα. [καὶ τὸ ἴδιον οὐκέτι παραβέβληται πρὸς τὸ γένος, ἤδη γὰρ παραβέβληται, ὅτε τὸ γένος πρὸς αὐτό.]

[*](p. 17, 23)

Αοιπὸν δὲπῇ διαφέρει τοῦ εἴδους.

’H αὐτὴ γάρ ἐστιν σχέσις τοῦ γένους πρὸς τὴν διαφορὰν καὶ τῇς δια- φορᾶς πρὸς τὸ γένος τῆς τε διαφορᾶς καὶ κοινωνίας αὐτῶν καὶ οὐκέτι πρὸς τὸ γένος παραβάλλεται, ἀλλὰ πρὸς τὰ μετ’ αὐτήν.

[*](p. 18, 11)

Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους.

Μέτεισιν ἐπὶ τὰ κοινὰ καὶ ἴδια διαφορᾶς καὶ εἴδους καὶ τῶν λοιπῶν, καὶ ἐπὶ αὐτοῖς καταπαύει τὸν λόγον.

[*](p. 18, 16)

Ἴδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖσθαι.

Καὶ ὅπερ ἄν τις ἠπόρησεν, αὐτὸς φθάσας ἐπιλύεται· j φησὶ γάρ, διὰ [*](35v) τί τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι, καίτοι καὶ ὁ ἄνθρωπος ποῖόν τι ζῷον λέγεται· φαμὲν γάρ, τί [*](1. 2 post παραβέβληται add. ἡνίκα κἀκεῖνο (sic) πρὸς αὐτό p 2 τὰς πάσας FVp 3 πρὸς οὐδὲν Laur. 8.^,1 Laur. 72,7: οὐδὲν DEFMVp 5 αἱ πᾶσι colloc. FV 7 αἰ πᾶσαι DFVp: πᾶσαι EM καὶ τὸ ἴδιον πρὸς αὐτό (v. 8) inclusi 8 ὅτε πρὸς αὐτὸ τὸ γένος παρεβάλλετο Y 10 γὰρ om. F ἐστι om. M: post γένους transp. V 11 τε] δὲ M καὶ V: om. DEFMp : malim ὥστε 12 πρὸς τὸ γένος V: τὸ γένος DEFMp πρὸς τὰ μετ’ αὐτὴν FY: τὰ πρὸς μετ’ αὐτά (sic) DEp: τὰ μετ’ αὐτό M 13 ante κοινὸν add. tit. περὶ κοινωνίας εἴδους καὶ δια- φορᾶς p κοινὰ M 14 ante μέτεισιν add. ταῦτα εἰπὼν D ἑ ὑοὺς] γένους Dι καὶ τῶν λοιπῶν om. V 15 ἐπὶ] ἐπεὶ F ἐπὶ τοῖς αὐτοῖς M καταπαύσει FMYp τῶν λόγων M post λόγον add. κοινότητας οὖν διαφορᾶς καὶ ε2ι οὑς φάσκει δύο, ἑτερότητας δὲ πλείους. καὶ πρῶτόν φησιν ἴδιον διαφορᾶς τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατη- γορεῖσθαι, εἴδους δὲ τὸ ἐν τῷ τί ἐστι p 16 lemma om. p (recte) δὲ om. D μὲν om. DV 18 καὶ om. M ἀπορήσειεν M 20 καίτοι] καίτι Ε ὁ su- perscr. D ὁποῖον V)

125
ἐστι Σωκράτης, ζῷον, ποῖον ζῷον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῷ [*](35v) ὁποῖόν τί ἐστι κατηγορεῖται, φησὶ τοίνυν ὅτι τὸ εἶδος ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν· τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν, τὸ δὲ ἐν τῷ ὁποῖον ἐκ τῶν διαφορῶν· ποῖον γὰρ ζῷον ἐρωτηθέντες λέγομεν λογικὸν θνητόν. ὥστε καθ’ ἑαυτὰς μὲν αἱ διαφοραὶ τὸ ποῖον ἔχουσι, τὰ δὲ εἴδη διὰ τὰς διαφορας.

[*](p. 19, 2)

Τίς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν.

Τὸ μὲν γὰρ ἁπλῶς λογικὸν συντεθὲν τῷ ἁπλῶς θνητῷ ποιεῖ ἄνθρωπον, ὁ δὲ καθόλου ἄνθρωπος συντεθεὶς μετὰ ἄλλου τινὸς οὐδὲν ἀποτελεῖ. εἰ δὲ γίνεται ἡμίονος ἐξ ἵππου καὶ ὄνου, οὐκέτι ἐκ τῶν καθόλου ἀλλ’ ἐκ τῶν μερικῶν· ὅδε γὰρ ὁ ἵππος προσελθὼν τῷ ὄνῳ ποιεῖ ἡμίονον. καὶ ἄλλως· αἱ μὲν διαφοραὶ συνιοῦσαι εἰς ἑνὸς εἴδους γένεσιν οὐδὲν ὑπ’ ἀλλήλων παθοῦσαι ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει, οἷον συνῆλθον εἰς ἑνὸς εἴδους γένεσιν τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐκ ἐβλάβησαν ὑπό τινος τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτελέσαντες ἡμίονον διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἄτομα οὐδὲ τὴν φύσιν τὴν ἑαυτῶν εἰλικρινῆ ἐφύλαξαν ἐν τῇ ἡμιόνῳ· ἄλλο γάρ τι παρ’ ἀμφοτέροις τῆς ἑκάστου οὐσίας φθαρείσης γέγονεν. ὥστε εἶδος ειοει οὐ συνέρχεται.