In Porphyrii Isagogen Sive Quinque Voces
Ammonius
Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.
Κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι.
Διὰ τοῦτο προέταξε τὸ κοινὸν τὸ λέγον κατὰ πλειόνων κατηγορεῖσθαι, ἵνα εἴπῃ καὶ πρότερόν ἐστιν ἐκείνων ὧν κατηγορεῖται.
Ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ.
Τὸ γὰρ ζῷον, ὡς εἴρηται, ὡς ὕλη προϋπέστρωται καὶ προσλαβὸν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον· ἔστι τὸ μὲν ζῷον γένος ὁ δὲ ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρότερος μὲν ὁ λέγων πρῶιον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη, συνεισφέρει καὶ τὸ γένος.
[*](4 καλῶς] καλὸν F: καλῶς εἶπε V ὡς om. Ε ἐτέθη om. FV ἶνα] εἶναι F 5 οὐκέτι ex οὐκ ἔστι corr. E 5. 6 ὡς ὑπάλληλον γὰρ DEM: τὸ γὰρ ὑπάλληλον F: ὡς ὑπάλληλον, τὸ γὰρ ὑπάλληλον Vp: scribas ὡς ὑπάλληλον γὰρ τὸ εἶδος καὶ γένος ἐστὶ τῶν μετ’ αὐτὸ καὶ εὑρίσκεται πάλιν εἶδος 7 ἀλλὰ καὶ εἰ V 8 ante σύγκρισιν IV litt. erasae V γένους καὶ εἴδους colloc. V 9 πρότερα Vp 10 καὶ τὸ κοινὸν V 11 εἴπη ὅτι Mp 12 tit. περὶ διαφορᾶς γένους καὶ εἴδους praemittit p ἔτι] ὅτι Ε ἔτι—δεῖ] Διαφέρει δὲ ὅτι τὸ μὲν γένος περιέχει τὰ εἴδη. κατὰ τί διαφέρουσι βούλεται δεῖξαι. καἱ ἡ μὲν πρώτη διαφορὰ δήλη, ἡ δὲ κατὰ (sic) τὰ γένη προϋποκεῖσθαι δεῖ p 13 ὡς (alterum) FYp: om. DFM ὑπέστρωται V 14 ἔστι M: ἔτι DEFVp 15 κανόνες iter. DE κανόνες εἰσὶ colloc. V 16 διακρίνομεν V 16 17 πρότερος] πρῶτος MV 17 πρῶτον] πρότερον M μὲν superscr. E 18 μὲν] γὰρ M: om. V συναναιρεῖ MVp: σὺν. superscr. F: ἀναιρεῖ DE 19 τῇ om. F 21 μὲν om. EM μὴ συνεισφερόμενον δὲ (antea recte συνεισφερόμενον) E 22. 23 καὶ τὸν DV: τὸν EMp: om. F 23 καὶ κατ’ ἀμφοτέρους οὖν τοὺς κανόνας φύσει πρότερον τὸ γένος τοῦ εἴδους p τῆ φύσει V)[*](34r)τάδε εἴδη τῶν γενῶν πλεονάζει.
Τὰ γὰρ εἴδη ἔχει τὰς συμπληρωτικὰς αὐτῶν διαφορὰς ἐνεργείᾳ.
Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν.
Παραβαλὼν πρὸς τὸ εἶδος τὸ γένος νῦν παραβάλλει αὐτὸ πρὸς τὸ ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἴ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν.
Κοινὸν δὲ καὶ τὸ συνωνύμως.
Ἴδου διὰ ταύτην τὴν συγγένειαν ἐλέγομεν ἐν μεταιχμίῳ εἶναι τὸ ἴδιον τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι.
Διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον.
Εἰπὼν κατὰ τί κοινωνοῦσιν ἀλλήλοις, νῦν λέγει καὶ κατὰ τί διαφέρουσι. πρότερον δὲ λέγεται οὐ τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει.
Τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ ὧν ἐστιν ἴδια.
Ἀναιρουμένων γὰρ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ ἴδια διὰ μέσου | τῶν [*](34v) εἰδῶν· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου συναναιρεῖται τὸ γελαστικόν. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀναιρουμένων τῶν εἰδῶν ἀναιρεῖται καὶ τὰ ἴδια, ἀναιρουμένων δὲ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ εἴδη, πολλῷ μᾶλλον ἀναιρουμένων τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.
[*](2 τὸ γὰρ εἶδος FV συμπληρωματικὰς Ε αὐτῶν] ἑαυτοῦ F: αὐτοῦ V post ἐνεργείᾳ add. τοῦ γένους μὴ ἔχοντος τὰς διαφορὰς ἐνεργεία κατὰ τοὺς περιπατητικούς V 3 tit. τί κοινὸν γένους καὶ ἰδίου add. D: περὶ κοινωνίας γ. κ. ἰδ. Fp δὲ] τε D: μὲν V 4 προσβαλών D 4. 6 καὶ πρὸς τὸ ἴδιον Mp 7 πάλιν om. M 9 ὁμογένειαν M 10 τῶν ἐπουσιωδῶν FMVp; cf. p. 33,20 not. αὐτὰ FM 1 1 tit. περὶ διαφορᾶς γένους καὶ ἰδίου add. p διαφέρουσι δὲ DEF: διαφέρει δὲ MV Porph.: διαφέρει δὲ τὸ γένος τοῦ ἰδίου p 13 καὶ om. F 14 πρότερα M 15 ante ὧν add. τὰ FV: τὰ εἴδη p Porph.(?): om. DEM ὧν ἐστι ἴδια Fp: ὧν ἐστι γένη DEV: om. M 16 γὰρ] δὲ V: τοίνυν p 17 καὶ τὸ γελ. p 18 καὶ om. p 19 ἀναιρ. δὲ καὶ τῶν γενῶν F: καὶ τῶν γενῶν ἀναιρ. p συναναιρεῖται V καὶ om. p 19. 20 πολλῷ—γενῶν] καὶ τῶν γενῶν ἄρα ἀναιρουμένων p 20 τῶν γενῶν om. DEF καὶ om. p)