Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

13. Μετὰ τὴν Ἐρυθρὰν τοίνυν θάλασσαν κάμψαντι πρὸς τὴν μεσημβρίαν καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι, τό τε ὄρος ὁ Ἐλέφας τυγχάνει κείμενον καὶ ἡ Ἀρωματοφόρος χώρα· μεθʼ ἣν ἐκδέχεται τὸ ἔθνος τὸ λεγόμενον Βαρβαρικὸν καὶ τὸ Βαρβαρικὸν καλούμενον πέλαγος, ἐν ᾧ κόλποι τε πλείους εἰσὶ καὶ οἱ δρόμοι τῆς καλουμένης Ἀζανίας. Καὶ πρῶτος μὲν τῶν ἐπισήμων κόλπος ἐστὶν ἐν αὐτῷ ὁ καλούμενος Ἀπόκοπα, εἶδʼ ἑξῆς μικρὸς Αἰγιαλὸς καὶ μέγας, μεθʼ οὓς ἕτερος κόλπος μέγας μέχρι τοῦ Ῥαπτοῦ ἀκρωτηρίου. Μετὰ δὲ ταῦτα ἡ λεγομένη Βραχεῖα θάλασσα καὶ ὁ περὶ αὐτὴν μέγιστος κόλπος, ὅνπερ οἰκοῦσι βάρβαροι Ἀνθρωποφάγοι. Ἐν δὲ τῷ τέλει τοῦ κόλπου κεῖται τὸ μέγιστον ἀκρωτήριον, ὃ καλεῖται Πράσον ἄκρον, καὶ ἡ Μενουθιὰς νῆσος οὐ πόρρω τοῦ ἀκρωτηρίου τυγχάνουσα.

14. Καὶ ἡ μὲν ὅλη θέσις καὶ περιγραφὴ τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Ἰνδικοῦ πελάγους τοῦ πρὸς τὴν μεσημβρίαν ἀποκλίνοντος, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει· [Λείπει τὰ κατὰ μέρος.]

524

ΑΠΟΣΠΑΣΜΑΤΑ.

Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν Περίπλῳ πρώτῳ· « Ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπέρ Αἴγυπτον· ἀπὸ δὲ Βαζίου ἄκρου ἐκδέχεται Πριόνωτον ὄρος· κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη·

Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων· ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατʼ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ Περιόδων.

Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν Περίπλῶν α΄.

Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρκιανὸς ἐν πρώτῳ Περιόδου.

Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός.

Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν Περίπλῳ.