Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

11. Ἡ τοίνυν θέσις καὶ περιγραφή τῶν δεξιῶν τῆς Λιβύης μερῶν τοῦτον ἔχει τὸν τρόπον (χρὴ γὰρ πρὸ τῶν κατὰ μέρος τὰς καθόλου προσηγορίας καὶ τὴν θέσιν δηλῶσαι τῶν τόπων)· πλέοντι γὰρ τὸν Ἀραβικὸν κόλπον ὡς πρὸς μεσημβρίαν, μετρίως πρὸς τὴν ἕω παρεπιστρέφοντι, καὶ δεξιὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ Αἴγυπτος, μέρει τινὶ γειτνιῶσα τῷ κόλπῳ (τούτῳ δὲ παροικοῦσιν Ἀραβαιγύπτιοι Ἰχθυοφάγοι)·

523
μετὰ δὲ ταύτην ἡ Τρωγλοδυτικὴ ἐπὶ πλεῖστον ἐκτεινομένη· παρήκει γὰρ παρά τε αὐτὸν τὸν Ἀράβιον κόλπον καὶ παρὰ τὴν Ἐρωθρὰν θάλασσαν· μετὰ δὲ τὸ στόμα τοῦ Ἀραβίου κόλπου ἑξῆς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. Περιπλέοντι τοίνυν ταύτην καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι ἐκδέχεται μὲν ὁ Αὐαλίτης κόλπος ἐν τοῖς δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς τυγχάνων θαλάσσης, παροικοῦσι δὲ τούτῳ οἵ τε προειρημένοι Τρωγλοδύται καὶ οἱ Αὐαλῖται καὶ προσέτιγε οἱ Μόσσυλοι τὰ ἔθνη.

12. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἠρέμα πως μετὰ τὸν κόλπον κατὰ τὸ ἀκρωτήριον στενουμένην, ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος ἀναπεπταμένον ἐπὶ πολὺ καὶ τῷ μὲν μήκει διῆκον πρὸς τὴν ἕω καὶ τὰς ἀνατολὰς τοῦ ἡλίου μέχρι Σινῶν τοῦ ἔθνους, ὅπερ ἐπὶ τέλει τῆς οἰκουμένης τυγχάνει κείμενον κατὰ τὴν πρὸς ταῖς ἀνατολαῖς ἄγνωστον γῆν, τῷ δὲ πλάτει πρὸς μεσημβρίαν ἀναχεόμενον ἐπὶ πλεῖστον. μέχρι τῆς ἑτέρας ἀγνώστου γῆς τῆς κατὰ τὴν μεσημβρίαν ὑπαρχούσης, καθʼ ἣν καὶ ἡ Πρασώδης καλουμένη διατείνει θάλασσα παρʼ ὅλην τὴν μεσημβρινὴν ἄγνωστον γῆν μέχρι τῆς ἕω, τοῦ μὲν Ἰνδικοῦ πελάγους ὑπάρχουσα, ταύτην δὲ διὰ τὴν χροιὰν λαχοῦσα τὴν προσηγορίαν.