Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
912. Δήμητρος. εἰ μὲν2) τὸν Δία ἐπὶ τοῦ νοὸς ἐθέλεις λαβεῖν, οὕτω νοεῖται, ὅτι ὁ Ζεύς, ἤτοι ὁ νοῦς, ἐφεῦρε καὶ τὸ σπείρειν εἰς γῆν. εἰ δʼ ὡς ἐν κεφαλῇ, οὕτως ὁ Ζεύς, ἢ τὸ ὕδωρ ἢ ὁ ἥλιος, (βέλτιον δὲ τὸν ἥλιον νοεῖν), συνελθὼν3) τῇ Δήμητρι, ἤγουν τὴν γῆν πυρώσας, ἔπεισε γεννῆσαι τὴν Περσεφόνην, ἤτοι τὴν θρεπτικὴν δύναμιν (φερβοσύνην τινὰ οὗσαν), συντεθειμένην ἀπὸ τοῦ φέρβω τὸ τρέφω καὶ τὸ φονεύω, οἱονεὶ4) φονεύεται κρυπτόμενος ὑπὸ γῆν ὁ καρπούμενος. ἣν Περσεφόνην τὸν Ἅιδην εἶπεν ἁρπάσοι, παρόσον ὑπὸ γῆν κρύπτεται καὶ πρὸς καιρὸν ἀφανίζεται, ἣν αὖθις ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, ἀναφανῆναι πεποίηκε. πάλιν γὰρ ἀναδίδοται καὶ αὐξάνει.