Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
901. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν. ἔπειτα μετὰ5) τὸ τὴν φρόνησιν γεννηθῆναι ὑπʼ αὐτοῖ, παρήχθη καὶ ἐφάνη τὸ δίκαιον, ὃ καὶ τὰς Ὥρας γεγέννηκε, τὴν ὐνομίαν, τὴν Δίκην καὶ τὴν Εἰρήνην. δικαίου γὰρ πολιτευομένου καὶ διαγωγὴν 6) καλλίστην ἔστιν ἰδεῖν καὶ δικαιοσύνην καὶ εἰρήνην. ἃς Ὥρας εἶπε διὰ τὸ ἐπιτηρεῖν τὰ ἔργα τῶν ἀνθραώπων. ἐγέννησε δὲ καὶ τὰς Μοίρας7) αὐτάς, τὴν διανέμησιν τῶν ἀνηκόντων ἑκάστοις 8), ὃ πρῶτον δίκαιόν ἐστιν. αἷς οἰκεῖα καὶ τὰ ὀνόματα παρὰ τὸ ἐπικλωθόμενον καὶ ἐπιλαγχάνον τινὶ τοῦ λοιποῦ ἀμετάτροπον εἶναι. ἡγάγετο καὶ τὴν Εὐρυνόμην, ἤτοι τὴν εὐρεῖαν διαγωγήν. φρονήσεως γὰρ προηγησαμένης, τὰ πάντα συμβαίνει καλά, ἣν κόρην τοῦ Ὠκεανοῦ εἶπε παρὰ τὸ τὴν τοιαύτην εὔροιαν ὠκέως ἐν τῷ βίῳ νοειν ἡμῶν, ἥ τις [*](1. τὴν Εἱμαρμένην Par 5. τὸ f. Cas.) [*](2. νέμουσι Par. καὶ f Par. καὶ 6. καλὴν Cas. εἷπε Par. τῆς βουλῆς Cas. 7. αὐτή Cas.) [*](3. γὰρ f. Cas. ἤτοι τῆς κεφ. Cas. 8. ἐκάλεσεν, τὸ Par. ἑκάστων) [*](4. οἱ Κρᾶτες — φασιν f. Par. Cas ἀμετάτρεπτον Par.)