Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ θυγάτηρ τοῦ Θαύμαντος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον3) ἐξαίφνης εἴωθε γίνεσθαι καὶ οὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς, φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο4) δηλοῦντος τοῦ λόγου, ὅτι ἢ προηγησαμένου ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται.