Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν [*](1. καὶ οἱ ἀστέρες f. Par. Cas. 5. καὶ ὑποκάτω τῆς γῆς Par. συνῆλθεν Cas. τοῦτο τὸ Par. Cas. κ. ὑπ. τ. χθονὸς Cas. — ἀπὸ τῆς) [*](2. ὃν τρόπον Par. διὰ τῶν β. Cas: γῆς Par.) [*](3. ὥσπερ Par. ἀρχῆς εἶχε τὴν 6. ὁ f. Cas. διαφαίνουσαν χάριν Cas. ἀρχῆς 7. καὶ f. Par. ἄνωθεν δὲ Par. τὴν δ. χ. Par. ἡγεῖται Cas. 8. τὸ κάτω Cas.) [*](4. φησι f. Par.)
408
ἀλληγορεῖν, Στύγα τὴν φθορὰν λέγοντες τοῦ θανάτου, ὅπου, φησί, κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο, ἤτοι τῆς ἀφʼ ὧν1) συνέστηκε στοιχείων ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου, ἀφʼ ὧν συνέστηκεν ἀναλυομένη. νόσφιν δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς πέτραις, παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν ἀργυρέοισι. παρόσον2 ) καὶ τὰ στοιχεῖα μερικῶς φθείρεται, οὐχὶ τὰ καθόλου. κίονας οὖν ἀργυρέας τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ, ὅτι ἡ φθορὰ μέχρι καὶ αὐτῶν τῶν στοιχείων φθάνει οὐ καθόλου, ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως ἠλληγόρησαν· ὅπου, φησίν, ὑπὸ γῆν κατοικεῖ ἡ Στύξ, ἤτοι ἡ ἀναθυμίασις, ἡ ἀπὸ τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω, στάξω, στὰξ καὶ στύξ). ἡ θυγάτηρ ἀψορρόου Ὠζκεανοῖο, πάλιν γὰρ ἀπʼ οὐρανοῦ κατέρχεται ἀναλαμβανομένη. κίοσι δὲ ἀργυρέοισι, παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται.