Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

535. καὶ γὰρ ὅτʼ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν8), ᾗ περὶ τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπʼ ἀλλήλων διεκρίθησαν [*](1. συνεπτέον Cas. ταῖς καρδίαις 5. λανθάνεται Cas. Cas. ἐγκαθιδρεύεσθαι Par. 6. ποτε f. Par.) [*](2. ίονα ἐλάσας Par. 7. τὸ ᾐφανίσθαι Cas.) [*](3. πάντα Cas. 8. ἐν ᾐ Par.. ἡμερῶν, περὶ Cas.) [*](4. δὲ τοῦτο Cas. ὅτε δὲ codd.)

405
ἐν τῇ Μηκώνῃ, ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι1) τοῖς θεοῖς ἦσαν, κατὰ δὲ τὸ μῆκος τοῦ χρόνου διήλλαττον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι, προσέθηκε δύο μερίδας, ἑαυτῷ μὲν σάρκας καταθείς, ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν ἐξοκείλας, τῷ δὲ νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ ἐπαγωγόν). δέδωκεν οὖν2) τούτῳ αἵρεσιν, ὁποῖον ἐθέλῃ λαβεῖν, καὶ προεκρίνετο μετὰ τῶν ὀστέων λίπος, ἤτοι τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν3) εἶχεν ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ τοιούτῳ βίῳ, ἐπειδὴ δὲ τὴν σκληραγωγίαν μόνην4) εἶδεν, οὐδὲ ὄνησιν μικράν, τότε τὴν τοιαύτην διαγωγὴν ἐμίσησεν.