Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

523. καί οἱ ἐπʼ ἀιετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ3) πάντων ἀπαλλαττόμεθα καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε4) δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν, τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπιθυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται καὶ5) λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος. καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν, ἤγουν ἡ τοῦ χρόνου περίοδός6) ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ ὠργίζετο δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι7) ὁ ἀφανίσας τοῦτο ἀντιτάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον ἀφανισθῆναι.