Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

453. Ῥεῖα δʼ ὑποδμηθεῖσα Κρόνῳ. ἡ Ῥέα δέ, φησίν, ἤγουν ἡ ὕλη συνελθοῦσα τῷ Κρόνῳ, ἤτοι τῷ 6). πρώτῳ νοΐ, ἐγέννησε τέκνα λαμπρά, τὰ δ δηλονότι στοιχεῖα. καὶ μὴ θαυμάσῃς, εἰ νῦν μὲν τὴν Στύγα7) ὕλην εἶπε, νῦν δὲ τὴν Ῥέαν. δόξαι γάρ8) ἦσαν ἄλλαι ἄλλοις ἐμπίπτουσαι. καὶ Ὅμηρος δὲ τοῦτο πολλάκις ποιεῖ. τὴν γὰρ9 ) ἄλλοις ἄλλως δόξαν καὶ ἄλλως ἄλλοις οὗτος συνάγων, νῦν μὲν οὕτως, νῦν δὲ ἄλλως φησίν. ἐγέννησε γοῦν ἡ ὕλη τὴν Δήμητραν, ἤγουν τὴν γῆν, τὴν Ἱστίαν, τὴν στερεὰν δηλονότι καὶ ἡδρασμένην καὶ ἑστῶσαν ἀπὸ τοῦ ἵστημι, καὶ τὴν Ἥραν, ἤτοι τὸν αἰθέρα. ποίαν Ἥραν; τὴν [*](1. μάγους φησί Cas. 6. τῷ δευτέρῳ Par. δηλονότι τὰ) [*](2. τὸν ἄδυτον ἥλιον Cas. ὠφελῆ στοιχεῖα Par. . Cas. ἡνιόχοις ὠφέλιμος codd. 7. μὲν Στύγα ὕλην Cas. ὕλην) [*](3. ἐπείη F. ἐπίη codd. τὴν Στύγα Par.) [*](4. ἐνεποίησεν Cas. διὰ τὸ Ἑρ- 8.ἦσαν f.Par.ἄλλἀλλήλαις Cas.) [*](9. ἄλλως ἄλλην — ἄλλως ἄλλην μῆν Par.) [*](5. ὰρ f. Par. αὕτη φαίνει codd. Cas.)

400
χρυσοπέδιλον, ἤγουν1 ) τὴν τὸ τέλος πυρῶδες ἔχουσαν καὶ χρυσῷ εἰκασμένον. ὥσπερ γὰρ τοῦ σώματος τέλος ὁ πούς, εἰς ὃν ἐμβάλλεται τὰ πέδιλα, οὕτω καὶ τὸ πλήρωμα τοῦ αἰθέρος ὡς χρυσὸς ἔοικεν εἶναι πυρῶδες. τὸν ἴφθιμόν τε Ἀΐδην, ἤγουν τὸν ὑπὸ γῆν ἀέρα, ὃν διὰ τὸ ζοφῶδες οὕτως ἐκάλεσε, καὶ τὸν Ποσειδῶνα, ἤτοι τὸ ὕδωρ, τὸν Δία τε, ἤτοι τὸν ὑπὲρ γῆν ἀέρα.