Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

409. γείνατο δʼ Ἀστερίην. ἐγέννησε δὲ καὶ τὰ ἄστρα6), οἷς συνῆλθεν ὁ Πέρσης, ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν, ἤτοι τὴν σελήνην, διὰ τὸ ἑκὰς ἡμῶν εἶναι, ἤτοι πόρρω, οὕτω καλουμένην. ᾗ τινι τῇ σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ7) τῇ θαλάσσῃ καὶ ἐν τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ) πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν τῷ οὐρανῷ)· ὅτε γάρ, φησί, τις ἐπικαλεῖται αὐτήν, θύει [*](1. οὕτω — τὸ σύμπαν f. Par. 5. νεότητα Par. μείλιχον Cas. γράφεσθαι Cas. ἐν τῇ νυκτὶ Cas.) [*](2. μὲν οὐ Cas. μὲν οὐδὲν Par. 6. ἃ — κινεῖται Par. ὁμονοούντων μηδὲν Vat. πάντων 7. τῇ — τῷ f. Vat. καὶ τῷ οὐ- ρανῷ Cas. ὁδοιποροῦσι γὰρ Cas.) [*](8. Nach καὶ: τοῖς κλαίουσιν ἢ) [*](3. νοουμένης F. f. codd. Vat. Cas. nach πλέουσιν: οἱ γὰρ) [*](4. ἵδρυται Par. ὅτι codd. ὁ δεύ- πλέοντες ἀεὶ ὄντες ἐν φόβῳ καὶ τερος νοῦς Par. πάντας Cas. θλίψει τούτων Vat. Cas.)

399
καὶ τιμᾷ αὐτήν, ὅθεν καὶ κατάγειν ταύτην φασί τοὺς μάγους 1). δίδωσι δὲ πλοῦτον καὶ τῷ ταύτην τὴν ὥραν ἐπιτηροῦντι. — οὐδʼ ὅτι μουνογενής, οὐδὲ ὅτι, φησί, μονογενής ἐστι, μικρᾶς τιμῆς ἀπορεῖ. μονογενῆ δὲ εἶπεν εἰκότως· τοῦ ἡλίου γὰρ ὑπὲρ γῆν ὄντος, ὑπὲρ ἡμᾶς εἶναι τὴν σελήνην οὐκ ἄπιστον. τῆς σελήνης δʼ οὔσης ὑπὲρ ἡμᾶς2 ), τὸν ἥλιον ἄδυτον εἶναι. ἐν ἀγορᾷ δέ, φησίν, ὠφελεῖ, ὁπότε τὸν καιρὸν ταύτης ἐπιτηρήσειέ τις. καὶ εἰς πόλεμον καὶ ἐν βασιλεῦσι τιμᾶται· καὶ τοῖς ναύταις, οἳ ἐργάζονται ἐν τῇ θαλάσσῃ τῇ δυσκόλως πεαπομένῃ, ἤτοι πλεομένῃ, ὡφέλιμός ἐστι, καὶ τοῖς ἡνιόχοις, ἐπιτηρήσασι καθʼ ὃν καιρὸν ὠφέλεια τούτοις3 ) ἐπείη. οἱ πλέοντες δὲ καὶ τὸ ὕδωρ καὶ τὴν σελήνην τιμῶσι. πολλάκις δὲ πολλὴν τοῖς τοὺς ἰχθύας ἀγρεύουσιν4) ἐποίησεν ἄγρην, πολλάκις δὲ ἠλάττωσε. καὶ ἐν αἰπολίοις ἐστὶ λυσιτελὴς σὺν Ἑρμῇ, διὰ τὸ τὸν Ἑρμῆν νόμιον εἶναι. οὕτω δὲ καὶ μονογενὴς οὖσα ἐκ μητρὸς πολλοῖς τιμᾶται. καλῶς δὲ καὶ τὸ μονογενὴς ἐκ μητρός. ἐκ5 ) γὰρ τῆς νυκτὸς μόνης αὕτη γεννᾶται καὶ ἐν νυκτὶ φαίνει.