Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ Μασινίσσου καὶ τοῦ Σύφακος καὶ τῆς Σοφωνίδος. ὅτι σπονδὰς οἱ Καρχηδόνιοι ᾔτησαν. ὅτι τῷ Σκιπίωνι ἐν Λιβύῃ Καρχηδόνιοι ἐπεβούλευσαν. ὅτι τῷ Ἀννίβᾳ πᾶσα ἡ ἡγεμονία ἐδόθη.
Ὅτι ὁ Σκιπίων τῷ Ἀννίβᾳ συμβαλὼν ἐνίκησεν. ὅτι σπείσασθαι ὁ Ἀννίβας ἐζήτησεν. ὅτι συμβαλὼν ὁ Σκιπίων τῷ Ἀννίβᾳ ἥττησεν αὐτόν. ὅτι πολιορκούμενοι παρὰ τοῦ Σκιπίωνος οἱ Καρχηδόνιοι περὶ σπονδῶν διειλέχθησαν. ὅτι πρέσβεις οἱ Καρχηδόνιοι πρὸς ῾Ρώμην ἔστειλαν καὶ συμβάσεις αὐτοῖς ἐψηφίσθησαν.
Πόλεμος πρὸς Φίλιππον τὸν Μακεδόνα. ὅτι τὰς Ἀθήνας πολιορκουμένας ὑπὸ τῶν Μακεδόνων ἐρρύσαντο οἱ ῾Ρωμαῖοι. ὅτι ἡττήθη Φίλιππος ῾Ρωμαίοις συμβαλὼν καὶ ἐτρώθη.
Μάχη ἑτέρα Ῥωμαίων πρὸς Φίλιππον. μάχη καὶ πάλιν ῾Ρωμαίων πρὸς Φίλιππον καὶ ἧττα αὐτοῦ. ἐπὶ ποίαις συνθήκαις ῾Ρωμαῖοι τῷ Φιλίππῳ ἐσπεί- σαντο.
ὅπως ἐλύθη ὁ κελεύων μὴ κοσμεῖσθαι τὰς γυναῖκας νόμος. ὅσα ὁ Κάτων ἐν Ἰβηρίᾳ ἐποίησεν. ὅπως ὁ Κάτων ἐν μιᾷ ἡμέρᾳ τὰ τείχη τῶν ἐν Ἰβηρίᾳ πόλεων παρὰ τῶν πολιτῶν αὐτῶν κατασκαφῆναι ἐποίει.
Ὅπως οἱ ῾Ρωμαῖοι ἐπὶ τὸ Ἄργος καὶ τὴν Σπάρτην ἐστράτευσαν, καὶ ὅπως ἐσπείσαντο καὶ τοὺς Ἓλληνας ἠλευθέρωσαν. ὅτι ἐνεωτέρισαν οἱ Ἕλληνες. ὅτι τοῦ Σκιπίωνος ἀφικομένου πρὸς Ἀντίοχον ὁ Ἀννίβας ὕποπτος ἔδοξεν.
Ὅτι διὰ τὸν Ἀντίοχον οἱ ῾Ρωμαῖοι ἐθορυ-
Ὅτι οἱ Σκιπίωνες τῷ ’ Αντιόχῳ ἀντετάχθησαν. ὅτι ᾔτησεν ὁ ’ Ἀντίοχος εἰρήνην, οὐκ ἔτυχε δ’ αὐτῆς. καὶ ὅτι ἐπολέμησαν οἱ Ῥωμαῖοι καὶ οἱ αὐτοῦ. ὅτι ἐπεχείρησεν ὁ Ἀντίοχος ἑλεῖν τὸ τῆς Ῥώμης στρατόπεδον, ἀπεκρούσθη δέ, τὸ δ’ αὐτοῦ εἷλεν ὁ Σκιπίων. ὅτι σπονδὰς ᾔτησεν ὁ Ἀντίοχος, καὶ ὁ Ἀννίβας, δείσας ἔνα μὴ ἐκδοθῇ, ἔφυγε πρὸς Προυσίαν. ὅτι φθονηθέντες οἶ Σκιπίωνες κατεκρίθησαν. ὅπως οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται ἄποικοι τῶν Εὐρωπαίων Γαλατῶν. ὅπως ὁ Μάλλιος τὴν Ἄγκυραν εἷλεν.
ὅτι οἱ Αἰτωλοὶ πρέσβεις ὑπὲρ εἰρήνης ἔπεμψαν, καὶ ὅπως ὁ Μάρκος ἐπολιόρκει τὴν Ἀμβρακίαν, καὶ ὅσα οἱ Αἰτωλοὶ ἀντετεχνήσαντο , καὶ ὡς ἐσπείσαντο αὐτοῖς οἱ Ῥωμαῖοι. τίνες θανόντος τοῦ Ἀντιόχου μετ’ ἐκεῖνον ἐβασίλευσαν. ὅτι ὁ Ἀννίβας ἑαυτὸν διεχρήσατο , ἵνα μὴ ἐκδοθῇ Ῥωμαίοις.
ὅτι ὁ Φίλιππος τὸν ὒ ἰὸν Δημήτριον ἔκτεινεν ἐκ διαβολῆς τοῦ Πέρσεως , καὶ ὅτι καὶ τοῦτον κτεῖναι θέλων οὐκ ἴσχυσεν. πόλεμοι Ῥωμαίων πρὸς Περσέα βασιλέα τῶν Μακεδόνων. ὅτι τοῦ Κράσσου 1) πόλεις ‘Eλληνίδας ἑλόντος καί τινας κατασκάφαντος καὶ τοὺς ἁλόντας ἀποδομένου 2) οἶ Ῥωμαῖοι ὠργίσθησαν. ὅτι ἠτύχησαν οἶ Ῥωμαῖοι 3) μαχόμενοι τῷ Περσεῖ. ὅτι εὐτυχῶν ὁ Περσεὺς διὰ φειδωλίαν ἠτύχησε καὶ σπονδῶν ἐδεήθη.
[*](1) Κράσσου] γράσου 2) ἀποδομένου pro ἀποδομένους)[*](3) οἱ post Ῥωμαῖοι οm.)Ὅτι Παῦλος Αἰμίλιος ὕπατος ᾑρέθη καὶ κατὰ τοῦ Πέρσεως ἐπέμφθη. ὅτι ἐκλιπεῖν τὴν σελήνην μέλλειν προμαθὼν ὁ Παῦλος , προεῖπε τοῖς στρατιώταις, ἔνα μὴ ταραχθῶσιν. ἧττα τοῦ Περσέως καὶ τῶν Μακεδόνων. ὅτι στενοχωρηθεὶς ὁ Περσεὺς ἐπέστειλε τῷ Παύλῳ περὶ σπονδῶν, βασιλέα δὲ αὐτὸν ὀνομάσας οὐ προσεδέχθη. ὅτι οἶ Κρῆτες τοῦ Πέρσεως χρήματα εἰς τὰ πλοῖα ἐνθέμενοι ἀπῆραν. ὅτι κρυπτόμενος ὁ Περσεὺς ἑκὼν εὑρέθη καὶ ὅπως αὐτῷ ὁ Παῦλος ἐχρήσατο. ὅσα ὁ Πλούταρχος περὶ τοῦ Πέρσεως λέγει καὶ περὶ τοῦ Παύλου.
Ὅτι καὶ τὸν Γέντιον οἱ Ῥωμαῖοι ἐνίκησαν. ὅτι οἱ Ῥωμαῖοι μαθόντες τὴν τοῦ Παύλου νίκην ἔχαιρον, καὶ ὁ Παῦλος λαμπρῶς ἐθριάμβευσεν , ὅτε καἰ δύο 1) υἱοὶ αὐτοῦ ἐτελεύτησαν. ὅπου ὁ Περσεὺς ἐφρουρεῖτο καὶ διεχειρίσατο ἑ. περὶ Ῥοδίων καὶ Κρητῶν καὶ Προυσίου καὶ Εὐμένους. 2) περὶ τῶν παίδων Ἀριαράθου τοῦ Καππαδοκῶν βασιλέως.