Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ χρησμῶν. ὅπως ἡ 4) ἐν Κάνναις ἧττα τοῖς Ῥωμαίοις συνέπεσε καὶ ὅσα ὁ Ἀννίβας ἐποίησεν εἰς μάχην αὐτοὺς ἐκκαλούμενος καὶ ὅσα ἐμηχανή- σατο ἐκείνῳ τὴν νίκην κατ’ ἐργαζόμενα. ὅτι εἰ τότε ὁ Ἀννίβας εἰς τὴν Ῥώμην ὥρμησεν, εἷλεν ἂν ἀυτὴν.
[*](1) ἄτριπτον pro ἀτρέπτως 2) περιέκλεισαν pro περιέτρ κλυσαν 3) δικτάτωρι] Per compendium δϊκτα, ut supra, quod τορι est potius quam τωρι 4) ἡ] οἱ.)Περὶ τοῦ Σκιπίωνος. ὅπως οἱ ἐν τῇ Ῥώμῃ διετέθησαν τὴν ἧτταν τῶν οἰκείων μαθόντες. ὅπως τοῖς αἰχμαλώτοις ὁ Ἀννίβας ἐχρήσατο. βούλευμα θαυμαστὸν ὅπως ὁ Ἀννίβας τοὺς Νεαπολίτας ᾠκειώσατο καἰ τὴν Καπύην καὶ τὴν Καμπανίαν τῶν Ῥωμαίων μετέστησε καὶ ἄλλους εἷλε καὶ ἀπηνῶς αὐτοῖς χρησάμενος ἀνέκοψε τοὺς λοιποὺς μὴ προσιέναι αὐτῷ. ὅπως οἶ ἐν Βασιλίναις Ῥωμαῖοι τῆς πολιορκίας ἐρρύσθησαν.
Στρατήγημα τοῦ Ἀννίβου. ὅτι διὰ τρυφὴν καὶ ῥᾳστώνην οἱ Καρχηδόνιοι ἡττήθησαν. ὅσα οἱ 1) Σκιπίωνες ἐν Ἰβηρίᾳ ἐποίησαν.
Ὅτι οὐδὲν ἔχοντες οἴκοι στεῖλαι οἶ Σκιπίωνες ἀστραγάλους τοῖς παισὶν ἔστειλαν. ὅσα ὁ Ἀρχιμήδης κατὰ τῶν Ῥωμαίων ἐμηχανήσατο πολεμούντων τὰς Συρακούσας.
Ὅσα τοῖς Ῥωμαίοις συνέβη δεινά. ὅπως ὑπὸ Μαρκέλλου ἑάλωσαν αἶ Συράκουσαι. ὅπως ὁ Ἀρχιμήδης ἀνῃρέθη.
ὅσα οἱ Καρχηδόνιοι ἐν Σικελίᾳ ἐποίησαν καὶ ὁ Ἀννίβας ἐν τῇ Ῥώμῃ ἐλθὼν εἰργάσατο, καὶ ὅπως ἐκεῖθεν ἀνεχώρησεν. ὅπως τὴν Καπύην οἶ Ῥωμαῖοι παρέλαβον καὶ ὅπως αὐτοῖς ἐχρήσαντο. 2) ὅσα ὁ Λαουίνιος πρὸς Φίλιππον ἀντιστρατευόμενος ἔπραξεν.
ὅπως ὁ Ἀσδρούβας ἐν Ἰβηρίᾳ τὸν Γάιον Κλαύδιον ἠπάτησε καὶ διέδρα. ὅτι Σκιπίων ὁ Πού- πλιος ᾑρέθη στρατηγὸς τῶν ἐν Ἰβηρίᾳ. σημείωσαι τόλμαν καὶ μηχανὴν τοῦ κατηγορηθέντος. ὅπως ὁ Μουτίνας ἐκ Καρχηδονίων Ῥωμαίοις προσεχώρησεν.
ὅπως οἶ Ῥωμαῖοι τὸν Τάραντα ἔλαβον. ὅτι [*](1) οἱ] addit 2) ἐχρήσαντο] ἐχρήσατο.)
Ὅτι ὁ Ἀννίβας ἐν μάχῃ ἐνίκησε, καὶ πεσόντος Μαρκέλλου τὸν σημαντῆρα ἐκείνου δακτύλιον εὑρηκὼς ἐπλάττετο γράμματα, ὡς ἐκείνου αὐτὰ ταῖς πόλεσι στέλλοντος, καὶ πλείστους ἠπάτησεν, ἴως ἐγνώσθη. μάχη Ῥωμαίων πρὸς Ἀχαιοὺς συμ- μαχουμένους ὑπὸ Μακεδόνων. πόλεμοι πάλιν ἄλλοι Ῥωμαίων καὶ Καρχηδονίων καὶ στρατήγημα τοῦ ἑνὸς τῶν ὑπάτων τολμηρότατον.
Ὅσα ὁ Σκιπίων ἐν Ἰβηρίᾳ καὶ ἐν Λιβύῃ ἐποίησεν. ὅπως ὁ Σκιπίων τοὺς ἀποστατήσαντας τῶν αὐτοῦ στρατιωτῶν διὰ τὴν νόσον αὐτοῦ προσηγάγετο καὶ ὅπως αὐτοῖς ἐχρήσατο καὶ τίνας ἐκόλασεν. ὅτι τῆς Ἰβηρίας ὁ Σκιπίων ἐκράτησεν. περὶ τῶν Γυμνησίων νήσων.
Δι’ ἣν αἰτίαν ὁ Μασινίσσας Ῥωμαίος 3) προσεχώρησεν. ὅτι ἐπαύθη τῆς ἀρχῆς ὁ Σκιπίων. ὅπως ὁ Φίλιππος Ῥωμαίοις ἐσπείσατο καὶ ὁ Σκιπίων τῆς πόλεως τῶν Λοκρῶν πολλὰ ἐκ προδοσίας συνέσχε, εἶτα καὶ αὐτὴν τὴν ἀκρόπολιν.
ὅτι ὁ Μασινίσσας κατηλλάγη δῆθεν Καρ- χηδονίοις, ἵν αὐτοῖς 4) οὕτω σφήλῃ. ὅτι ὁ Σκιπίων διέβη πρὸς Καρχηδονίους καὶ πόλεις εἷλέ τινας. ὅτι [*](1) Καρχηδονίαν] sic 2) ἦν] addit 3) τοῖς ante Ῥωμαίοις οm. 4) αὐτοῖς] ita cod. quoque)