Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι τοὺς Ἀγαρηνοὺς ἐν τῇ ναυμαχίᾳ. ὅτι τῶν τοῦ στόλου εἰς οἰκοδομὰς ἀσχολουμένων οἱ ’Αγαρηνοὶ ἀδεῶς τὰ παράλια ἐκά- κουν. περὶ τῆς γυναικός, ᾗ προεῖπεν ὁ ἐν τῷ ναῷ τοῦ ἁγίου Ἀνδρέου μοναχὸς περὶ τοῦ Βασιλείου ὡς βασιλεύσει. ὅτι βασιλεύσαντος τοῦ Βασιλείου προσἦλθεν αὐτῷ ἡ γυνὴ μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἐτι- μήθησαν. ὅπως τὸ ἔθνος τῶν Ῥὼς εἰς ἐπίγνωσιν ἦλθε Χριστοῦ.

ὅτι θανόντος τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου ὁ βασιλεὺς ἀπαρηγόρητος ἦν, καὶ ὅπως ὁ Σανταβαρηνὸς ἔδειξεν αὐτῷ τὸν τεθνεῶτα ἔφιππον ὅσα ὁ Σανταβαρηνὸς κατὰ τοῦ υἱοῦ τοῦ βασιλέως Λέοντος ἐτύρευσε, καὶ ὅπως αὐτοῦ κατεῖπε πρὸς τὸν πατέρα, καὶ ὅσα ὁ Λέων ἔπαθεν. ἐξ οἴας λαβῆς ἐτελεύτησεν ὁ βασιλεύς, καὶ περὶ τοῦ διασώσαντος αὐτὸν ἐκ τοῦ ἐλάφου

364

ὅτι ἐξώθησε τῆς ἐκκλησίας ὁ Λέων τὸν Φώτιον καὶ τὸν ἀδελφὸν Στέφανον πατριάρχην προ- εχειρίσατο. ὅπως ἐτίμησε τὸν τοῦ βασιλέως Μιχαὴλ νεκρόν. ὅτι πυρποληθἐντα τὸν τοῦ ἁγίου Θωμᾶ ναὸν ὁ βασιλεὺς οὗτος ἀνεκαίνισεν. ὅπως τὸν Σανταβαρηνὸν ἠμύνατο. περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ ἄρχοντος αὐτῶν Συμεὼν καὶ ὅσα συνέβη ἐξ ἐκείνου Ῥωμαίοις. ὅτι ἐπῆλθον τοῖς Βουλγάροις οἱ Οὖγγροι. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως Λέοντος. ὅτι τὴν τοῦ Ζαούτζη Ζωὴν ἔστεψεν ὁ έν.

ὅτι καὶ τρίτην γαμετὴν ὁ έν ἠγάγετο. ὅτι καὶ τετάρτῃ ὡμίλησε γυναικί. περὶ πατριαρχῶν. ὅτι ἐν τῇ εἰς τὸν ἅγιον Μώκιον προελεύσει ἐπλήγη ὁ βασιλεὺς τὴν κεφαλήν. περὶ τῆς προρρήσεως τοῦ μοναχοῦ Μάρκου. ὅτι ἀποδιδράσκων ὁ Σαμωνᾶς κατελήφθη. ὅτι ἐξώρισε τὸν πατριάρχην Νικόλαον ὁ Λέων.

ὅτι ἐξ ἐπιβουλῆς τοῦ Σαμωνᾶ ὁ δοὺξ Ἀνδρόνικος τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. οἷα ἐμη- χανᾶτο ὁ Σαμωνᾶς κατὰ τοῦ Ἀνδρονίκου τοῦ δουκός. ὅτι διέδρα Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου υἱός, καὶ ὅσα ἐλθόντι αὐτῷ ὁ βασιλεὺς προεφοίβασεν. ὅτι ἔστεψεν ὁ Λέων τὸν οἰκεῖον ὒ ἰόν, ὅσα κα- τεῖπεν ὁ Σαμωνᾶς τοῦ ἐκτομίου Κωνσταωτίνου, καὶ ὅσα εἰς ἐκεῖνον ἐγένετο. ἐξώθησις ἐκ τῶν βασιλείων τοῦ Σαμωνᾶ. τελευτὴ τοῦ βασιλέως Λέοντος.

Ὅτι τὸν ἀνεψιὸν Κωνσταντῖνον ἐκτομίαν ποιῆσαι ὁ 1) Ἀλέξανδρος ἐβούλετο. τελευτὴ τοῦ Ἀλε- ξάνδρου. τίνας ἐπιτρόπους κατέλιπε τῷ ἀνεψιῷ ὁ Ἀλέξανδρος.

[*](1) ὁ] addit.)
365

Ἀποστασία Κωνσταντίνου τοῦ δουκός. ἀναίρεσις1) τοῦ Δούκα Κωνσταντίνου. ὅτι πολλοὺς οἱ τοῦ βασιλέως ἐπίτροποι τῶν συναραμένων τῷ ἀποστάτῃ ἐκόλασαν. ὅτι διεφέροντο ἀλλήλων οἱ τοῦ βασιλέως ἐπίτροποι. ὅτι ἀνήχθη τοῦ βασιλέως μήτηρ εἰς τὰ βασίλεια καὶ τῆς διοικήσεως εἴχετο.

ὅπως ὁ Λακαπηνὸς παρὰ τοῦ βασιλέως Κωνσταντίνου εἰς ἐπικουρίαν προσελήφθη. ὅπως ὁ παρακοιμώμενος κατεσχέθη παρὰ τοῦ Λακαπηνοῦ ὅτι ὁ βασιλεὺς κατενεγκεῖν 2) τὴν ἑαυτοῦ μητέρα τοῦ παλατίου ἐπεχείρει, τοῖς δὲ δάκρυσιν ἐκείνης μαλαχθεὶς ἀφῆκεν αὐτήν. ὅτι τὴν ἑαυτοῦ θυγατέρα ἐμνηστεύσατο ὁ Λακαπηνὸς τῷ βασιλεῖ Κωνσταντίνῳ. ὅτι ὁ Φωκᾶς Λέων τυραννίδι ἐπικεχείρηκε καὶ ἁλοὺς ἐτυφλώθη. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως.

ὅτι ἥλω παρὰ τῶν Βουλγάρων ἡ Ἀδρανούπολις. ὅτι ὁ ἐκ Τριπόλεως στόλος ἀπώλετο. ὅτι ὡμίλησαν ἀλλήλοις ὁ βασιλεὺς Ῥωμαίων καὶ ὁ Συμεών, οὐκ εἰρήνευσαν δέ. μετάθεσις τῶν ἀρχιερέων. ὅτι Πέτρος ὁ τοῦ Συμεὼν υἱὸς ἐσπείσατο)) καὶ συν- ήφθη αὐτῷ ἡ τοῦ βασιλέως ἐγγόνη.