Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅπως ὁ Μανουὴλ μὴ συναινῶν πρότερον τῇ τῆς αἱρέσεως τῶν εἰκονομάχων καθαιρέσει ὕστερον καὶ λίαν ἐκθύμως5) συνῄνει. ἐξώθησις ἐκ τῆς6) ἐκ- τοῦ πατριάρχου 7) Ἰωάννου , τοῦ δὲ ἱεροῦ [*](1) ἐκστρατεία—βασιλέως] addit, et εἴλω scribit ut Wolfius 2) κρατεροῦ pro κρατερὴ 3) ἑτέρα] addit 4) ἧττα ῥωμαίων — ἀγαρηνοῖς pro καὶ νίκη τοῦ βασιλέως 5) ἐκθύμως pro ἔκθυμος 6) ἐκ τῆς] addit 7) πατριάρχου] τι.)

361
Μεθοδίου προχείρισις καὶ ὅπως δι’ ἐντεύξεων λέγεται σωτηρίας τυχεῖν ὁ Θεόφιλος. ἔτι περὶ τοῦ κα- θαιρεθέντος Ἰωάννου τοῦ πατριάρχου. περὶ τῆς κατηγορίας τοῦ θείου Μεθοδίου τοὐ πατριάρχου καὶ ὅπως ἠλέγχθη ψευδής. ὅσα ὁ τῶν Βουλγάρων ἀρχηγὸς ἠπείλησε τῇ βασιλίσσῃ καὶ ὅσα ἐκείνη αὐτῷ ἀντεμήνυσεν.

Ὅπως οἱ Βούλγαροι εἰς ἐπίγνωσιν ἦλθον τοῦ Χριστοῦ. ὅπως γῆς τῷ ἔθνει τῶν Βουλγάρων ἡ βασιλὶς παρεχώρησεν. περὶ Μανιχαίων.1) ὅπως οἱ Μιχαὴλ τὸν λογοθέτην ἀνεῖλε Θεόκτιστον. ὅτι καὶ ἡ βασιλὶς Θεοδώρα τῶν ἀνακτόρων ἀπῆλθε γνωρίσασα τοῖς τῆς βουλῆς ὅσα χρήματα παρὰ τοῖς ταμείοις καταλιμπάνει.

ὅτι ταχέως ὁ Μιχαὴλ τὰ ταμεῖα ἐκένωσε τὰ βασιλικά , καὶ ὅτι τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀπέκειρεν.2) ὅτι ἡ τῆς βασιλείας διοίκησις τῷ Βάρδᾳ ἀνετέθη. ὅτι ἐκστρατεύσας ὁ Μιχαὴλ καὶ πολιορ- κῶν τὰ Σαμόσατα κακῶς ἐκεῖθεν ἀπήλλαξεν. αὖθις στρατεία κατὰ Ἀγαρηνῶν καὶ αὗθις ἧττα Ῥωμαίων. ὅτι ὁ Πετρωνᾶς ἐστάλη κατὰ τῶν Ἀγαρηνῶν καὶ ὅτι συμβαλὼν αὐτοῖς ἐνίκησε, μοναχοῦ τινος τὴν νίκην αὐτῷ προειπόντος. ὅτι τοῦ Μανουὴλ θανόντος ὁ Πετρωνᾶς προεβλήθη δομέστικος τῶν σχολῶν.

ὅτι ἡνιόχει ὁ βασιλεὺς Μιχαὴλ καὶ οἱ ἄρχοντες αὐτοῦ. ὅπως τῶν κοινῶν ἐφρόντιζεν ὁ βέλτιστος βασιλεὺς οὗτος. ὅπως περὶ λόγους ἐσπούδασεν ὁ Βάρδας. περὶ τοῦ φιλοσόφου Λέοντος καὶ τοῦ αἰχμαλωτισθέντος μαθητοῦ αὐτοῦ. περὶ πατριαρχῶν. ὅσα ὁ θεῖος Ἰγνάτιος ἔπαθεν ἀφορίσας τὸν Καίσαρα Βάρδαν.

[*](1) περὶ Μανιχαίων] addit 2) καὶ ὅτι — ἀπέκειρεν] οm.)
362

Περὶ τῶν ῾Ρώς. περὶ τῶν ἐκ Κρήτης Ἀγαρηνῶν. περὶ τῶν τόπων ἐν οἶς ἀνήπτοντο οἱ πυρσοί. περὶ τῆς ἀνοήτου τοῦ Μιχαὴλ μετριότητος καὶ τῶν ἀνοητοτέρων παιγνίων αὐτοῦ. περὶ Βασιλείου τοῦ Μακεδόνος.

Σημεῖον περὶ τὸν Βασίλειον γεγονὸς προδηλοῦν ὡς βασιλεύσει. περὶ τοῦ ὀνείρου τοῦ φανέντος τῷ νεωκόρῳ τοῦ ναοῦ τοῦ ἁγίου Διομήδους. ὅτι πρότερον ὁ Βασίλειος τῷ Θεοφιλίτζῃ ἐξυπηρέτησεν. ὅθεν καὶ ὅπως εἰς τὰ βασίλεια εἰσήχθη ὁ βασιλεύς, καὶ ὅπως ᾠκειώθη καὶ ἐτιμήθη. περὶ τῆς προρρήσεως τῆς μητρὸς τοῦ βασιλέως τῆς περὶ τοῦ Βασιλείου

Ὅτι ἐπεβούλευον ἀλλήλοις1) ὁ Καῖσαρ καὶ ὁ Βασίλειος. σημεῖόν τι περὶ τὸν Καίσαρα γεγονός. ὅτι πολλὰ τῶν ᾠκονομημένων ἀνέτρεπεν ὁ βασιλεύς. ἀναίρεσις τοῦ Καίσαρος Βάρδα. ἀνάρρησις τοῦ Βασιλείου. ὅθεν ὁ Βασίλειος ἀνελεῖν ἠρεθίσθη τὸν Μιχαὴλ. ἀναίρεσις τοῦ βασιλέως Μιχαὴλ.

Ὅτι τῶν κακῶς δαπανηθέντων χρημάτων ὁ βασιλεὺς συνάξας εἰς τρία ἐπόσωσε2) κεντηνάρια. ὅπως ὁ Φώτιος ἐξώσθη τῆς ἐκκλησίας. περὶ ἐπιβουλῆς. ὅτι ἔστεψε βασιλεῖς τοὺς υἱοὺς αὐτοῦ, τὰς δὲ θυγατέρας ἀπέκειρεν. ὅτι ἐν τῇ Κρήτῃ ἐκστρατεύσας ἡττήθη. ὅπως ὁ Χρυσόχειρ ἡττήθη παρὰ ῾Ρωμαίων καὶ ἀνῃρέθη. ὅτι τοῦ Ἰγνατίου τελευτήσαντος ὁ Φώτιος αὖθις ἀνήχθη εἰς τὸν θρόνον τὸν πατριαρχικόν.

Περὶ ἐπιβουλῆς. ἐκστρατεία κατὰ Συρίας. [*](l) ἀλλήλοις prο ἀλλήλους 2) ἐπόσωσε obscurius in ed. Wolfii, unde Ducang. ἐπέσωσε.)

363
ὅτι πολιορκῶν τὴν Ἄδαταν ὁ βασιλεύς, καὶ ὁρῶν τοὺς ἐντὸς μὴ φροντίζοντας τῆς πολιορκίας, ἤρετο τὸν τρόπον, καὶ ἀπηγγέλη αὐτῷ. ὅπως οἱ ἐκ Ταρ- σοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ ἡττήθησαν. περὶ τῶν ἐκ Καρχηδόνος Ἀγαρηνῶν. ὅτι ὁ ῥῆξ’ Φραγγίας συνεμάχησε τοῖς Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν, καὶ ἡττηθέντων ἑάλω καὶ ὁ ἀρχηγὸς αὐτῶν παρὰ τοῦ ῥῆγός, καὶ ὅσα ἐμηχανήσατο, καὶ διέδρα καὶ ὅσα ἐποίησεν. ὅτι ἐκ Ταρσοῦ πλοῖα ἐπολιόρκουν τὴν Εὔριπον, ἤνυσαν δὲ οὐδέν, καὶ ἐκ Κρήτης ἕτερα τὰς παραλίας Ῥωμαϊκὰς ἐδῄουν χώρας, ἀλλὰ κἀ- κεῖνα κακῶς ἀπηλλάγησαν. περὶ τῶν ἐξ Ἀφρικῆς νηῶν καὶ περὶ τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου ἀπο- δράντων, καὶ ὅπως οὐδένα ἐκείνων ἀνελὼν τοῖς λοι- ποῖς ἐνεποίησε φόβον.