Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι οἱ τοῦ Καίσαρος ἀναιρέται εἰς τὸ Κα- πιτώλιον ἀνῆλθον. ὅτι ὁ Κικέρων ἔπεισε πάντας σπείσασθαι ἀλλήλοις καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα κρατεῖν. ὅτι ὁ Ἀντώνιος τὸν τοῦ Καί- νεκρὸν προθέμενος πολλὰ πρὸς ἔπαινον ἐκεί- καὶ κινοῦντα τὸν δῆμον πρὸς ὀργὴν κατὰ τῶν φονέων εἶπεν. ὅτι ὁ δῆμος ἐκ τῆς τοῦ Ἀντωνίου δημηγορίας ἐρεθισθεὶς τὸν νεκρὸν τοῦ Καίσαρος ἔκαυσε, κατὰ δὲ τῶν φονέων αὐτοῦ κεκίνητο.

Σημεῖα δηλωτικὰ τῆς τοῦ Ὀκταβίου Καί- εὐτυχίας.

Συμβουλαὶ Κικέρωνος καὶ τῶν ἐναντιουμέ- ἐναντιουμένων αὐτῷ καὶ μηνύματα τῆς βουλῆς πρὸς τὸν Ἀν-

325
τώνιον. ὅτι μὴ πειθομένου 1) τῇ βουλῇ τοῦ Ἀντωνίου ἐψηφίσθη πολέμιον εἶναι αὐτόν. μάχαι μέσον Ἁντωνίου καὶ Καίσαρος. τροπὴ τοῦ Ἀντωνίου.

ὅπως οἶ ἐν τῇ Ῥώμῃ πρὸς τὸν Καίσαρα διετίθεντο. ὅτι τὸν πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον πόλεμον οἶ Ῥωμαῖοι τῷ Καίσαρι ἀνέθεντο. ὅτι καὶ ἄκοντες οἱ ἐν τῇ Ῥώμῃ ὕπατον τὸν Καίσαρα ἐψηφίσαντο. ὅτι καὶ παρὰ τῆς βουλῆς εἰς τὸ τοῦ Καίσαρος τοῦ Ἰουλίου εἰσεποιήθη γένος ὁ Ὀκτάβιος.

Διὰ τί τὰς πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον συνθήκας ὁ Καῖσαρ ἐτήρησε, καὶ ὅτι καὶ τοῖς Ῥωμαίοις αὐτοὺς κατήλλαξε δι’ ἑτέρων. πῶς συν- ῆλθον ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, καὶ ὅπως ἑαυτοῖς ἀρχὰς ἐθνῶν ἀπένειμαν. ὅτι τῷ Καίσαρι ἐμνηστεύθη ἡ τῆς γυναικὸς τοῦ Ἀντωνίου θυγάτηρ. περὶ σημείων. ὅτι ἐν τῇ Ῥώμῃ ἐλθόντες σφαγὰς πολλῶν ἐποιήσαντο, ἀντιδιδόντες ἀλλήλοις τοὺς ἑαυτοῦ φίλους ἕ.

ὅπως ὁ Κικέρων ἀνῄρηται καὶ ὅπως πρὸς αὐτὸν καὶ νεκρὸν διετέθη ὁ Ἀντώνιος καὶ ἡ γαμετὴ αὐτοῦ Φουλβία. πίστις θαυμαστὴ δούλου πρὸς δεσπότην. ἀγάπη πατρική. ὅσα βίαια τότε ἐπράχθη.

ὅτι ὁ μὲν Λέπιδος τὰ τῆς Ῥώμης καὶ τῆς Ἰταλίας διοικήσων εἰάθη, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ Βρούτου καὶ Κασσίου ἐστράτευσαν. ὅσα ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐποίουν ἑτοιμαζόμενοι ἀνθίστασθαι τῷ Καίσαρι καὶ τῷ Ἀντωνίῳ. ὅτι τῶν Ῥοδίων ὁ Κάσσιος ἐκράτησε, τῶν δὲ Λυκίων ὁ Βροῦτος. ὅτι ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἀνεβάλλοντο τὴν μάχην. 2)

[*](1) πειθομένου] πειθόμενος perspicue 2) ὅτι ὁ Βροῦτος — μάχην] addit.)
326

Περὶ σημείων γεγονότων ἐν τῇ Ῥώμῃ καὶ ἐν τοῖς στρατοπέδοις. μάχη Καίσαρος καὶ Ἁντωνίου πρὸς Βροῦτον καὶ Κάσσιον καὶ ἧττα Κασσίου καὶ τῶν ταφρευμάτων πόρθησις καὶ Κασσίου ἑκούσιος σφαγή.

Ἧττα τοῦ Βρούτου. σῆ Ἕλληνα πληροῦντα καὶ πρὸ τοῦ εὐὰ εὐαγγελίου) τὸ ἔνα τις θῇ τὴν ψυχὴν ὑπὲρ τοῦ φίλου αὐτοῦ. 1) αὐτοχειρία Βρούτου περὶ Πορκίας τῆς τοῦ Βρούτου γυναικός.

ὅτι καὶ ὁ Κάσσιος καὶ ὁ Βροῦτος τοῖς ξίφεσιν, οἷς ἀνεῖλον τὸν Καίσαρα, ἀνῃρέθησαν. ὅτι ἐν Ῥώμῃ τῷ Καίσαρι διηνέχθη ἡ τοῦ Ἀντωνίου γυνὴ καὶ ὁ ἀδελφὸς ἐκείνου ὑπατεύων. ὅτι ἡ στά- σις μέσον τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἐγένετο. ὅτι ἔσπευσεν ὁ Καῖσαρ σπείσασθαι τῷ Σέξτῳ καὶ τῶν σπονδῶν διήμαρτε.

Οἶα ἐν Ἀσίᾳ ὁ Ἀντώνιος ἔπραξε, καὶ ὅπως ἐδουλώθη 2) τῆς Κλεοπάτρας τῷ ἔρωτι. περὶ Λαβιηνοῦ 3) καὶ Πακόρου. ὅτι ἐπολεμώθη τῷ Καίσαρι ὁ Ἀντώνιος διὰ τὴν Φουλβίαν, καὶ ὅτι ἐκείνης θανούσης ἐσπείσαντο. ὅτι κοινῶς μαχέσασθαι τῷ Σέξτῳ συνέθεντο ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος. ὅτι ἐστασίαζον οἱ ἐν τῇ Ῥώμῃ διὰ τὸν λιμὸν καὶ ᾔτουν τῷ Σέξτῳ σπείσασθαι, καὶ ἐφ’ αἷς συνθήκαις ἐσπείσαντο. ὅτι εἱστίασεν ὁ Σέξτος τὸν Ἀντώνιον καὶ τὸν Καίσαρα ἐν τῇ νηὶ αὐτοῦ, καὶ δυνάμενος αὐτοὺς κατασχεῖν οὐκ ἠθέλησε.