Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τῶν ἐν Ῥώμᾐ μοναρχησάντων. ὅπως ἐφθάρη ὁ Κίννας καὶ Κάρβων αὐτὸν διεδέξατο καὶ ὁ Πομπήιος τῷ Σύλλα προσῆλθεν. ὅσα κατώρθωσεν [*](1) περὶ] Scripsi παρὰ 2) φαμέας prο Φαβέας.)
ὅτι καὶ ὁ Δομέτιος προσβαλὼν τῷ Πομπηίῳ ἡττήθη καὶ ἀνῃρέθη. οἴαν ἐτήρουν διάθεσιν πρὸς Πομπήιον τὰ στρατεύματα. ὅτι Μάγνον ὁ Σύλλας προσεῖπεν αὐτόν. ὅπως ἔτυχε τοῦ θριάμβου Πομπήιος, καίπερ τοῦ Σύλλα κωλύοντος. ὅτι στρατεύματος ἡγεμὼν ᾑρέθη Πομπήιος κατὰ Λεπίδου , καὶ ὅπως ἀπέθανε Λέπιδος. ὅτι κατὰ Σερτωρίου ἐστάλη 2) Πομπήιος. ὅπως ὁ Σερτώριος ἐφθάρη καὶ ὅπως τὸν Περπένναν ἀνεῖλε Πομπήιος. ὅτι ἠγάπα τὸν Πομπήιον ὁ δῆμος κἀκεῖνος τῷ δήμῳ προσέκειτο. ὅπως οἱ τιμηταὶ τὸν Πομπήιον ἐδέξαντο προσιόντα αὐτοῖς.
Περὶ τῶν πειρατικῶν νεῶν 3) καὶ ὅσας εἷλον πόλεις καὶ ὅπως τοῖς ἁλισκομένοις Ῥωμαίοις ἐνέπαιζον καὶ οἵα ἐξουσία τῷ Πομπηίῳ κατ’ αὐτῶν στελλομένῳ ἐψηφίσθη. ὅπως ταχέως τὸν πειρατικὸν ἐνίκησε πόλεμον καὶ τὴν θάλασσαν τῶν λῃστηρίων ἐκάθηρε, καὶ ὅπως παρ’ Ἀθηναίων ἐδέχθη.
ὅσα ἐψηφίσθη τῷ Πομπηίῳ μαθόντων τῶν Ῥωμαίων τὴν νίκην τοῦ πειρατικοῦ πολέμου. ὅπως τὸν Μιθριδάτην ὁ Πομπήιος ἐπολέμησεν. ὅτι ἑαυτὸν παρέδωκε τῷ Πομπηίῳ Τιγράνης ὁ τῶν Ἁρμενίων βασιλεύς. καὶ ὅπως αὐτῷ ἐχρήσατο ἐκεῖνος καὶ τῷ υἱῷ αὐτοῦ. περὶ Ἀλβανῶν καὶ Ἰβήρων. ὅτι τοὺς Ἀλβανοὺς καὶ τοὺς Ἴβηρας ἐνίκησεν ὁ Πομπήιος. περὶ Ἀμαζόνων. περὶ τῆς σωφροσύνης Πομπηίου καὶ τῆς τῶν χρημάτων καταφρονήσεως.
[*](1) κῆδος] κῦδος 2) ἐστάλη pro ἐστάλη ὁ 3) νεῶν] νηῶν.)Ὅτι τοὺς περὶ Ἄμανον Ἄραβας καὶ Συρίαν καὶ τὴν Ἰουδαίαν ὑπέταξεν. ὅτι ὁ Μιθριδάτης ἔθανε καὶ ὁ ἐκείνου υἱὸς προσῆλθε τῷ Πομπηίῳ. ὅτι ὑποπτευόμενος ὁ Πομπήιος τῆς μοναρχίας ἀνθέξεσθαι χωρὶς τῶν 1) στρατιωτῶν τὴν Ρώμην κατέλαβεν. ὅτι σιτοδείας οὔσης ἐν Ῥώμῃ Πομπήιος ἐκπλεύσας συνήθροισε σῖτον καὶ εἰς τὴν Ῥώμην ἐκόμισεν.
Ὅτι τὴν 2) ἑαυτοῦ θυγατέρα ὁ Καῖσαρ τῷ ΙΙομπηίῳ κατηγγύησεν. ὅσα ὁ Καῖσαρ κατώρθωσεν.
ὅτι ὁ Καῖσαρ καταλῦσαι τὸν Πομπήιον ἐμελέτα καὶ τὸν Καίσαρα ἐκεῖνος. ὅτι ἐψήφιστο ὑπὸ τῆς βουλῆς καταθέσθαι τὰ ὅπλα τὸν Καίσαρα, οἶ δὲ περὶ Ἀντώνιον καὶ τὸν Πομπήιον ἠξίουν καταθέσθαι τὰ ὅπλα. ὅτι ἤρξατο τῆς τυραννίδος ὁ Καῖσαρ. ὅτι ἐξῆλθε τῆς Ρώμης ὁ Πομπήιος καὶ οἱ πλείους αὐτῶ εἵποντο.
ὅτι πρὸς Πομπήιον ἀπιὼν ὁ Καῖσαρ εἰς τὴν Ῥώμην ἀνέστρεψε καὶ τῆς Ἰταλίας ἐκράτησεν. ὅτι αὖθις ἐπὶ Πομπήιον ἀπῄει. τόλμα παράβολος 3) τοῦ Καίσαρος. ὅτι ἡττήθη ὁ Καῖσαρ καὶ μικροῦ ἐκιν- δύνευσεν ἄν. ὅτι ὁ Πομπήιος ὑπερτίθεσθαι τὸν πόλεμον ἤθελεν , οἶ δ’ ἄλλοι ἐκ θράσους εἰς μάχην ὥρμων.
Περὶ σημείων πρὸ τῆς μάχης φανέντων. τροπὴ τοῦ Πομπηίου. οἵα ἦν ἡ τοῦ Πομπηίου γυνὴ καὶ ὅσα εἶπεν ἰδοῦσα αὐτὸν φεύγοντα καὶ οἶα ἐκεῖνος πρὸς αὐτήν. ὅτι εἰς Αἴγυπτον ὁ Πομπήιος κατηνέχθη 4) καὶ ὅπως ἀνῃρέθη ἐκεῖ. οἵας ἔτυχε ταφῆς ὁ Μάγνος Πομπήιος.
[*](1) τῶν] addit 2) ὅτι τὴν] ὅτην τὴν 3) παράβολος] παράβουλος 4) κατηνέχθη] κατήχθη, ut in textu. )ὅπως ὁ Καῖσαρ διετέθη πρὸς τοὺς ἀναιρέ- ἀναιρέτας Πομπηίου. περὶ τῆς Κλεοπάτρας , καὶ ὅπως ὁ Καῖσαρ ἑάλω ταύτης τῷ ἔρωτι. ὅτι πολέμου μέσον τοῦ Καίσαρος καὶ τῶν Ἀλεξανδρέων συστάντος ἡ μεγάλη βιβλιοθήκη ἐκαύθη. ὅτι τὴν Κλεοπάτραν Αἰγύπτου βασιλίδα κατέλιπε Καῖσαρ ἔγκυον οὖσαν ἐξ αὐτοῦ. καὶ ὅπως τὸν Φαρνάκην ἐνίκησεν. ὅσον πλῆθος Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις διέ- φθαρτο καὶ ὅπως τοῖς υἱοῖς τοῦ Πομπηίου ἐμαχέ- σατο Καῖσαρ.
ὅτι δικτάτωρ ὁ Καῖσαρ διὰ βίου ἐψηφίσθη. ὅτι διὰ τὸν τῆς βασιλείας ἔρωτα ἐμισήθη ὁ Καῖσαρ. ὅθεν ἐκαλεῖτο Καῖσαρ. ὅσα ὁ Καῖσαρ ἐκ φιλαρχίας ἐποίησε, δι’ ἃ ἐμισήθη καὶ ἐπεβουλεύθη. περὶ Βρού- καὶ ὅπως αὐτὸν κατὰ τοῦ Καίσαρος παρώξυνον πολλοί. σημεῖα γενόμενα δηλωτικὰ τῆς τοῦ Καίσα- ἀναιρέσεως. σφαγὴ τοῦ Καίσαρος. ὅσα τῷ Καί- σαρι ἐψηφίζοντο.