Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ἀναχώρησις Ἰακὼβ εἰς Μεσοποταμίαν, καὶ περὶ τῆς θεαθείσης αὐτῷ 2) κλίμακος καθ’ ὕπνους. κατοίκησις Ἰακὼβ πρὸς λαβὰν τὸν μητράδελφον, καὶ ἔρως τῆς θυγατρὸς αὐτοῦ. συνέλευσις Ἰακὼβ πρὸς Λείαν καὶ τεκνογονία αὐτῆς. ἡ δὲ Ῥαχὴλ μὴ τίκτουσα τῇ οἰκείᾳ θεραπαίνῃ τὸν Ἰακὼβ ἠξίωσε συνελεθεῖν, καὶ τὰ τεχθέντα δύο τέκνα ᾠκειώσατο. ζηλώσασα δὲ ἡ Λεία τὴν ἑαυτοῦ θεράπαιναν 3) παρακατέκλινε τἀνδρί, καὶ τὰ γεννηθέντα ἐξιδιώσατο. ὅτι ἡ Ῥαχὴλ ἔτεκε τὸν Ἰωσήφ.

Ὑποχωρήσαντος Ἰακὼβ ἀπὸ τοῦ λαβὰν καὶ ἡ Ῥαχὴλ τὰ εἴδωλα τούτου ἀφαιρεῖται. 4) πάλη Ἰακὼβ μετὰ τοῦ ἀγγέλου. ἁρπαγὴ τῆς Δεινῆς ὑπὸ τοῦ τῶν Σικίμων 5) βασιλέως, υἱοῦ Συχέμ, καὶ ἀπώ [*](1) θεράπαιναν pro θεράπαινην 2) ἀφαιρεῖται] ἀφεῖ 3) Σικίμων] σικήμων.)

263
λεία αὐτῶν καὶ φθορὰ ὑπὸ τῶν ἀδελφῶν αὐτῆς. θάνατος Ἰσαάκ.

Ὅπως ἐπεκλήθη Ἐδὼμ ὁ Ἠσαῦ. βουλὴ τῶν ἀδελφῶν κατὰ τοῦ Ἰωσήφ, καὶ κατάσχεσις αὐτοῦ καὶ ἀπόδοσις πρὸς τοὺς ἐμπόρους. ὅτι ὁ Πετεφρὴς 1) ὠνήσατο τὸν Ἰωσήφ. κατηγορία ψευδὴς ὑπὸ γυναικὸς Πετεφρῆ κατὰ τοῦ 2) Ἰωσὴφ καὶ κατάσχεσις αὐτοῦ ἐν φυλακῇ. δήλωσις τῶν συνδεσμωτῶν παρὰ τοῦ Ἰωσήφ.