Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅπως ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ, ὥς φησιν ἡ γραφή, τὰς θυγατέρας τῶν ἀνθρώπων ἔλαβον ἐαυ- ἑαυτοῖς γυναῖκας. ὅπως εὗρε Νόε χάριν ἐνώπιον τοῦ θεοῦ. ὅπως διεσώθη Νῶε διὰ ξυλίνου λάρνακος. ὅπως ἔθετο ὁ θεὸς τὸ τόξον ἐν τῆ νεφέλῃ μετὰ τὸν κατακλυσμόν.

ὅτι ἄμπελον ἐφύτευσε Νῶε μετὰ τὸν κατα- κλυσμόν, καὶ ἔπιεν ἐκ τοῦ οἴνου , καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ τοῦ Νῶε ἀπόγονοι [*](1) 1 — 4. προοίμιον — περιοχὴ addidit Wol6uS. 2) κοσμογένεια pio περὶ κοσμοποιίας cοdeΧ M0naccnSis.) [*](3) προσταγμάτων) προπα (??)(προπατόρων).)

262
διασκεδασθέντες ὑπὸ τῆς ἀλλογλωσσίας μετεκλήθησαν καὶ μετωνομάσθησαν. ὅτι τῆς Ταρσοῦ Περσεὺς δομήτωρ. περὶ τῆς τῶν ἐθνῶν ἀρχῆς καὶ ὅθεν ἐκλήθησαν.

Περὶ τοῦ Ἀβραάμ, καὶ ὅτι πρῶτος ἐπέγνω τὸν θεὸν ποιητὴν τοῦ παντός. περὶ τῆς τῶν Σοδομιτῶν αἰχμαλωσίας, καὶ ὅπως ἐτρώθησαν καὶ ᾐχμα- λωτίσθη Λώτ.1) ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς δώσειν υἱὸν ἐπηγγέλλετο, ὡς τὸ σπέρμα αὐτοῦ γενέσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. καὶ ὅπως περιετμήθησαν, καὶ ὅτι τὸ Ἰσαὰκ γέλως ἑρμηνεύεται. οἱ μὲν Ἰουδαῖοι τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνονται, οἱ Ἄραβες δὲ τῷ τρισκαιδεκάτῳ ἔτει. ὅτι ὁ Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰσαάκ, ὅτε θυσιάσαι προσετάχθη αὐτὸν Ἀβραάμ.