Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ἡ δὲ περὶ τοῦ Ἀντιόχου φήμη πολλὴ τὴν Ῥώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πάσαν ἤδη κατέχει, τῶν δ’ ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται λογοποιούντων, οἶ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἐλλάδα [*](D) ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστειλαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν περαιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος Ἀντίοχος, Αὖλον δὲ Ἀτίλιον ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν, ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς Ῥωμαίους ὁμολοηίαισ ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπασατο.
Ὁ δέ γε Φλαμίνιος περιιὼν τὴν Ἐλλάδα τοὺς [*](Cap. 19. Dionis Historiae Romanae libri perditi: fragmentum 62, 1.)
Οἱ δ’ ἐν τῇ Ῥώμῃ, μαθόντες αὐτὸν ἐς τὴν Ἑλλάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τόν πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῆ τῆς Ἰταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ελλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀντίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Θιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Θίλιππον ἐλῶν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν [*](C) ἔδωκεν.
Ὁ δ’ Ἀντίοχος ἐν τούτοις ἡσυχίαν ἄγων ἐν τῇ Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε [*](12 Conf. Dionis fragm. 62, 1.)
Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Εὔβοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ’ Ἡρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο · καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ εἷλε, τοὺς δ’ ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δλμόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο , καὶ ψήφισμα ἐκείνου αἰτήσαντος , ἔν’ ἐς τὴν Ῥώμην πέμψῃ, ‘‘θάρρει ἔφη· “ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι. τοῦ
Ἐπὶ δὲ τὸν Ἀντίοχον οἶ Ῥωμαῖοι τοὺς Σκιπίωνας ἔταξαν τόν τε Ἀφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οἱ τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν ἔδοσαν, ἵν ἐς τὴν Ῥώμην αὖθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ᾿ ἐπὶ τὸν Ἀντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν Ἑλλήσποντον ἤλασαν. καὶ ἐς τὴν Ἀσίαν περαιωθέντες τὰ πλείστα τῶν παραθαλασσίων κατέλαβον προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων Ῥωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμενοῦς καὶ τῶν [*](D) Ῥοδίων, οἳ καὶ τὸν Ἀννίβαν ναῦς τινας ἐκ Φοινίκης ἄγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ Ἀντιόζου, καὶ πόλεις αἶ μὲν βίᾳ, αἶ δ’ ἑκούσιαι πρὸς [*](Cap. 20. Dionis Historiae Romanae libri perditi: fragm. 62, 2. 63.)
Τέως μέντοι ἐπὶ πολύ ἡσύχασαν , εἶτα καὶ ἐπολέμησαν. ὁ δὲ ἀγὼν οὕτως ἐγένετο. πρῶτα τὰ ἅρματα, εἶτα τοὺς ἐλέφαντας ὁ Ἀντίοχος ἔταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν οὖν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ Ῥωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ὥστε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν, αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν , τὴν δὲ [*](P) τοξείαν καὶ τὴν σφενδόνησιν ὄμβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βα- θεῖα συμβᾶσα τοὺς μὲν Ῥωμαίους ἅτε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ’ ἐναντίους , οἷα πεφοβημένους ἵππῳ τε καὶ τοξεία̣ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους ἔσφηλεν. ὅμως δ’ οὖν ἴσχυσεν [*](8 Conf. Dionis fr. 62, 2.)
Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου τοῦ Ἀντιόχου ἐσπείσθη. ὅ τε γὰρ Ἀφρικανὸς εὐνοι·κῶς οἱ διὰ τὸν υἱὸν εἶχε, καὶ ὁ ὕπατος οὐκ ἤθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. οὔκουν οὐδὲ ἐπέταξαν τῷ Ἀντιόχῳ πλέον οὐδὲν ἢ ὅσα καὶ πρὸ τῆς μάχης ᾔτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι ἐκέλευσεν ἄλλους τε καὶ τὸν υἱὸν Ἀντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οἷς καὶ ὁ Ἀννίβας ἦν. καὶ ὁ Ἀντίοχος καὶ ἄκων πρὸς ἅπαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν Ἀννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν Ἀντίοχος
Τοιοῦτοι δ’ οὖν ἄνδρες οὗτοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλθόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ ὕστερον παρεδόθησαν · καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας σφετερισάμενος , Ἀφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς [*](P) συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος , τὸ δ᾿ ἀληθὲς διὰ φθόνον. ὅτι δ᾿ οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ ἄλλοθεν, οὐχ ἥκιστα δὲ ὅτι καὶ τῆς οὐσίας τοῦ Ἀσιατικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, ὅτι δὲ τοῦ Ἀφρικανοῦ ἐς τὸ Λίτερνον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ἔτι κατεψηφίσατο.
Ὁ δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς Ἀσιανῆς πολλὰ προσηγάγετο. ἔστι γάρ τι κἀνταῦθα γένος αὐτῶν, ἐκ τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε Ἑλλάδα καὶ τὴν [*](C) Φρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ Ὀλύμπῳ καὶ Καππαδοκίας ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ἔθνος ἴδιόν εἰσι τὸ ὄνομα τῶν Γαλατῶν φέροντες. οὗτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Ἄγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ’ ἄλλας ὁμολογίᾳ παραστη- [*](12 Conf. Dionis fr. 63.)
Οἱ δ’ Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης νῆς ἐς τὴν Ῥώμην πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. [*](D) διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, ἦν γάρ ποτε τοῦ Πυρροῦ βασίλειον , τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἶ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ’ οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥωμαῖοι δι’ ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεῖδ’ ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ’ ὅπῃ ὀρύσσοιτο χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαντες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν , καὶ εἰς τόν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέμενεν. ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πο- [*](Cap. 21. Dionis Historiae Romanae libri perditi.)
Γαίου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ Ἀντίοχος ἔθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀκείνου πολλῷ ὕστερον ὁ εἰς τὴν Ῥώμην ὁμηρεύων Ἀντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεων τινων ἐστερήθη ἐν Θεσ- σαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλη- [*](C) σαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ’ ἐν τῇ Ῥώμᾐ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν.
Τότε δὲ καὶ ὁ Ἀννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ Ῥώμης δι’ ἄλλα τέ τινα καὶ ὅπως καὶ τὸν Ἀννίβαν ἐκδοίη παρ’ αὐτῷ ὄντα, προμαθὼν τοῦτ’ ἐκεῖνος καὶ διαδρᾶναι μὴ οἶός τε ὢν ἑαυτὸν διεχρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ [*](D) τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ Ἀφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε.
[*](8 Conf. Dionis fr. 64.)Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτείνας καὶ τὸν ἕτερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν , ἀπέθανεν. ἐπεὶ γὰρ προσ- φιλὴς τοῖς Ῥωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δημήτριος, καὶ αὐτός τε καὶ οἶ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ’ αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ Ῥωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνενεώσαντο.
Ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ὥστε καὶ συγγραφῆς νομίζεσθαι ἄξια. ὕστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς Ῥωμαίοις ἐποίησεν. ἵνα δὲ ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευάσηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολυγησομένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ’ εἴσω τοῦ τείχους ἐδέξαντο , καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχθήσεται. [*](P) καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς Ἰταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν.
ΟἹ μὲν οὑν Ῥωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον [*](Cap. 22. Dionis Historiae Romanae libri perditi: fragm. 66, 1, 2.)
Ταῦτα μὲν οὖν οὕτως ἔπραξαν οἶ Ῥωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν , καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν , καὶ ὁ Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνε- [*](D) κρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν Ρωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως , πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς , μέχρις οὗ καὶ ἐθάρσησαν. ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει
Ἐντεῦθεν ὁ κατ’ αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι. ὃς σπουδῇ [*](C) κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν [*](14 Conf. Dionis fragm. 66, 1. — 22 ib. 2. Cap. 23. Dionis Historiae Romanae libri perditi: fragm. 66, 3, 4, 5.)
Διαφυγὼν οὖν εἰς Ἀμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αὖ- θις τὰ πράγματα , ἐπεὶ οὔτ’ ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖθεν [*](D) μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ ναυτικοῦ προίστατο, προσπλέοντα, καὶ τὸν Παῦλον
Ὁ δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον , καὶ τὸν δεδακρυμένον προσυ- παντῆσαι αὐτῷ , ἐκεῖνον δ’ ἐπὶ στόμα καταβαλεῖν [*](23 Conf. Dionis fragm. 66, 4, 5. — 28 Πλούταρχος] Aemil. Paul. c. 26.)
Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺ προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα [*](D) ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πάσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμ- μάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου , ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι , ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσε- [*](Cap. 24. Dionis Historiae Romanae libri Perditi: fragm. 67, 68, 69, 70, 4.)
Τῶν δ᾿ ἁλόντων τό πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ [*](C) θεραπείᾳ κατετέθη · κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον , πλείω δὲ θρυλῶν τὸν Ἀλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος.
[*](12 Conf. Dionis fragm. 67.)Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ πρόσ’ δεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· [*](D) καὶ ἔτυχον τῆς σπουδῆς , ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐ δὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε.
Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρηῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο , πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν.