Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

γῆν αὐτῶν ἐδῄου , Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν , καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον [*](D) δεδεμένον αὐτὸν ἐπιδείξαντες.

[*](Cap. 13. Dionis Historiae Romanae libri perditi: fragm. 57,74, 75.)
287

Ἠν δ’ ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν ἔχω μὲν Σύφακα’’ εἶπε τὸν ἀφαρπάσαντά σε, ἔχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος γέγονας, ἐμὲ σύμμαχον ἔχουσα. " ταῦτ’ εἰπὼν ἔγημεν αὐτὴν παραυτίκα , προκαταλαβὼν τούς Ῥωμαίους, μή πὼς αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς παρ’ αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο τί σοι δόξαν ἐπολέμησας ἡμῖν; ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις , ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· " ἀλλ’ ὅτι ὑπὸ γυναικὸς ἠπάτημαι , ἀξίαν ἔδωκα δίκην · ἔχω δ' οὖν τι ἐν κακοῖς παραμύθιον , ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε · [*](P) πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει.

Ὁ δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο ὅτι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ’ εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι " εἰ μὲν οἶός τ ἢν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον , προθύμως ἄν σου ὑπεραπέθανον · ἐπεὲ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ἔνθα κἀγὼ καὶ ἅπαντες ἀφιξόμεθα.’’ καὶ ταῦτα εἰπὼν φάρμακον

288
[*](C) αὐτῇ ὤρεξεν. ἡ δὲ οὔτ’ ἀνωλοφύρατο οὔτ’ ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως “ εἰ τοῦτό σοι,” ἔφη “ ἄνερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς ἄλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται , νεκρὸν αὐτὸ λαβέτω.” καὶ ἡ μὲν οὕτως ἀπέθανε, Σκιπίων δὲ τὸ ἔργον ἐθαύμασεν.

Οἱ δ’ ἐν τῇ Ῥώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν ἄλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Ἄλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ἔθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο.

Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευ- [*](D)σάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπόν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν , ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι.

Οἱ δ’ ἐν τῆ̣ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες , καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμαθον, ἀνεθάρσησαν , καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν . κἀκείνου περὶ τούτου [*](12 Dionis fragm. 57, 74. — 29 ib. 75.)

289
αὐτοῖς ἐγκαλέσαντος, οὔτε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο ἄν. ὅθεν καὶ ὁ Σκιπίων ἐν τοότῳ τῆς ψήφου τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἶ οὖν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν Ἰταλίαν ἀνέπεμψαν, τὸν δ’ Ἀννίβαν αὐτοκράτορα [*](P) στρατηγὸν ἀπέδειξαν , τὸν Ἄννωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ᾿ Ἀσδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. Ἀννίβας μὲν οὖν πάσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς Ῥωμαίοις μάχεσθαι ἡτοιμάζετο · ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος.

Οἱ δ’ ἐν τῇ Ῥώμᾐ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῆ̣ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ’ αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ [*](C) λίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν , ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθείς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅττι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ [*](Cap. 14. Dionis Historiae Romanae libri perditi: fragmentum 57, — 78—82.)

290
εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ’ ἡμέρας φιέτριψαν, [*](D) καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν.

Ὡς δ’ ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἔνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως · ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννί- ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον , οἶ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη , καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἔν εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας οὑν πρὸς τὸν Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο , ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη, [*](P) ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο · ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν

291
γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ’ Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ’ ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ.

Συνέβαλον οὖν οἶ μὲν Ῥωμαῖοι συντεταγμένοι [*](C) καὶ πρόθυμοι, Ἀννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ κατ’ ἀπ’ ἐπ’ ληγμένοι καὶ δι’ ἕτερα καὶ ὅτι καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἶ Ῥωμαῖοι μέγα ἐξαίφνης καινοί καταπληκτικὸν ἀνεβόησαν , καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχθέντες ἐκεῖνοι οἶ μὲν πλείους οὐκ ἐδέξαντο σφὰς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων [*](D) διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον , καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἶ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἶ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε · κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη,

292
καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς ἄμα καὶ θαλάσσης. οἶ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τίνα ἕτερα

Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις [*](P) οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἶ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τήν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἀνδρὰς, ἔνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἷ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν , καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν , τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ᾿ Ἰταλίαν οἷ Καρχηδόνιοι.

[*](C)

Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ

293
τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη.

Εἰς ἑτέρους δ’ αὖθις πολέμους οἱ Ῥωμαῖοι κατέστησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα [*](D) καὶ τὸν Ἀντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ἤκμαζε μάχη, κἂν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις συνάροιτο ἢ εἰς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ’ ἐκείνους ἠρέμησαν , οὐκέτ’ ἐμέλλησαν , ἀλλ’ ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν , πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις οὖν οἶ Ῥωμαῖοι πρὸς αὐτὸν πέμψαντες , ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε , τὸν πόλεμον ἐψηφίσαντο , χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ’ ἀληθὲς ἀγανακτοῦντες ἐφ’ οἶς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρα- τεύσῃ κατὰ τὸν Πυρρὸν. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν δύναμιν πᾶσαν ὃ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος , αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Αθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύ- σατο καὶ Χαλκίδα κατεχομένην ὑπ’ αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο [*](Cap. 15. Dionis Historiae Romanae Libri perditi: fragmentum 58, 1—6.)

294
[*](P) αὖθις προσβαλόντα ἀπεκρούσατο , Ἀπούστιος δ’ ἐς τὴν Μακεδονίαν , ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰ- κοῦσι δ’ οὗτοι ὑπέρ τε Ἰλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ὤν , σύμμαχοι πρότερον ὄντες αὐτοῦ , πρὸς τοὺς Ῥωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ [*](C) τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ἔσπευσε γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν.

Ῥαΐσας δ’ ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ ἅμα ἔαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις , ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἴς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ [*](D) δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ’ εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Απού- [*](20 Conf. Dionis fragm. 58, 4.)

295
στιος δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο.

Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις Ἀμίλκας Καρχηδόνιος, τῷ Μάγωνι συστρατεύσας ἐν Ἰταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, ὡς δ’ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη , τούς τε Γαλάτας τῶν Ῥωμαίων ἀπέστησε καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἶ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ᾿ ἀντεστράτευσεν ἐπ’ αὐτοὺς Αὐρήλιος ὁ ὕπατος , φθονήσας τῆς νίκης τῷ στρατηγῷ.

Τῷ δ’ ἐξῆς ἔτει πρὸς τοῦ Ἀμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν , καὶ τὴν συμμαχίδα τῶν Ρωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν.

Ἐν δὲ τῇ Ἑλλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ 5 τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι’ ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος ὕπατος, τοῦ Φιλίππου πάν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολεμήτου, [*](P) διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ’ ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν · ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ’ [*](3 Conf. Dionis fragm. 58, 6. 3 Cap. 16. Dionis Historiae Romanae libri perditi: fragumentum 60.)

296
ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ’ ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφός [*](C) αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες , καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί · καὶ Ἀθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἶ ία γνῶμαι τῶν Ἀχαιῶν , τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων , τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ’ οὑν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα , πονήσαντες δ’ ἐπεκδρομαῖς ἀπανέστησαν.

Εἶτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἀλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν ὕπατον ἐπεκηρυκεύσατο. καὶ [*](D) ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ , καὶ συνῆλθον αὐτοὶ καὶ οἶ σύμμαχοι, ἐπράχθη δ’ οὐ ’δεν ἢ ὅτι πρέσβεις εἰς Ῥώμην πέμψαι τό Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς , οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφασαν, καὶ ἄπρακτοι ἀπηλλάγησαν.

Οἱ δ᾿ ἐν τῇ Ῥώμᾐ τῷ Φλαμινίῳ τὴν ἐν τῇ Ἑλλάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ἔτος, αὐτῶ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ ὅτι. κατὰ χώραν ἔμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ραννος ἐσπείσατό οἶ, καίτοι φίλος ὢν τοῦ Φιλίππου

297
καὶ τὸ Ἀργὸς λαβὼν παρ’ αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ , τῷ Νάβιδι αὐτήν, ἔν αὖθις ἀποδοίη, παρακατέθετο.

Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ’ ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ’ ὅμηροι τῶν Καρχηδονίων οἵ τε δοῦλοι οἱ μετ’ αὐτῶν καὶ οἲ τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες , καὶ πολλοὺς τόν ἐπιχωρίων φονεύσαντες, [*](P) καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἶ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς Ῥωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δείσαντες οὖν οἶ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γαλάτας ἔπεμψαν οἱ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρθουν χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν , καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλκου συμβαλόντες ἡττήθησαν , οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέβαλον, [*](C) βάλον, ἀλλ’ ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγω̣ πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ’ ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον.

Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ Ἀττάλου τὴν Βοιωτίαν ἅπασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ἄτταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν , ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππω προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ

298
ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν , οἱ [*](D) μὲν ἔνθεν οἱ δ᾿ ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσοπαλεῖς ἂν ἀπηλλάγησαν, εἰ μὴ οἶ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥωμαίους ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας , ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο , χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον , καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος.

Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, καὶ Ἀνδροσθένης ἐνικήθη ὑπὸ τῶν Ἀχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ὥν, μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἶλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστησατο.

Οὕτω μὲν οὖν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ Ῥώμᾐ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομό λους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι , καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ΄ ἔχειν στρατιώτας τῶν πεντακισκιλίων, κισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας [*](P) ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις τάς τε ἐν τῆ̣ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευθέρας ἀφῆκαν.

[*](6 Conf. Dionis fragm. 60.)
299

Οἱ δ’ ὕπατοι τοῖς Γαλάταις αὖθις οὐκ ἀταλαιπώρως ἐπολέμησαν , ὅμως μέντοι καὶ τούτους ὑπέταξαν.

Πόρκιος δὲ Κάτων ὕπατος αἱρεθεὶς τὴν Ἰβηρίαν μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο , ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβάσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ’ ὅλως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον , βουλὴν ἐποιεῖτο. καὶ [*](C) περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. ‘‘κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι , τοῖς νόμοις τοῖς κειμένοις , τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις.” Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Εάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών , εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη “σὺ δ’, ὦ Κάτων, εἰ ἄχθῃ τῷ [*](D) κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές , ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ ὅπλισον ἐφ’ ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε · ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν , καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα.” καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώ- πτων εἶπεν , ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγοράς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ [*](Cap. 17. Dionis Historiae Romanae libri perditi.)

300
γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι.

Ὁ δὲ Κάτων ἀποπλεύσας εἰς τὴν Ἰβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ’ ἒν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι’ αὐτόν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. [*](P) ἆ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομίσαντες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη.

Ὁ δὲ Κάτων διέβη τὸν Ἴβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οἴκαδε, ἔστι δ’ ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν.

Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Ἄργος ἐστράτευσε. [*](Cap. 18. Dionis Historiae Romanae libri perditi.)

301
τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι [*](C) φοβερὸν ὁρῶντες οἷ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τά Ταύγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντίουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Θλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ’ ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν οὑν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μηδαμοῦ [*](D) κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Θλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ὃς τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ’ ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιήσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥωμαίων αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ἦν ἐν μέρει, ἑλόντων οὐκέτ’ ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη.

Ὁ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ἕλληνας ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ὄν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν

302
τῆ̣ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ.

Ἀφικομένου δ’ ἐς Ῥώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν ἅπαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. [*](P) καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥωμαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ Ρωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ’ ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι’ ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ’ ἔτι μείζων ἐγένετο ὅτι τὸν Πτολεμαῖον τόν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο.

Τοιοῦτον τὸν Ἀντίοχον νομιζόμενον οἱ Ῥωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· [*](C) ἐπεὶ δ’ ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσκαταστρέψασθαι, καὶ μετ’ αὐτῶν ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν ὁ Ἀντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφικόμενος. [*](D) πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι,

303
καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τόν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ’ ἐς Κύπρον πλεῦσαι ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντ’ ἀντεγκαλοῦντες, ὅπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ὅπως τὰ παρ’ ἀλλήλοις προκατασκέψωνται.

Ἀννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ’ αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ’ αὐτῶν καὶ πρὸς τοὺς Ῥωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ Ἀντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς Ῥώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τόν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφερομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, [*](P) ἵν ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀντίοχον, ἔργῳ δὲ Μί’ κἀκεῖνον καὶ τὸν Ἀννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς Ῥωμαίοις συμφέροντα. ἀφικομένου δ’ αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι’ ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ

304
ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῶ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν [*](C) ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στράτευμα παρέσχεν αὐτῷ οὔτ’ ἐς τὴν Καρχηδόνα ἔπεμψεν· οὐδ’ ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν εἶναι.