Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν [*](P) ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὣν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτόν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τόν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ [*](Cap. 3. Iosephi Ant. 17, 13, §. 5 — 18, 2, §. 2. 27 πρόσθεν] 5, p. 217, D.)

9
Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, [*](C) καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέγουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι’ ἆ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς.

Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους [*](D) αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν.

Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας

10
τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται.

Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ᾿ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἶ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τόν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι [*](P) μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἔνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν , αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ῾Ρώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβουχος. καὶ [*](C)τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ᾿ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ῾Ρωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἕξ ἐφ᾿ ἡμέραιν δυοῖν, ἀφ᾿ ὣν τεσσαρεσκαίδεκα ἴτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά.

Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ᾿ οὗ Γρᾶτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί-

11
κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱερασαμένῳ [*](D) Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν.

Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐὺ τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ᾿ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. [*](Cap. 4. Iosephi Ant. 81, 2, §. 2—3, §. 3, liber de rerun, cuius fragmentum edidit David Hoeschelius in notis ad Photii Bibliothecam 1601, p. 923 (Iosephi Op. ed. Havere. II, 2, p. 146.))

12
Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυ- [*](P) μὰ τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ αὐτοῦ. ὁ δὲ στολαῖς Ἰουδαικαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕτως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ᾿ ἤρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἶ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ᾿ ἄλλοι τραυματίαι ἀπῄεσαν.

Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ [*](C) θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. ‘‘γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια [*](D) εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.”

Καὶ ταύτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ

13
λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἄγιος Ἰωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὐ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δίκαιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις. ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ᾿ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀίδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον [*](P) διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ᾿ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει.” καὶ ἄλλα δ᾿ ἐπὶ τούτοις φησίν.

Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος.

ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ [*](1 κατὰ Πλάτωνα apud Hoeschelium et in Ioannis Damasceni codicibus, ed. Lequien. t. II, p. 789. 3 Παράλληλα] loco indicato, at fragmentum quod sequitur non Iosepho, sed Meletio Antiochiae episcopo tributum legitur p. 755, nonnullis Cap. 5. Iosephi Ant. 18, 3, §. 4—4, §.)

14
πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ἴκαστον τῶν καλῶν ἀποδέοντι. [*](C) ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴκοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη καλουμένῃ, παντοίων ἴδρις κακῶν. αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ [*](P) τῆς Ἴσιδος, θεὸς δ᾿ αὕτη τοῖς ῾Ρωμαίοις τότε νενόμιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν , κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμενος· καὶ ὡς ὕπνου καιρὸς ἦν , ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν-
15
νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προσφερόμενος. εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄνδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ “Παυλῖνα”, φησί, "καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θεμένω [*](P) αὑτῷ.” ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς·τὀν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνόμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ ῾Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὅρος αὐτῷ συνελθεῖν ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι [*](C) κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν. Πιλᾶτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἶ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῆ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ ῾Ρώμην ἀπιέναι τὸν Πιλᾶτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά-
16
τόρος ἀπολογησόμενον ἐφ᾿ οἶς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ ῾Ρώμῃ ἐγγίσαι αὐτόν, ἴφθη Τιβέριος μεταστάς.

[*](D)

Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ἀπέκειτο τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ᾿ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸπολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ᾿ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ᾿ ἐκεῖνον οἱ Ῥμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τᾶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ᾿ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεΤ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τόν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ.

κατ᾿ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Παρθῶν βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ᾿ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ-

17
πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τόν Οὐιτέλλιον κατὰ τοῦ Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος.

Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους [*](C) σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προιόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, [*](D) ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ᾿ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς [*](Cap. 6. Iosephi Ant. 18, 4, §. 6 — 5, §. 3.)

18
Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώσκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἶ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφὴς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν.

Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου [*](P) κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. ‘‘κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γάρ καὶ τὴν βάπτισιν αὐτῶ φανεῖσθαι ἀποδέκτην. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ [*](C) Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.”

[*](15 Ἰώσηπος] Ant. 18, 5, §. 2. Pauca differunt.)
19

Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτός δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ [*](D) κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμήσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε.