Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ’ Ἀντιφίλου σταλὲν πρὸς Ἀντίπατρον, φράζον ‘‘ἔπεμψά σοι τὴν παρὰ Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ’ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ [*](D) Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς “Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ἔπεμψα, ὅ ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σαλώμην.” ἡ δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦν “ἔργον ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων. εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί. ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ’ Ἀντιπάτρου. Ἡρώδης δὲ ὥρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕροι πίστιν τινὰ ἐπὶ τοῖς κατ’ αὐτῆς ἀξιόχρεων, κατασχὼν δ’ ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων [*](Cap. 25. Iosephi Ant. 17, 5, §. 7–6, §.)
Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ᾿ ἦν ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ᾿ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίητο, ὣν ἓν ἦν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων [*](C) ἀναθέσεις ἢ ζῷων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀυήχθησαν πρὸς Ἡρώδην. ὁ δὲ ἤρετο [*](D) εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρες “πέπρακται” εἶπον, “καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα.” τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλι-
Ἡ μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὣν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν [*](P) τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἤσαν ἑλκώσεις, εἰς, καὶ μάλιστα τοῦ κόλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ οὕτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ἢν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, ἃ σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή.
[*](C)Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέ- [*](Cap. 26. Iosephi Ant. 17, 6, §. 5—8, §. 3.)
Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα [*](D) καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ’ ἀλγηδόνων εἶς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ᾿ αἰτήσας καὶ μάχαιραν γνώμης ἢν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δ’ ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ
Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ᾿ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας ἢ διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρ- [*](C) χέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς.
Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος [*](C) δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ᾿ εὐωχίαν ἐτράπετο.
[*](D)Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ᾿ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ᾿ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἶ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά- [*](Cap. 1. Iosephi Ant. 17, 8, §. 4—10, §. 6.)
Ἀρχέλαος δὲ ἐπί Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα ’ συνεξ- συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ ‘Πρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ρώμην ὥρ- μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν [*](C) προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ ’ ἐπτέ- ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἶ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπᾳ, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ.
Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ιου- δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο- λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα- βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἶ‘ρωμαῖοι ἐκράτουν. περιοδεύσαν- τες οὑν οἶ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω [*](D) τοῦ ἱεροῦ, κἀντεῦθεν ἐξ ὑπερδεξίων βάλλοντες με-
Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἷός τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, [*](P) ἀνὴρ δ᾿ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν
[*](C)Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί·δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τόν ἐπηλύδων. καὶ [*](D) ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς.
Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἶ πρέσβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· [*](Cap. 2. Iosephi Ant. 17, 10, § 9—13, §)
Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἶ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τόν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντίπᾳ [*](C) ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσ’ ἔφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἐξήκοντα τάλαντα.
Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις
Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοὐ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάξαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφυρὰν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ
Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ᾿ ἀγαθῷ. τοὺς μὲν γὰρ [*](C) βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ᾿ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι᾿ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ.
Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφυρᾷ ὄνειρος τεθέαται ἴτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ᾿ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ[*](D) γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. 30 ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ-