Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας σπονδὰς τόν τε έν Ἱεροσολύμοις ναόν , ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοωαστήρια. ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράιζε. μὴ δυνάμενος δέ γ’ ἑ ὁ Σαμουήλ ἀντιπαρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι, τάφροις τὰς εἰσόδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν [*](D) οὖ ’ν ὁ βασιλεὺς αὖθις, καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον, πλὴν οὐκ ἀπέστη τῆς ἐγχειρήσεως, ἀλλ’ αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ’ αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μηχανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι’ ὀρῶν καὶ δυσχωριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἱ τῷ ἀθρόῳ περιδεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ’ ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτίθεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα ῥήγνυσι τὸν φραγμόν, καὶ δίεισι καὶ διώκει, καὶ πολλοὺς μὲν ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δοριαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμοῦ μένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ’ ἑκάστῃ
122
ἑκατοστύι ἕνα καταλιπὼν ἑτερόφθαλμον , ἴν’ εἴη τούτοις χειραγωγός , καὶ οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὑς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκόν, ἰλιγγιᾷ τ’ ὁ καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀν’ ἐνεγκὼν χαρδιωγμω περιπίπτει καί θνήσκει. η δε των Βουλ- γάρων ηγεμονία τω υ φ αυτού τω Γαβριήλ τω χαί Ρωμανω περιήλθεν, ο ν ούπω ένιαντόν αρξαντα ό νιος τού πατραδέλφον αυτού Ααρών ό Β λάδια Σλά- βος 'Ιωάννης, διώνυμος γαρ χαϊ ούτος ην, άπέχτεινε.
[*](P�) διελθών δε τό έν ταΐς δυΰχωρίαις έρνμα ό αυτοκρά- τωρ, ώς είρηται, άλλα τε φρούρια ε'χειρώΰατο έρυ- μνά και τους εν αντοίς Βουλγάρους, χαϊ ηχεν εις Μοσυνούπολιν, οπον αν τ ω η τού Σαμουήλ τελεντη άπηγγελη. άρας ονν αντίκα προσβάλλει τη Βονλ- γαρία, και πόλεις τε αυτής αίρει χαί φρούρια, ό δε γε τού Σαμονήλ ν ίο ς ό 'Ρωμανός τε χαϊ Γαβριήλ, ονπω γαρ άνήρητο, π ία φας προς τον βαβιλία δον- λωβιν νπιβχνεΐται' μετα δε τινα καιρόν τού τον Γαβριήλ άνελ.όντος 'Ιωάννου τού Βλαδισθλάβον ράπων αφίκετο, εναγγελιξό μένος την άναίρεαιν τού νίού τού Σαμονήλ καϊ γράμματα κομίζων ίπαγγελ-
[*](C) λόμενα τω βαΰιλεΐ δονλωαιν, προαερρύηΰαν δε αύτω και πολλοί των ίπιαήμων παρά Βουλγάροις. γνούς μέντοι τον Βλαδιαθλάβον ό βαΰιλενς ου κατά τάς ἐπαγγελίας διανοονμενον, έπήλθεν αὗθις τη Βουλ- γαρία, καὶ πολλάς μίν αυτής έληίαατο χώρας, την δε της 'Αχρίδος πάλιν, έν η τα βαβίλεια τοις των Βουλγάρων ωκοδόμηντο άρχηγοΐς, πολιορκία λαβών καὶ ετερα φρούρια δια ατρατηγών, έπανε'ξενξεν εἰς την Κωνΰταντίνον. καὶ αὗθις δε κατά Βονλγάρων έοτράτενσε, χαί αὖθις φρούρια τε και πολλούς των
123
βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ξωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰωάννης καὶ Βλαδισθλάβος κατὰ τοῦ Δυρραχίου ἐξώρμησε, καὶ πολιορκῶν αὐτὸ πίπτει , ἄρξας ἔτη δύο καὶ μῆνας
[*](D) πέντε. ὃ μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι, καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παραδιδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριάκοντα, καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ προσερρύησαν. Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας Δαβίδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη , εἰ ὥνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἴξ, καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσῆλθον τῷ βασιλεῖ. ἦσαν δ’ οὗτοι ὁ Προυσιανὸς καὶ ἄμφω οἱ ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιανὸν ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ’ ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλγαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος , τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια, καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέξευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ ταινιωθεὶς ὀρθίᾳ, ἣν τούφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄνθρωπος, τῦφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους , καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ
124
κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλληλέγγυον οὐ
[*](B) κατεδυσώπησε , καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιήσειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέργιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας νᾶς ἔτη, μετέθετο τὴν ζωήν , καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιερεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε. τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ καὶ τὰ τῶν χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγονότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς Βάρδα τοῦ Φώκα οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων
[*](C) τῶν ἐσβέσθη ἀποστασία , τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς ἀβασγοῖς, καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγόν, εἶτ’ αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥωμαῖοι, καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβηρίας ἀπέδρα βαθύτερα, καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν.
[*](D) ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ’ οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα · ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ
125
πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ’ ἔτεσιν ὀκτώ. τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ, καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο , κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδομήκοντα ἐπὶ δυσίν , αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα καὶ πρὸς ἔτεσι · τοὺς γὰρ ἄλλους συνεβασίλευσε τῷ πατρί, εἶτα τῷ Φωκᾷ, καὶ μετ’ ἐκεῖνον τῷ τξιμισκῇ.
Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ’ ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι , μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος. ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ , οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγγονος πράξεως, καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν , ὑπ’ ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ’ ἀνδράσιν οὐχ ὅτι τῶν εὖ γεγονότων, ἀλλ’ οὐδ’ ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ’ ἀκριβῶς βαρβαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ’ εὐμεγέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, [*](B) δειλὸς δὲ τὴν ἔξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευνάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον καὶ ἀξιώμασι. τοὺς δ’ ὑπηκόους
126
καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκόλαζε, καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ’ ἐμηνία, οὐδ’ ἐνέμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετε- τίθετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρούμενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα καὶ κουφοτέραν τῶν ἄλ- ταύτην τὴν κόλασιν ἔκρινε, καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς καταδικαζομέ-
[*](C) νοῦς αὐτῇ. γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἑλένῃ τῇ θυγατρὶ Ἀλυπίου, ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγ- χάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια, καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι, θελήματι τῷ θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρχήσαντι, μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ’ ὢν ἐλευ- οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ , ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξέτεμε καὶ θαλαμηπόλους καὶ κατευνα-
[*](D) στῆρας ἐκέκτητο , ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώ- ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ’ ἄλλοις πεφεισμένως ἄγαν τὴν χεῖρα προἐ- τεῖνε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι. τὰ δ’ ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι, Σκύθαι δ’ οὗτοι ὡς ἔμπρο- εἴρηται, διαβάντες τὸν Ἴστρον , τῇ χώρᾳ τῆς ἀντεπελθὼν οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ Διογενὴς ὁ τοῦ Σιρ- μίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγα-
127
ρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι· ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν, οὗτος δὲ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ τῶν ἐφ’ οἶς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο , καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ’ ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ. ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευκότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας αὐτάνδρους ἐλῶν, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς. ἤδη δ’ ἐς γήρας ἐλάσας ὁ αὐτοκράτωρ βαθύ, καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκώς, περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν ἐπὶ μιᾷ τῶν θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον · ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου
[*](B) ἀφικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος, καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ’ εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ· ἦν δ’ οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς ῾Ρωμανός. τί γοῦν πρὸς τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ’ αὐτῷ συνοικούσῃ
128
κεροῦντας τὴν τρίχα καὶ ἐφ’ ἑτέραν ζωὴν μεταστήσον-
[*](C) τὰς. ἡ δὲ τὸ σκηνουργούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέλανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευτέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῶ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνἐτειραν ἄκουσαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ’ αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κωνσταντῖνος τρεῖς ἐπιβιοὺς βιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνός ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάạενος.
῾Ρωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, [*](D) τῶν σκήπτρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα ῥιζόθεν ἐξέκοψε, καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκκλησίᾳ κεκληρωμένοις τὴν ἐκ τῶν βασιλείων ταμείων χορηγουμένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι, καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἤ καὶ ἰδιωτικὰ ἠλευθέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς, καὶ χρημάτων πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πενθε- ροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο, καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνηλάθησαν, παρ’ αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύ-
129
σεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑποπτευθεὶς δὲ ὁ μάγιστρος προυσιανὸς ὁ Βούλγαρος λάθρᾳ τῇ τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῆ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν , συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς, καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον περιορίξεται, καὶ ὁ ἐπ’ ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς κατηγορηθείς, ὁ Διογενὴς , ὡς τυραννίδα μελετῶν
[*](B) κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται. τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θανόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ υἱῶ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἑλένην νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ χαλεπ’ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ’ ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων
[*](C) μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις · αἶ δ’ ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαι· ἰθύνουτος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρουροῖς ἐπιτίθενται , καὶ τούτους ὢ διαχειρισάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ χαλεπ’ ἀρχηγὸς καὶ ἐκδρομὰς ποτούμενος συνεχεῖς αὐτήν τ’ ἑ τὴν Ἀντιόχειαν καὶ ὅσα
130
πρόσοικα ἔθνη τῇ Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις
[*](D) ὑπήκοα ἐληίζετο. ᾧ ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο ἕτερον · ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτούμενοι συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ’ εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς τὰ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευόντων, βουλευόντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο, καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ’ ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος, καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν ἀπειρηκέναι ’ναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκδρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες, καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν
[*](B) τηρεῖν , ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν
131
τὸ στρατιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι, καὶ κἂν ἑάλω καὶ ὁ αὐτοκράτωρ αὐτός , τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον , εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέβαλε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ. ἀπῄεσαν μὲν οὖν οἶ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες , κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον , ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν διηρπάκασι τὴν βασίλειον, μεστὴν
[*](C) οὖσαν πλούτου παντοδαποῦ καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ’ ἑαυτοὺς ἀναθέμενοι ἐπανέξευξαν.
Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτόν, κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ’ ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσοστάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαιὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν [*](D) πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύνοντο. τῶν δ’ οὕτως εἰσπραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσεφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομὴ σ’ αἰ καὶ ναὸν τῇ θεομήτορι προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων , ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὲν
132
καὶ ἤ μετεωρότερον ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἡ· τὸν σχηματισμὸν ποικίλλων ἤ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προςόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβροδίαιτον , χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων. κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλεπίτου υἱὸς σὺν δώροις πολλοῖς , τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ Διογενὴς Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη, καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνιδε καὶ ἀπέθανεν , ἔνα μὴ τοὺς συνειδότας ἐκφανίσῃ τῇ βίᾳ νικώμενος. τότε μέντοι Ἄραβες
[*](B) μὲν τὴν Μεσοποταμίαν κατέδραμον, οἱ δέ γε Πατξινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος Ῥωμαϊκὸς προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν· οἱ δ’ ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σικελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆες ἐξέπλευσαν, καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι νῆες Ρωμαϊκαὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζώους, οἷ τῶ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων
[*](C)note> στρατηγῶν τῆς Ἐδέσσης ἐκράτησεν , ἔνθα καὶ τὴν
133
αὐτόγραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸ Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος , καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραιζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πατρίδων αὐτῶν ἠναγκάσθησαν , οὓς χρυσίου διανομαῖς ἀνακτησάμενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν. σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντίπορθμοι τῆς Βυξαντίδος ἀνδρῶνες , οἳ διαιτητήριον ἔκπαλαι τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερὰς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀνεκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς τὴν μεγαλόπολιν
[*](D) εἰσάγοντος ὁλκοῦ διαρρηχθέντος ἐπεμελήσατο. λήσατο.
Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ’ ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ καταλιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ’ ὅτιπερ ἡ βασιλὶς ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρότερον μέν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμμάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ’ ἐγνώκει μάτην πάντα ὢ γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ σπουδαζόμενον, οὐκέθ’ ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν, ἀλλ’ ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς
134
πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποδτρόφως
[*](B) εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι’ ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ , τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἶς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσληφθησόμενον ὑπ’ αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπόλου σί’ τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ’ ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ’ αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον , εἶτα καὶ περὶ τοῦ ΜΙχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις
[*](C) λακὶς δὲ τούτου γενομένου , δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη αὐτοῦ , μὴ ὑποσταλῆναι , ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ πολλὰ λέγειν ; μέχρι καὶ συνουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προἰόντος τοῦ χρόνου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλτρον, καὶ ἦν ὑποψιθυριξόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ’ ἠγνοεῖτο τῷ αὐτοκράτορι· ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο ποδῶν; καὶ οἷον προαγωγὸς
[*](D) ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο.
135
ὧς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλ’ ἢ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ ἀπηγόρευσε , καὶ ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ’ ἱερῶν. ἐπεὶ δ’ ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ ΜΙχαήλ. τὸ δ’ ἦν κατά τινας περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε διαστροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ’ ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας ῥᾶς τὸν Μιχαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ’ ἐρᾶν μήτ’ ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ’ οἱ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα , .... δ’ ὅτι σφριγᾷ ἡ βασίλισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν ὁμιλοίη. τούτων δ’ οὕτως ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε , καί οἱ διῳδήκει τὸ
[*](B) πρόσωπον καὶ τὸ ἄσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο · αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ’ ἔχων ἀπῄει πρὸς βαλανεῖον τῶν ἐν τοῖς βασιλείιος λουσόμενος, καὶ ἀπῄει οὔτε χειραγωγούμενος οὔτ’ αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας αὐτό τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ
136
ἐφ’ ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ
[*](C) δ’ ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βασιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος, ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ’ εἰδέναι ὧν ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος.
Τοῦτον μὲν οὑν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ [*](D) τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμβουλευέντων, ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελεσιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς “ ἀπολούμεθα αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ.” λαβοῦσα τοίνυν εὐθὴς τὸν Μιχαήλ, καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα, καὶ αὐτὴ παρακαθισαμένη , πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ’ αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια, καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελούμενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ πάσα ἡ πόλις
137
τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι , τὸ δ’ ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματίζετο τηρεῖν τὴν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ
[*](B) χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν , εἶτα οὐκ εἰς μακρὰν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται, καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτομίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῇ συνήθεις θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ’ αὐτῇ πρὸς θεραπείαν ἀντικαθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφράγνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρακεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο. ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ’ ἐνάγεσθαι πλέον ὁ Μιχαὴλ λέγεται παρὰ τοῦ συμγόνου
[*](C) γόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτομίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλόμενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος, καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος οὐδὲ ἡττώμενος οἴνου τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί, ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος , ἣν οἶ μὲν ἐκάλουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ συμπνῖγον τὸν ἄνθρωπον , ὡς
138
[*](D) πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μανίαν τε καὶ παραφοράν· ὁ δ’ ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀνεδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κωνσταντῖνος δὲ πατρίκιος ὁ Δαλασσηνός, οἴκοι διατρίβων καὶ περὶ τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη ῾Ρωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ Δαλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα τὸν ἄν- δρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε. Νικητὰς δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ Δάφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέων τῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται, καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμήματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς
[*](B) ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ’ αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν Δαλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν 30 ὁ Δαλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κων-
139
σταντῖνος ὁ δούκας, τὴν ἀδικίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ κατακλείεται. εἶτα μετάγεται ὁ Δαλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖ μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατξινάκαις λεία γ’ γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικητὰ καταστρέψαντος τὴν ζωήν, ὁ Κωνσταντῖνος, ἀδελφὸς
[*](C) ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῆ Ἀντιοχείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σικελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ’ ἐζώγρησε, καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολοπίσθησαν κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασγίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα δίκας Ῥωμαίους
[*](D) πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ’ οἱ Πατξινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο.
Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων ἐζήτησε· καὶ ὁ βασιλεὺς
140
ἐκύρωσε μετ’ αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ Ῥωμαίων προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρίκιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προχειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν λίαν καταλαβόντος τοῦ Μανιάκη οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπείσαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διεμελέτων, καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρραγέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν
[*](B) πρότερον ἐξεπόρθησαν δέκα ἐπὶ τρισίν, εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μανιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσήγαγε. μικροῦ δ’ ἂν ἑάλω ἡ Ἔδεσσα, δόλῳ τ’ αὐτὴν τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπαγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπήχθιστο, ἧκον εἰς Ἔδεσσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια, νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν. εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος
[*](C) ἐδέξατο. οἱ δ’ ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβωτίου τινὸς ὅποι εἰσὶν ἐρωτῶντος καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα
141
τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας, καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἔνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν.
[*](D) ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ’ αὐτοῦ πεμφθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστράτευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατοπεδεύεται τοῖς Ἀγαρηνοῖς, καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου, ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἴνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνήσεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀνῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ’ αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῶ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ ἐν συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποι - καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρεδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης
142
τῆς Μεσσήνης, πόλις δὲ αὕτη τῶν Σικελικῶν, περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος δ’ ἦν ὁ Κεκαυμένος Κατακαλών·
[*](B) οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων. ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης, δριμύτατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας, ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἱ αὐτῷ ἐπηγγέλλοντο καθαιρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρισθέντα, ἀλλ’ ἐξουσίᾳ βασιλικῇ. ὁ δὲ “εἰ οὐ κανονικῶς, ὥς φατε, γέγονα πατριάρχης” ἀντέθετο, ‘‘καὶ ὅσοι παρ’ ἐμοῦ ἐχειροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί.” τοῦτο τοὺ ’ς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγορούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ
[*](C) ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις γενόμενος. τῆς γοῦν ἀδελφῆς αὐτοῦ Μαρίας, ἡ μήτηρ ἢν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι’ εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης, κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πένητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀνεθῆναι τοῖ ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας “ὡς γυνὴ φρονεῖς” ἀνταπεκρίθη αὐτῇ ‘‘μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων.” οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα δώροις καὶ
[*](D) ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρήματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ’ οὕτω
143
μὲν παρὰ τοῦ ὀρφανοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ’ ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας, ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι, οἶς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συνεχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτοὺς ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτοκράτορι.
Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῶ βασιλεῖ καὶ θαμὰ τῆς του λογιζομένου παραφορὰς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ’ ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παραπετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τεταγμένοι αὐτὸν περιίσταντο, οἱ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς, πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον , εἷλκον ἐπ’ ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα, καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος [*](B) ὅτι οἷα ἀνθ’ οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπιγινομένου ᾐσχύνετο πάσχων οὕτω παρ’ ἐκείνης ὁρᾶσθαι, ἢ διὰ τὸ τὴν ἔξιν τοῦ σώματος διεφθάρθαι οἶ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως ἁμάρτημα παρ’ ἐκείνων ἄλλας τ’ ἑ ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο
144
χρημάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος Δημητρίου δεόμενος ἔνα τι τοῦ πάθους εὕρῃ ἀλέξημα·
[*](C) τῷ δὲ καὶ νόσος ὑδερικὴ προσεγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἐώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν αὐτοκράτορα πιθανότησι, καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἔν ἔφεδρος εἴη τῇ τῆς βασιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομάζου- ἡ δὲ μήτ’ ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων
[*](D)θελήμασι καὶ ἄλλως εὔκολος οὖ σὰ καὶ τὴν γνώμην εὐάγωγος, κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γερουσία ἐκ προκηρύγματος, καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μιχαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ’ αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πὰν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ’ ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δὲ ὁ λόγος δηλώσει κατὰ καιρόν.