Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς

145
αὐτῶν βασιλείας καθαιρεθείσης, μέχρι μέν τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δουλείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφάδαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, Δολιάνος καλούμενος, δόλου δὲ μεστὸς καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου, ὡς λέγεται, ἀποδράς, καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών, ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ’ οὐκ ἐξ ἐννόμου [*](B) εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστασίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥωμαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνάμεως, ἔν’ ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ’ αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ’ ἑαυτοῦ, καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ’ αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε, καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλγαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγαρίας αὐτὸν [*](C) ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ Δολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ Δολιάνος τὸν ἀντικαθιστάμενον. μετακαλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥωμαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ Δολιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ’ ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί ‘‘εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποιήσατε ἐκποδών·
146
εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ οἴ- δατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ’ οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε , ἐμὲ δ’ ἐκ μέ- σου ποιήσατε.’’ ἐπὶ τούτοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ Δολιάνος αὐτοκράτωρ γενόμενος εἷλέ τε τὸ Δυρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώ- ρησε, καὶ τὴν Νικόπολιν καὶ τὰ ὑπ’ αὐτὴν προσε- ποιήσατο , τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπλη- στίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτω λείαν Μυ- σῶν τὸ τοῦ λόγου τὰ ‘ρωμαίων ἐτίθετο. ὁ δὲ βασι- λεὺς τῆς ἀγγελίας κομισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέ- εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖ- ’ρᾶν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπέγνωστο τὸ βιώσιμον, ἤδη γὰρ ὁ ὕδερος αὐ- τοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο, τό τε συγγενὲς ἀπεῖργε τὴν ἐκστρατείαν αὐτῷ παρα- κλήσεσι καὶ οἱ προύχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ’ ἐκεῖνος, ζήλῳ ῥωννύμενος καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον , ἐπὶ τοὺς Σκύθας χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ κατ’ ἀπόνου ạενος, καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσδοκώμενος , ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ’ ἐν τοῖς τῶν Σκυθῶν τούτοις ὁρί- ὁρίοις ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ’ ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμ- βὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. [*](B) ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός , ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρου-
147
κὼς τῷ κρατοῦντι, ἐπ’ οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσιέναι πρὸς τὰ ἀνάκτορα μήθ’ ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ’ ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ Δολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ [*](C) στρατόπεδον, ἔλαθε πάντας, καὶ πρὸς Βουλγαρίαν κατήντησεν. ἀλλ’ οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί “ἆρα” ἔλεγεν ‘‘εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;” ὡς δὲ πάντες πεποίηντο δι’ εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν βασιλείαν αὖθις εἰς ἀναμφίβολον περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον ὢ εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον [*](D) αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον ἑ ἰδῶ ’ς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ δ’ ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δασεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο, καὶ οὐκέτι ἔχων ἐνδοιαστῶς, καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ’ οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ πρὸς ἀλλήλους οἶ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ
148
σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ’ ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ Δολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος, καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα, ἐπιτίθεταί οἱ συμποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι’ ἀπορρήτων μηνύει τῷ βασιλεῖ βούλεσθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμείψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολεμηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ [*](B) ὑπέκυψε, καὶ ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον, αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τόν Δολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα. εἶχε δ’ ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τειχῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὅ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκδιδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἄλλα πάντα τῆς βασιλείας γνωρίσματα, κείρεται δὲ τῆ ’ν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως [*](C) σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζὴ τῶν βασιλείων ὑπέξεισι, καὶ πρὸς ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς
149
θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ’ αἰδούμενος ἀνθ’ ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ’ ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιὰς διαθέσεως. ἡ μὲν οὑν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν. ὁ δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀιδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασιλεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγγενὲς δέ οἱ ὥσπερ τις κηλὶς [*](D) προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ’ ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα.

Ἧκε δ’ ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος, οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διάθεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτό ἡ καταγωγή, καὶ οὐδ’ ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βασιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἶ ἐκείνου αὐτάδελφοι, βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασιλίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ὢ ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πίστεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνόματος μόνου

150
τῆς βασιλείας μετέχειν τὸν Μιχαὴλ, ἐκείνης δ’ εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύσαντες καὶ καταθέλξαντες τοῖς [*](B) μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς, τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ, ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος τὴν γνώμην, ἀγνώμων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βουλεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος , ἄλλα μὲν ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκα- [*](C)νος ὁ ἀνήρ, δουλοπρεπής τε παρὰ τὰς τόν καιρῶν δυσκολίας καὶ ἀνελεύθερος, δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ’ ἐκ χρηστοτέρας διαθέσεως ἐς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν , ἀλλ’ ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ’ ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει [*](D) τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι, καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ’ ὅτι καὶ δρά-
151
σειεν ἐξ ἑτοίμου, ἀλλ’ ἐβυσσοδόμευε τὸ ἐγχείρημα, τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώπιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπεδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ’ ἵν ἐφ’ ἑαυτοὺς τὴν αὐτοῦ εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων, αὐτῷ τὴν ὑπεροψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ’ ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι, καὶ στέλλει νῆα κελεύων αὐτῷ δι’ αὐτῆς ἥξειν, [*](B) δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπεροψίας. καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνωθεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προέγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοιούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι’ ἐκείνου Καῖσαρ, εἶτα καὶ βασιλεὺς γεγονός. ἐπεὶ δ’ ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς
152
γήμαντας καὶ τοὺς εἰς ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργάζεται.

Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἔματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὔργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ’ αὐτῆς αἰτιάματα , φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγονίας τοῦ Πρίγκιπος, καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τρι- [*](D) βώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο, καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς. ἡ δὲ δίκη οὐκ ἐπενύσταξεν, ἀλλ’ αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ’ ὲ́καστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέ- θεον ἐπὶ τὰ ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ

153
τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν, κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα, περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας, πολλοὶ δ’ αὐτῷ παρετρέφοντο, διὰ μέσης τῆς Ἀγορὰς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια, καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ’ αὐτῶν ἀφιέντας, καὶ λίθους ἐσφενδόνων, [*](B) ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἴνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθείσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον, καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων, ἀφίκοντο ἐπ’ αὐτήν, καὶ ταύτην τῆς κατοικίας [*](C) ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες, εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ
154
καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται, καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ’ ἑαυτῷ περιθέμενος ἀμφία. ἐπεὶ δ’ ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν [*](D) ἑαυτούς, καὶ ἐπ’ ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο. τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώραζον, καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ’ ἧκον ἐπὶ τὸ Σίγμα, τόπος δ’ ἐστὶ κεκλημένος τουτί, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ ἄμφω σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαίμονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ’ οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δέ, ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν τοῦ κράτους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ
155
ἀδελφῇ, ἐντεῦθεν ὑπερορίαν οἶ πηρωθέντες τοὺς [*](B) ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μήνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον.

Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν

Ῥωμαίων ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατηγίου ἐπισημότατον. αἶ δ’ ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυφορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἶ τῆς πρώτης βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφὶς ἀμφισβητήσεων, ἐντυχίαι τε πρεσβευτῶν [*](C) καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ’ αὐταῖς. ἀλλ’ εἴτε φόβος μὴ τῇ ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς, ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραννήσαντος καθαιρέσεως αἰτίᾳ, εἴτ’ ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύσοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ Δαλασσηνὸς Κωνσταντῖνος, ὡς ἐπ’ ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερής, ἀπεδοκιμάσθη. εἶτα ἐπ’ ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητασμένων [*](D) οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον τυραννίδος καὶ οἶον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλοσύνῃ προσκειμένην ψυχήν. ἐπ’ ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευσεν ἡ βασίλισσα, ἀλλ’ ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον τὸν ἄνδρα

156
τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συνοικοῦσα τούτῳ τὸν θάνατον αὐτῷ σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στερήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα. αἶ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντἴνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βασιλεῖ ῾Ρωμανῷ ἐπ’ ὰδελφόπαιδι χρηματίσαντα, ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε, καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς ῾Ρωμανὸς ἐνεδείξατο, διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο, κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο, κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα ἢ διέκειτο καὶ ᾠκειοῦτο αὐτόν, καὶ χάρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ λοιδορίας κατ’ αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν ῾Ρωμανόν αὐτοκράτωρ ὁ Μιχαὴλ, 20 οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς [*](B)Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ’ αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ’ ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος, καὶ οὐδὲ τοῦ δευτέρου Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ ὶ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος, καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ’ ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμφθεὶς καὶ περὶ τὸν ἐν Δαμοκρανείᾳ 30 τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον , καὶ σὺν δορυφορίᾳ βα-
157
σιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ [*](C) συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ’ ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ ῥωμαϊκὸν ἐγχειρίζεται.

Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος

ἔσχεν, ἐπὶ τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τόν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε· καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο, καὶ τοὺς βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν [*](D) αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας, καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ’ ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς, τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυκυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δό- ξαν ἔχουσι λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνον δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος. τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ’ ἐκτὸς οὐκ εὐ- τυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαντίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ αὐτὸν συλλέξας, κἀν τοῖς ὄρεσι τοῖς

158
Ἰλλυρικοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥωμαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους, καὶ ὅσοι τούτοις ὁμογενεῖς. ὡς δ’ οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει τῷ εἰς τὸ Δυρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ, ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος, μεγάλης τοῖς μετ’ αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμφορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ’ ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι. [*](B) τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον. ὁ δὲ Μονομάχος, εἰς τὰ κατ’ οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος ἐμφιλοχωρησάτω, ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἢν ἡλικίας καὶ κάλλους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ’ ἀλλήλοις ἐνετετήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ’ ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη [*](C) τῶν ἁπάντων ἑαυτὴν ὑπερώρισεν, ἕν ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος, καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων χορηγοῦσα τούτῳ, ἔνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ’ ἐκεῖνος εἰς
159
τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ’ ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς, καὶ ἀξιοῖ ἀνακληθῆναί τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὁ γὰρ χρόνος αὐτῇ παρήνεγκεν τὸ ζηλότυπον, [*](D) τύπον, ἤδη τυγχανούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες τες αὐτῇ πειρασμοὶ μετριωτέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ’ οὐδὲ θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προἰ·όντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνάκτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ὁ Μονομάχος ἐσχηματίσατο τὴν ἐκείνης καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δομουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα, καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται, καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς παλλακῇ οὐδ’ ὡς ἡμιγάμῳ, ἀλλ’ ὡς ἐμφανῶς ξυνευνέτιδι, καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ’ ἑκάστην ἐπέρρει τὰ χρήματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγούμενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετάγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησά μένος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται παρὰ τοῖν γυναίοιν ἀμφοῖν τελεσθήσεσθαι, τοῦτο τοῦ αὐτοκράτορος ἀξιώσαντος. τετίμητο δὲ ἡ γυνὴ Σεβαστή, αὐτῇ πρώτῃ τῆς [*](B) πρῴην βασιλικῆς ἀπονεμηθείσης τιμῆς· καὶ ὠνομά-
160
ζετο δέσποινα. καὶ ἡ βασιλὶς ἐπὶ τούτοις οὔτ’ ἐμηνία οὔτ’ ἤχθετο, μέσον δὲ σκηνοῦντος τοῦ βασιλέως ἑκατέρωθεν ᾤκουν παραλλὰξ ἡ βασιλὶς καὶ ἡ Σεβαστή. οὔποτε ἡ Αὐγοῦστα προσῄει τῷ βασιλεῖ, εἰ μὴ τῆς ἐρωμένης μεμονῶσθαι τοῦτον ἀπηκριβώσατο. ἀλλ’ οὕτως ἔχουσα καὶ εἰς τόσον εὐκληρίας ἀρθεῖσα, καὶ μείζονας δ’ ἐλπίδας παρ’ ἑαυτῇ θάλπουσα, ἀθρόον ἀναρπάζεται νόσῳ, καὶ θνήσκει μέγα πένθος καταλιποῦσα τῷ βασιλεῖ.

Καὶ ἡ μὲν ἀπῆλθεν, τῷ δὲ βασιλεῖ πόλεμος [*](C) ἐπῆλθεν ἐμφύλιος. ὁ γάρ τοι Μανιάκης Γεώργιος, ἀνὴρ καὶ τὴν ψυχὴν ἀνδρειότατος τὴν χεῖρά τε γενναιότατος καὶ στρατηγεῖν δεξιώτατος, παρὰ ταῖν βασιλίδαιν, ὅτ’ ἐκεῖναι τοῖς τῆς βασιλείας πράγμασιν ἐφειστήκεσαν, εἰς Ἰταλίαν πεμφθεὶς πολεμησείων τοῖς αὐτῇ ἐπεμβαίνουσι καὶ ταύτης οἰκειωσαμένοις ἔνια, καὶ τῇ τῶν Ῥωμαίων αὖθις ἡγεμονίᾳ ἐπανασώσων αὐτά, τοῖς τῶν Ῥωμαίων ἀντιπολέμοις ἀντικαθίστατο. ἐπεὶ δὲ εἰς τὸν Μονομάχον ὁ τῆς βασιλείας ἄξων μετακεκύλιστο καὶ ὁ Σκληρὸς Ῥωμᾶνος, ἀδελφὸς δ’ ἦν ὁ ἀνὴρ τῆς ἐρωμένης τῷ βασιλεῖ, μέγα δεδύνητο διὰ τὴν ὁμαίμονα καὶ μάγιστρος καὶ [*](D) πρωτοστράτωρ τετίμητο, τῷ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν οἴκῳ τοῦ Μανιάκη ἀγχιτερμονῶν, κακῶς διετίθει τὰ τοῦ ἀνδρός, μνησικακῶν ὅτι πρῴην διαφερόμενος ἐκείνῳ κατεπονεῖτο. λέγεται δὲ καὶ τῆς εὐνῆς ἐπιβῆναι τοῦ Μανιάκη. ταῦτα τῷ ἀνδρὶ ἀγγελλόμενα εἰς θυμὸν ἐκίνει αὐτὸν καὶ ἄχος ἐνεποίει πολύ· εἶτα καὶ τὴν ἀρχὴν ἀφαιρεῖται, καὶ τοῦτο κατεργασαμένου τοῦ ῾Ρωμανοῦ. ἐννοῶν τοιγαροῦν ὡς εἰ πρὸς τὴν Κωνσταντίνου ἐπανελεύσεται, οὐ χρηστῶς αὐτῷ διατεθήσεται ὁ κρατῶν διὰ τὸν Σκλη-

161
ρόν, τυραννίδι ἐπιχειρεῖ. καί οἱ ὡς Κορυφαιοτάτῳ τῶν στρατηγῶν καὶ ἀρηίῳ ἀνδρὶ πολὺ τοῦ στρατιωτικοῦ προσεχώρησεν. ὁ δὲ ἐξ Ἰταλίας πρὸς τὴν ἀντικρὺ > ταύτης ἤπειρον πλοίοις ἐμβιβάσας τὸ στράτευμα γίνεται. τοῦτο εἰς θόρυβον τὸν βασιλέα ἐνέβαλε, καὶ γραφὴν ἐγχαράττει τῷ Μανιάκῃ, παντὸς μὲν δείματος αὐτὸν ἀπολύουσαν, εἰ τὰ ὅπλα κατάθοιτο, ἐπαγγελλομένην δὲ τὰ χρηστότερα. ὡς δ’ ἐκεῖνος ἅπαξ κύβον ἀναρρίψας οὐκέτι τῶν ὅπλων μεθίετο, ἀντιστρατεύει κατ’ αὐτοῦ ὁ βασιλεύς. ἐφιστᾷ δὲ τῷ στρατεύματι οὔτινα τῶν γενναίων ἀνδρῶν ἤ τῶν ἐν στρατηγίαις ἐξητασμένων, δεδιὼς μὴ κἀκεῖνος τολμήσειε τὰ αὐτά, ἀλλ’ ἐκτομίαν τῶν θαλαμηπολούντων, πιστὸν μέντοι αὐτῷ. ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει, καὶ ὁ Μανιάκης ἔσπευδεν ἀσυντάκτους τοὺς περὶ τὸν ἐκτομίαν καταλαβεῖν. ἐπεὶ δὲ προσέβαλλον ἀλλήλαις αἱ στρατιαί, τὸ μὲν ἐπὶ τῷ [*](B) πρωταγωνιστῇ, τῷ Μανιάκῃ φημί, τροποῦται τὸ τῶν ἐναντίων στρατόπεδον, τὸ δ’ ἐπὶ τῇ τὰ ἡμέτερα διεξαγούσῃ προνοίᾳ ἀθρόον ἀντέστραπτο τὰ τῆς μάχης, καὶ ἥττηντο οἱ περὶ τὸν Μανιάκην. ὡς γὰρ ἐκεῖνος ἐπιὼν τὰς τάξεις διεκλόνει τὰς φάλαγγας καὶ οἷς ἂν ἐνεβόησεν εὐθὺς ἀνεχάζοντο καὶ ὁ συνασπισμὸς διελύετο, αἴφνης πεπληγμένος εὑρέθη, καὶ πληγὴν καιρίαν, ἐξ ἧς τὸ αἷμα καταρρέον πολύ, ἀχλὺν αὐτοῦ κατεσκέδασε καὶ πάρεσιν τοῖς μέλεσιν ἐνεποίησεν, ὥστε καὶ τὸν χαλινὸν διεκπεσεῖν τῆς χειρὸς αὐτοῦ, κἀκεῖνον καταβληθῆναι εἰς γῆν ἐκ τοῦ ἵππου, τῆς ἕδρας ἀπολισθήσαντα. ἔκειτο τοίνυν αὐτίκα θανὼν ἔξω τι τοῦ μεταιχμίου βραχύ, καὶ οἱ βασιλικοὶ ἐπελθεῖν τέως αὐτῶ ἐδεδίεσαν. ὡς δ’ οἶ ἐκείνου τὸν σφέτερον ἔγνων ἀρχηγὸν πεσόντα, πτοίᾳ [*](C)
162
ληφθέντες διεσκεδάσθησαν. τότε τῷ κειμένῳ ἐπέδραμον οἶ τῆς ἑτέρας μοίρας, καὶ τὴν τοῦ δειλαίου κεφαλὴν ἐκτεμόντες τῷ σφῶν προσήγαγον στρατηγῷ. ὁ δὲ ταύτην αὐτίκα τῷ αὐτοκράτορι πέπομφε, κἀκεῖνος μετέωρον ταύτην ἦρε κατὰ τὸ θέατρον, εἶτα καὶ τοῦ τὸν πόλεμον κατωρθωκέναι δόξαντος ἐκτομίου ἐπανελθόντος μετὰ τῆς στρατιᾶς, θρίαμβος γίνεται, τοῦ βασιλέως ἐν τῷ πρὸς τὴν ἀγορὰν ἐπεστραμμένῳ προτεμενίσματι τοῦ ἐν τῇ Χαλκῇ λεγομένῃ τοῦ Σωτῆρος ναοῦ προκαθημένου μετὰ πολλῆς τῆς λαμπρότητος, ἑκατέρωθεν αὐτοῦ καὶ τῶν βασιλίδων συγκαθημένων. ἀλλὰ τὰ μὲν κατὰ τὸν Μανιάκην [*](D) ἐν τούτοις τετελευτήκασιν. ἄλλη δ’ αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαὴλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθών, καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται, τοὺς Κυπρίους ὑπελθών, τούτων γὰρ ἔτυχεν ἄρχων τότε, ἀποστασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν. στόλον γὰρ στείλας δι’ αὐτοῦ τὸν Ἐρωτικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο. θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ’ ἴτη δέκα πρὸς τοῖς ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσι ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ’ ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς,
163
ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας, γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ’ ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν.

Ἄλλη δ’ αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπανέστη. ἡ τοῦ Τορνικίου δ’ ἦν αὕτη Λέοντος, ὃς μητρόθεν κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. [*](P�) οὗτος τοίνυν τὴν Ὀρεστιάδα οἰκῶν, οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ, τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ, ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρόνημα. εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα διετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρατοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν, γυνὴ γενναία τε [*](C) καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ’ αὐτὴν διὰ τὸ περιὸν τῆς φρονήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ’ ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνησιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἔνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν

164
[*](D) ἐνἸβηρσι τῇ ῾Ρωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν. ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα διέβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην τῆς τύχης λαμπρότητα, οὕτω δ’ ἐπανελθόντα μήτ’ οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ’ αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανούπολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ’ ἐκεῖνος καλῶς τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ’ αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ’ αὐτοῦ ἠρεθίζοντο. ὡς δ’ οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο, καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ [*](B) προσιόντι προσεφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί, κἀκεῖνος ταῖς ἐλπίσιν ᾐώρητο, ὡς οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱτῆς πόλεως δι’ ὀργῆς ἐποιοῦντο τὸν αὐτο-
165
κράτορα, ὡς δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πολιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο αὐτὸν ἑτοιμότατα. ἔωθεν οὖν παραταξάμενος, καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ τὰς Βλαχέρνας, ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑποσχέσεσι τούτους πρὸς [*](C) τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ’ ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων , ἐπεχείρει τῇ προσβολῇ ἀντιπαρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεράπουσι, τῶν πάντων οὐδ’ εἰς ἀκριβῆ σὺν ἀριθμοῦ μέν ὢν χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πόλεως ἐστραμμένῳ πεδίν [*](D) καθῆστο βασιλικῶς, ἔν ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδιάζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπικροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ’ ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλλυντο. τοσοῦτον δ’ ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐτίκα γε-
166
νέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ’ ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ’ αὐτοῦ, τὸ δ’ ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ’ οὐδ’ ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσ’ ἑ πῃ τῷ θώκῳ μετήνεκτο. ὃν δ’ εἴρηται τρόπον διαφυγὸν τὸν Τορνίκην τὸ εὐτύχημα εἰς τοὐναντίον αὐτῷ τὰ [*](B) πράγματα περιέτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἴωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἶς ἐπὶ τὸν τύραννον ἵετο, καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολήν, καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχειρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺ ’ς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, [*](C) ἀλλ’ ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ δὲ παρῆσαν αἶ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος, καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἶ δ’ αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς
167
ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχονΤος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις, καὶ τοὺς μὲν ὁμιλίαις, τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βασιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων ἐγκατελείφθη κότος αὐτῷ τοὐ Βατάτζη. ὡς δ’ οὖν ἐγκατελείφθη [*](D) πρὸς τῶν λοιπῶν ὁ Τορνίκης, καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψηφίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι τοῦσώματος, ἡ δ’ ἀποστασία διελέλυτο τέλεον.

Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησάμενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν ῾Ρὼς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ’ ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῆ, Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι, καὶ τὰ παρ’ ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν γενέσθαι πρὸς ῾Ρωμαιbυς τινάς, πληγαὶ δ’ ἐπηκολούθουν 30 ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ’ αὐτοῖς συνηρίθμητο. τοῦτο τῷ τῆς χώρας ἄρχοντι πρό-

168
φασις τῆς καθ’ ἡμῶν συγκινήσεως γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάδ.ενος, ἃ παρ’ αὐτοῖς μονόξυλα λέγονται, σφόδρα πολλά, καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον ῾Ρωμαίοις ἐπέσεισε πόλεμον, καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ’ ἔγνω τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ’ αὐτοῖς τοὺς πρεσβεύσοντας κα- [*](B) ταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέγονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο, καὶ ἀτίμως αὐτοὺς ἀπεπέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ’ ὄν, φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος, καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκάφεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ [*](C) τῆς ἡμέρας παρῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριήρων ἐκἐλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λαβεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν’ αὐτοὺς εἰς πόλεμον ἐπισπάσηται. ὁ δ’ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν, ἀλλὰ καθαρᾷ ναυμαχίᾳ, καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατέφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει παρειληφώς. ὡς δ’ οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλ-
169
κάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπιούσας οἱ βάρβαροι οὐκέτι [*](D) μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν. συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι, καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ’ ὑφάλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν.