Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πατριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε, καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί ταύτῃ τοὺς ἀρρενοφθόρους κολάζεις; ἔφη “εἰ δ’ ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον”; οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιήσατο, [*](B) καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε·
καὶ σὺ μεθ’ ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδωνἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθείς,οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ,ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής,κεῖσαι λαινέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ ἡ βασιλὶς Θεοδώρα τότε τὸν τῶν ἀγίων Ἀποστόλων περιώνυμον ναὸν ἐδομήσατο. ἦν μὲν γὰρ καὶ πρῴην τοῖς Ἀποστόλοις ἐκεῖσε ναός, παρὰ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου δεδομημένος,
[*](C) οὐχ οἷος δὲ ὁ νῦν ἐστι, πολλῷ δὲ τούτου καὶ πρὸς κάλλος καὶ πρὸς ὄγκον λειπόμενος. Ὁνωρίου δέ ποτε τῆς πρεσβυτέρας βασιλεύοντος Ῥώμης, μεταναστὰν τὸ τῶν Οὐανδήλων ἔθνος καὶ εἰς Ἱσπανίαν ἐλθόν, κἀκεῖθεν εἰς Λιβύην περαιωθέν, σὺν τῷ οἰκείῳ ῥηγὶ Γονδιγίσγλῳ κατέσχε ταύτην. ἐφ’ υἱοῖς δὲ δυσὶ τούτου θανόντος, ὧν ἅτερος Γόνδαρις, ὁ δὲ λοιπὸς ἐκαλεῖτο Γιζἐριχος, εἰς μόνον τὸν Γιζἐρι-
276
χον ἡ ἀρχὴ περιέστη, τοῦ Γόνδαρι τελευτήσαντος. οὗτος οὖν ὁ Γιζέριχος τήν τε Καρτάγεναν παρειλήφει καὶ τὴν Ῥώμην αὐτήν, καὶ ἐπὶ τριάκοντα καὶ
[*](D) ἐννέα τῶν Οὐανδήλων ἡγεμονεύσας ἐνιαυτοὺς ἀπέτισε τὸ χρεών. ὃν Ὁνώριχος ὁ υἱὸς διεδέξατο, ὑφ’ οὗ πλεῖστα δεινὰ τοῖς ὀρθοδόξοις ἐπήχθησαν, ἀρειανίζειν πάντας καταναγκάζοντος. ὃς ἐπ’ ἔτη ἄρξας ὀκτὼ ἐπὶ διαδόχῳ Γουνδαμούνδῳ τῷ υἱωνῷ τελευτᾷ. καὶ οὗτος δὲ βαρὺς τοῖς ὀρθοδόξοις γενόμενος, κατέλυσε τὴν ζωὴν ἐπὶ ἐνιαυτοὺς τὴν ἀρχὴν κατασχὼν δυοκαίδεκα. εἶτα Τρασαμοῦνδος τῶν Οὐανδήλων γέγονεν ἡγεμών, καὶ οὗτος Ἀρειανός, οὐ κολάζων τοὺς ὀρθοδόξους, μόνον μέντοι ἀποστρεφόμενος, καὶ τούτου δὲ ἔτη εἴκοσι καὶ ἑπτὰ διαγαγόντος ἐν τῇ ἀρχῇ καὶ τὸ βιώσιμον ἐκμετρήσαντος εἰς Ἰλδέριχον ἡ ἡγεμονία μετέπεσεν) ὃς Γιζερίχου ἦν υἱωνὸς
[*](A) ἐξ Ὁνωρίχου τοῦ ἐκείνου παιδός. οὔτε δὲ χριστιανοῖς χαλεπῶς προσεφέρετο καὶ πᾶσι πρᾷος ἐτύγχανεν, ἅτε καὶ μαλθακοῦ τυχὼν ἤθους ἐκ φύσεως, ὅθεν ἦν καὶ πρὸς πολέμους νωθέστερος. οὗτος δὴ ὁ Ἰλδέριχος συνήθης γέγονε τῷ Ἰουστινιανῷ ἔτι ἰδιωτεύοντι. Γελίμερ δέ τις ὁμογενὴς Ἰλδερίχου, ἀνὴρ κακοήθης, δραστήριος δὲ καὶ νεωτερίσαι δεινότατος, ἐπέθετο τυραννίδι· καὶ τὸν οἰκεῖον κατασχὼν δεσπότην εἱρκτῇ παραδίδωσι καὶ τοὺς ὅσοι ἐκείνῳ ᾠκείωντο. ἀποτριβόμενος δ’ οἷον τὸ τῆς τυραννίδος αἰτίαμα, γράφει πρὸς Ἰουστινιανὸν ὡς οὐ τῆς ἀρχῆς ἐρῶν ταύτης ἐδράξατο, ἀλλ’ ὅτι Ἰλδέριχος ἀποπεφύκει πρὸς τὴν ταύτης διοίκησιν. ὁ δὲ βασιλεὺς ἀντε- B πέστειλε τῷ Γελίμερι ὡς οὐκ ἀνέξεται, εἰ μὴ τῷ τυραννηθέντι μὲν βοηθήσει, τὸν δὲ τυραννήσαντα τιμωρήσεται. διὸ τὸν πατρίκιον Βελισάριον ἐκ τῆς
277
ἑῴας μεταστειλάμενος, ἐκεῖ γὰρ ἦν ὁ ἀνὴρ τοῖς Πέρσαις μαχόμενος, εἰς Λιβύην μετὰ χειρὸς βαρείας καὶ στόλου πέμπει πολλοῦ, ταῖς δυνάμεσιν ἀπάσαις ἐπιστήσας αὐτὸν ἀρχιστράτηγον αὐτοκράτορα, ᾧ καὶ ὁ Καισαρεὺς συμπαρωμάρτει Προκόπιος, ὃς τὰ περὶ τῶν ἐκεῖ πολέμων ἱστόρησε πλατυκώτερον. καταπλεύσας οὖν εἰς Λιβύην ὁ Βελισάριος χάρακα βάλλεται. ὁ δὲ Γελίμερ τοῦτο μαθών, ἐντέλλεται τῷ ἀδελφῷ Ἀματᾷ τόν τε Ἰλδέριχον καὶ τοὺς αὐτοῦ συγγενεῖς, οὓς ἐμφρούρους κατεῖχεν, αὐτίκα κτεῖναι. καὶ οἶ μὲν ἀνῄρηντο.
[*](C) Γελίμερ δὲ συμβαλὼν τῷ Βελισαρίῳ καὶ τραπεὶς τῆς τε Καρχηδόνος ἐξέπεσε καὶ τῶν ἄλλων καὶ πάσης τῆς Λιβύης ἐκράτησε Βελισάριος καὶ τῇ βασιλείᾳ Ῥωμαίων ὑπέταξεν, ἐνενήκοντα καὶ πέντε ἐνιαυτοὺς τῶν Οὐανδήλων κυριευσάντων αὐτῆς. συνέσχε δὲ ζωὸν καὶ αὐτὸν τὸν Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις αὐτοῦ. λέγεται δὲ πολιορκουμένῳ αὐτῷ μετὰ τῶν οἰκείων ἐν χώρᾳ λυπρᾷ τῇ τῶν Μαυρουσίων ἐπιλεῖψαι τὰ ζωαρκῆ, τὸν δὲ ἐπιστεῖλαι τῷ ταγματάρχῃ, ὃν ὁ Βελισάριος τῇ πολιορκίᾳ ἐπέστησεν, ἀξιοῦντα στεῖλαί οἶ ἄρτον ἔνα καὶ κιθάραν καὶ σπόγγον. καὶ ὃς συνιδεῖν οὐκ ἔχων ὅτου χάριν αἰτοῦνται παρὰ τοῦ Γελίμερος τὰ αἰτούμενα,
[*](D) τὸν τῆς γραφὴς ἠρώτησε κομιστήν· ὁ δὲ τὸν μὲν ἄρτον εἶπεν αἰτεῖν ἐπιθυμῶν τοῦτον ἰδεῖν, ἐπεὶ μὴ εἶδεν ἐξότου τῆς Καρχηδόνος ἐκπέπτωκε, τῶν βαρβάρων, παρ’ οἶς ἦν, κακοβίων ὄντων, τὸν δὲ σπόγγον, ἵνα τούτῳ τῶν ὀμμάτων ἐκμάσσῃ τὰ δάκρυα, τὴν δὲ κιθάραν, ἔνα ταύτῃ τὰς οἰκείας συμφορὰς ἀποκλαύσηται. ἑαυτὸν δὲ ὅμως παραδοὺς τοῖς πο- Προκόπιος] In bello Vandalico.
278
λιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερβολήν. ἦν δ᾿ ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος
[*](A) γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε, καὶ γέλωτος ἄξια κεκρικὼς τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλαττε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος δὲ καὶ αὐτή, καὶ τὰ μέχρι Γαδείρων ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένῃς ἁμίλλης ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προκαθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει
[*](B) μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ᾿ αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ᾿ ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονειῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ᾿ ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ᾿ ὅτι οὕτω νενόμισται προσκυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων
[*](C) αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βα-
279
σιλίσσῃ προσκύνησιν ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ
[*](C) δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ’ ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς τὸ Στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναικεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπικοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέξαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰργασμένα, τὰ δ’ ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεα τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι
[*](D) γυναικῶν διάλιθοί τε καὶ περιμάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παντοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο.
Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, [*](A) ταύτην τε καὶ πᾶσαν αὐτῷ τὴν Ἰταλίαν παραστησό μένος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδᾶτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδᾶτος, Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει [*](A) τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχών, πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως, καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ’ αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον
280
κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ’ αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ’ ἔτι τοῦ θείου
[*](B) Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ’ ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεύς, καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ, καὶ μεταβαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπα Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ’ ἧς καὶ χρήμασιν ὑπεφθάρησαν. πάντων δ’ ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε, καὶ ὁ Ἄνθιμος τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἒν ἀπολαύσας, αὐτοῦ τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώ-
[*](C) τατὸν πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ’ ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνὰς ὁ θεῖος τυχὼν ἣ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ, καὶ ἀναθέματι περιβάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασσέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ’ ἐν τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἕξ τὴν ἐκκλησίαν εὐσεβῶς
[*](D) ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν
281
ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ᾿ οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρημένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολλινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν προΰπαρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εὶς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα
[*](A) πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μοψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰουστινιανοῦ παρόντος ἐν τῇ συνόδῳ, καὶ συνευδοκοῦντος οἶς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν. ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδᾶτος ἐν Ῥαβέννῃ διάγων ἐτύγχανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων
[*](B) αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρατηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ, ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ᾿ ἐκεῖνον τετάχθαι δοκεῖν, διῃρέθη-
282
σαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ’ ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἴν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρουροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ
[*](C) τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύτησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο.
Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦτον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενέσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῶ. ὁ δὲ “οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ” ἔφη “βασιλεὺς αὐτὸς κληθῆναι ἀνέξομαι”, ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος [*](D) γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς βασιλείας ἐρῶν, καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον μένον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγοῦστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασιλείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκκλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν, ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρεθῆναι, καὶ [*](A) αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε με- [*](16 Προκόπιος] Gotth. 2, 30, p. 464, B.)
283
τεωρότερον καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ᾿ ἐκ διαλειμμάτων. δ’ ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ’ οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ’ ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ’ ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ
[*](B) τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ’ ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν. ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐκ Περσῶν ὠνούμενον δι’ ἐμπόρων παρὰ Ῥωμαίους τὸ τῆς μετάξης χρῆμα, οὐκ ᾔδεισαν μέντοι οὔθ’ ὅπως γίνοιτο οὔθ’ ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας
[*](C) ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον
[*](21, 23 Προκόπιος] Gotth. 3, 29, p. 533, D; 4, 17, p. 613, B.) 284
ᾠά, ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις καὶ μέταξαν εἰργάσαντο δι’ αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργά-
[*](D) ζοιτο μέταξα. ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ’ ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσλαβεῖν τὸν κύριον, ἀλλ’ ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ’ αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν
[*](A) πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, Α καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος, ἐτελεύτησε δ’ οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἴτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο.
Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς
285
ἅπαντα περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἀψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι σταυροειδῆ· καὶ τὸν ἐν τῷ Ὀρφανοτροφείῳ ναὸν
[*](B) τῶν κορυφαίων Ἀποστόλων πολυτελῶς ἐδομήσατο, καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου, καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης, καὶ τὸν τοῦ Παλατίου Χρυσοτρίκλινον, καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ’ ἕτερα. ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασίλεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι’ ἐκείνην καὶ ταῦτα καὶ τὸν τόπον κατονομάσας, ἐν οἷς καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε·
ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει[*](C)πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων,χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃτῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.ἄξιον, ὦ Ῥώμη μεγαλοκρατὲς, ἀντία σεῖοκάλλος ἀπ’ Εὐρώπης δέρκεται εἰς Ἀσίην. αὕτη ἡ βασιλὶς Σοφία ἀκριβωσαμένη πάντας τοὺς δανειστὰς καὶ ὅσα τινὲς αὐτοῖς ὤφειλον εἴτε δι᾿ ἐγγράφων ἢ καὶ δι’ ἐνεχύρων, κατέβαλε μὲν αὐτοῖς τὰ δάνεια οἴκοθεν, ἔλαβε δὲ τὰ ἐνέχυρα καὶ τὰ ἔγγραφα,
[*](D) καὶ τὰ μὲν ἐνέχυρα τοῖς δεσπόταις ἀπέδωκε, τὰ δ’ ἔγγραφα ἐξηφάνισε. νοσεροῦ δὲ τυχὼν σώματος ὁ βασιλεὺς οὗτος, καὶ διὰ τοῦτο μὴ συνεχῶς προιών, τοὺς ἀδικεῖν βουλομένους, ὡς μηδενὸς ὄντος τοῦ
[*](15 Ἀγαθίου] Μαριανοῦ Anth. Pal. 9, 657.) 286
ἐκδικοῦντος, ἀδεεστέρους ἐποίησε. καί ποτε προελθὼν ἠνωχλήθη παρὰ πολλῶν ὡς ἀδικουμένων. γέγονεν οὖν ἡ τῶν ἀδικουμένων ἐκδίκησις διὰ φροντίδος αὐτῷ. φροντίζοντι δὲ περὶ τούτου πρόσεισί τις ἐπαγγελλόμενος, εἰ ἔπαρχος γένοιτο καὶ κατὰ πάντων αὐτῷ ἐξουσία δοθείη δι’ ὡρισμένου καιροῦ, μήτινα εὑρεθῆναι τὸν ἀδικούμενον. ἡσθεὶς οὖν τῇ
[*](A) ὑποσχέσει ταύτῃ ὁ βασιλεὺς τὸν ἄνδρα ἐκεῖνον προεχειρίσατο ἔπαρχον. ὁ δὲ προκαθίσας, προσελθόντος αὐτῷ τινος καὶ αἰτιωμένου τῶν ἐπισημοτέρων συγκλητικῶν ἕνα, μετεκαλέσατο τὸν αἰτιώμενον· ἀλλ’ οὐκ ἀπήντησεν ἐκεῖνος. εἶτα καὶ δεύτερον ἔθετο μήνυμα πρὸς αὐτόν· ὁ δὲ καὶ τούτου καταφρονήσας εἰς τὸ βασιλικὸν ἀπῄει συμπόσιον· ἔτυχε γὰρ κεκλημένος πρὸς τοῦτο. ὡς δὲ τοῦτο ἔγνω ὁ ἔπαρχος, ἀπῆλθε κἀκεῖνος εἰς τὰ ἀνάκτορα, καὶ εὗρεν ἤδη συνιστάμενον τὸ συσσίτιον, καί φησι πρὸς τὸν βασιλέα “ὑπεσχόμην σοι, βασιλεῦ, διὰ τόσου καιροῦ μηδένα καταλιπεῖν ἀδικούμενον· τοῦτο δὲ πάντως μοι ἀνυσθήσεται, εἰ καὶ τὴν ἐκ τοῦ κράτους σου ἐπικου-
[*](B) ρίαν ἔχω καὶ τὴν ῥοπήν· εἰ δὲ μᾶλλον αὐτὸς τῶν ἀδικούντων ἀντιποιῇ καὶ φιλίως αὐτοῖς διακείμενος συνεστιωμένους ἔχεις, οὐδέν μοι ἔσται ἀνύσιμον· ἢ γοῦν μὴ μεταδίδου παρρησίας αὐτοῖς ἢ παῦσόν με τῆς ἀρχῆς. καὶ ὁ βασιλεύς, “εἰ αὐτὸς ἐγώ εἰμι” φησίν “ἀδικῶν, ἐξανάστησόν με ἐντεῦθεν.” αὐτίκα τοίνυν ὁ ἔπαρχος τὸν αἰτιώμενον ἐκεῖνον ἐκ τῆς πανδαισίας ἐξαναστήσας καὶ εἰς τὸ δικαστήριον καταστήσας καὶ τῷ κατ’ αὐτοῦ λέγοντι συνδικάσας αὐτόν, καὶ γνοὺς ἀδικοῦντα, ἐκεῖνον μὲν ἐκόλασε ταῖς εἰς σῶμα πληγαῖς, τῷ δὲ ἀδικουμένῳ ἐκ τῆς ἐκείνου ὑπάρξεως πολλαπλάσιον ἀποκατέστησε τὸ
287
ἀδίκημα. ὅθεν δείσαντες οἷς ἦν προαίρεσις πλεονεκτική, τοῦ ἀδικεῖν ἀνεστάλησαν, καὶ τοῖς ἠδικημένοις εἰς συμβάσεις ἐχώρησαν. αἶ δὲ πρὸς Πέρσας
[*](C) σπονδαὶ ἐπὶ τούτου τοῦ βασιλέως ἐλύθησαν· δασμὸν γὰρ ἐνιαύσιον λίτρας πεντακοσίας τῶν Ῥωμαίων διδόντων αὐτοῖς, ἵνα τὰ σφίσιν ἀγχίθυρα τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἀβλαβῆ φυλάσσωνται φρούρια, ὁ Ἰουστῖνος οὗτος ἐπονείδιστον εἶναι τὸ φορολογεῖσθαι παρὰ Περσῶν Ῥωμαίους λέγων, ἐπέσχε τὸ χρυσίον. διαπρεσβευσάμενος δὲ πρὸς Ἀρέθαν τὸν Αἰθιόπων βασιλέα ἔπεισεν αὐτὸν τὰ πλησιάζοντα τοῖς Αἰθίοψι τῆς τῶν Περσῶν ἐπικρατείας καταδραμεῖν καὶ ληίσασθαι· διὸ καὶ αὖθις μέσον Περσῶν καὶ Ῥωμαίων ἀνερρίπιστο πόλεμος. στρατηγὸν οὖν τῆς ἀνατολῆς ὁ βασιλεὺς τὸν πατρίκιον Μαρτῖνον προχειρισάμενος ἔπεμψε κατ’ αὐτῶν, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας
[*](D) λείας αὐτοῦ συνέστη πόλεμος, καὶ πολλοὶ μὲν ἀμφοτέρωθεν ἔπεσον, νικῶσι δ’ ὅμως Ῥωμαῖοι. ὁ δὲ τῶν Περσῶν κρατῶν Ὁρμίσδας Ἀρδαμάνην ἔπεμψε μετὰ βαρείας δυνάμεως τὰ ὑπὸ Ῥωμαίους ληίσασθαι· ὃς πολλὴν ἐπελθὼν χώραν Ῥωμαϊκὴν καὶ λείαν πλείστην ἐξ αὐτῆς ἡρπακώς, ἐπανῆλθε, τοῦ πατρικίου Μαρτίνου μὴ τολμήσαντος αὐτῷ ἀντεπεξελθεῖν. ἃ μαθὼν ὁ βασιλεὺς ἐν συμφορᾷ ἐποιήσατο, καὶ τὸν μὲν Μαρτῖνον τὴν στρατηγίαν ἀφείλετο, Ἀρχελάῳ δὲ αὐτὴν ἐνεπίστευσε, καὶ πρὸς Ὁρμίσδαν σπονδὰς ἔθετο αὖθις. ἐκ δὲ τῆς διὰ ταῦτα λύπης νόσῳ φρενίτιδι περιπέπτωκεν, ἤλγει δὲ καὶ
[*](A) τοὺς πόδας. ἀμοιρῶν μέντοι γονῆς οἰκείας, ἔφθη τὸν κόμητα τῶν ἐξκουβίτων Τιβέριον υἱοποιησάμενος καὶ Καίσαρα ἀνειπών. ἀνεθεὶς δὲ τῆς νόσου, προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον, θανόντος
288
γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπανήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν, συναθροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας, βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ᾿ ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεονεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν,
[*](B) τοῖς εὐποροῦσιν ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβουλεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἔτη τρισκαίδεκα.
Τῷ δ᾿ ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, [*](C) βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρείαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προυβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως, καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυ-
289
νάμεσιν ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν
[*](D) ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα. διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν, καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ’ ἔγνωσαν οἶ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἱ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα
[*](A) καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ’ ἄλλα τοῖς στρατιώταις εἰάθησαν. οἶ δὲ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Πέρσιδος ἐχώρησαν, καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηροκομεῖα, ἀνενεώσατο, καὶ τὸν Χρυσοτρίκλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ’ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δοριαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν·
[*](B) οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι’ ἐπαίνων τὸν βασιλέα πε-
290
ποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἔνα δι’ αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστάμενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδε-
[*](C) ράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος, τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφείλετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο, καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ’ ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε Γερμανῷ, καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ’ ὑπὸ τῆς νόσου κατείρ-
[*](D) γαστο ὡς μηδὲ δύνασθαι τοῖς συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε ἔστησε βούλημα. ὑποστρέψας δ’ ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας ὀκτώ.
Ὁ δέ· γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγράφετο δ’ ἐν τοῖς
291
συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χαγάνος δὲ ὁ τῶν Ἀβάρων ἀρχηγὸς τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέλων τὴν προσθήκην ταύτην
[*](A) ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδόν. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος, καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει δὲ καὶ τὸ Μάκρον καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν
[*](B) ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἱ καὶ μέχρι τοῦ Μακροῦ τείχους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προβαλόμενος, καὶ δι’ αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθὼν τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Πέρσιδι, ἤλασεν ἐκεῖθεν λείαν πολλήν, καὶ ἐπανελθὼν τῇ τῶν Μηδῶν χώρᾳ προσέβαλε, καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆκεν εἰς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν ὁρίοις ὁμοίως
[*](C) εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παρα-
292
γίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστράτευσε, καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἶ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν τινος ἀντεῖχον οἱ βάρβαροι ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο, καὶ πολλοὶ τῶν ἵππων
[*](D) πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν, καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἶ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προχειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέγονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμ-
[*](A) ματα εἰς ἐπήκοον ἀναγνωσθῆναι πεποίηκε καὶ αὐτὸς
[*](2 Ad haec C. B. Hasius ascripsit: „In cod. graeco Vaticano 152 de istius filii nativitate haec Anonymi narrantur fol. 141 recto, nescio an et aliunde nota: Κωνσταντίνα ἡ γαμετὴ Μαυρικίου ἐγέννησεν υἱόν, ὃν ὁ Μαυρίκιος ἐπωνόμασε Θεοδόσιον, ὡς πρωτότοκον αὐτοῦ υἱόν. τῶν οὖν βενέτων κραζόντων Ἰουστινιανὸν καλεῖσθαι οἱ πράσινοι ἔκραζον Θεοδόσιον αὐτὸν καλεῖσθαι διὰ τὸ Θεοδόσιον τὸν βασιλέα ὀρθόδοξον γενέσθαι, καὶ πολλὰ ἔτη ζῆσαι· ἤρξαντο [in apogr. Haasii ἤξαντο] οὖν οἱ βένετοι λέγειν οὕτως· ΤΑ ΔΩΡΗΘΕΝΤΑ ΕΤΗ ΤΩι ἸΟΥΧΤΙΝΙΑΝΩΙ ὁ θεὸς ΠΑΡΑΣΧΗι ΣΟΙ ΕΝ ὅτι εἰσιν ABBREV ἔτη καὶ πλείω. Eadem leguntur cod. Vat. 977 fol. 184 verso.“) 293
αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος, καὶ διὰ τούτων ἀντᾶραι χεῖρας ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ’ ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ’ αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὅν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα, καὶ οὕτω καθείρχθη.
[*](B) ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός. καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῶ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησε. ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ’ αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι, ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ’ αὐτοῦ
[*](C) στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει, καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τό στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ
294
δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόη καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ’ ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους
[*](D) ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων εἰς τύπον σταυροῦ, καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν. οἱ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ’ αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσα- το. ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ’ ἄλλον
[*](A) ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς κατὰ τοὺς ἀστέρας κινήσεως, κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι “εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν
295
τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, εἰς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν.
[*](B) μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε.·’ τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα, κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε, καὶ αὐτὸς ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν τῇ
[*](C) Θράκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπω τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ’ αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς
[*](D) οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δοριαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί
296
τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνούς, καὶ δείσας περὶ τοῖς οἰκείοις, σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις, καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ᾿ ὀνόματι τῆς Θεοτόκου, καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν᾿ ἐν αὐτῷ τὸν Μαυρέκιον ὑποδέχοιτο.
Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωἀννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀιδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον [*](A) ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ᾿ οὗ ὁ τῆς ὑπεραγίας θεοναός, ὃς τῆς διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος ὁ τοῦ Μαυρικίου ὁμαίμων τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγοῦστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑετίοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ μὲν ἐκράτει, ἐνίοτε δ᾿ ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς [*](B) καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρα-
297
σκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ᾿ ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθείς, ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ
[*](C) μόνον οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβαρῶν πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμααἰχμαλώτους, ἓν ἐφ᾿ ἑκάστῳ διδόντι νόμισμα. ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας, ἥττητο γὰρ χρημάτων, τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε, καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ
[*](D) στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς, καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀπέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ᾿ αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος, καί τινας εὑρηκώς, ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαν-
298
τος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος, ἱκέτευε τὸν θεὸν ἐν τῆ̣ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι, καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν. θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φῖ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι’ ἐποψίας ὁ ἄνθρωπος, καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν, ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ
[*](B) Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ’ ὄναρ, ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ’ ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι, καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ “ἐνταῦθα” φάναι, “φιλάνθρωπε δέσποτα”. καὶ ἀκοῦσαι φωνῆς λεγούσης “παράδοτε γοῦν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ”. διυπνισθεὶς τοίνυν ἐκ τῆς ἀγωνίας ὁ βασιλεύς, καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος, πρῶτα μὲν συγγνώμην
[*](C) ᾔτει, ὡς μάτην ὑπονοῶν κατ’ αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο, καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, “ ὅς σοι καὶ ἰταμώτερον διελέγετο”. καὶ ὁ βασιλεὺς οἶός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ
299
Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο “εἰ δειλὸς καὶ φονεύς”, καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεύς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς
[*](D) τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε, καὶ αὐτίκα βασιλεὺς παρ’ αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ’ ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθών, ἔφυγε, καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στασιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων, καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἔνα ἀπομνημονεύσας ἃς ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ’ ἐγνώσθη τῷ πλήθει
[*](A) ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν.