Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέωςσιλέως Μαρκιανοῦ, ὁ Διόσκόρος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Αλε-

248
ξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος. τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου [*](C) δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τῶν τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους “ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ’ αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ’ ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ’ [*](D) ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πὰν εὐφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν”. ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ’ ἀμφοῖν τοῖν μεροῖν. τὸ δ’ ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχον- [*](A) ται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος, τῶν θαυμασίων σου, κύριε, εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ
249
κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἶ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος ὑπ’ αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ’ ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ’ ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὁνωρίου, [*](B) οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς, τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἶς τῶν ἐν τῇ Ῥώμᾐ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει, καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται, καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου θανόντος [*](C) καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοὶ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης, καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιξέριχος ἀπόνως τῆς Ῥώμης
250
κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν [*](D) θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὁνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ, ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμβιώσασα ἔτη ἑκκαίδεκα, καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ’ ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐ- [*](A) τῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἕξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσιν, νοσήσας, ὡς δ’ ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐ χ’ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ’ ἕτεροι, παρὰ τοῦ δήμου τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς
251
λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον B εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυβρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.

Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ’ αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη “βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών”· καὶ ὃς ἀνθυπήνεγκεν “ἀλλ᾿ οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον.” μέχρι δὲ τέλους ἀντέχειν μὴ οἶός τε ὤν, εἴκων ἀνάγκῃ [*](C) Καίσαρα ποιεῖ ἀπὸ πατρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβόμενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθοδόξους ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν [*](D) πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καίσαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπιβουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινε. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ’ ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ,

252
τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγομένῳ δ’ εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος “ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἰ καταστάσει”; ὁ δὲ ὁρῶ εἶπεν καὶ οὐ ξε- [*](A) νίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περιπέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί.” τούτων ἀκούσας ὁ δῆμος, τὸν μὲν βασιλέα εὐφήμησε, τὸν δ’ Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη. οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Bηρίναν, ἐξ ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ. ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ρώμῃ φρικωδέστατος ἐμπρησμός, ὃς ἀπὸ ἴως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως [*](B) τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ καλυβίτου, πρὸς δὲ νότον ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσε. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον παρακαλῶν ὁμοίως ποιεῖν, ἔνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ’ ἡμερῶν τετρακτύν, καὶ κατέκαυσε πρὸς τοῖς ἄλλοις τόν τε ἐν [*](C) τῷ Σενάτῳ καλουμένῳ μέγιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο,
253
καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνελάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλούμενον Νύμφαιον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρηθέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους, χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας τῶν λαμπροτέρων πολλάς. τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρότατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν καταπεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι [*](D) πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα τὸν βασιλέα τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα. οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστίκιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ’ ἐκείνου τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον στόλου ἀπέβαλε, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς διαθεῖναι τὸν πόλεμον, ὡς δ’ ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πολέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, [*](A) καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, A κἀντεῦθεν θάρσος μὲν ἐνεικέναι τοῖς ἐναντίοις, τῶν δ’ οἰκείων καταβαλεῖν τὰ φρονήματα, καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ’ ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν. τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος,
254
ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδαβούριον παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος [*](B) τὸν θυγατριδοῦν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ᾿ ἐκείνους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται. ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεοτόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι’ ἣν καὶ ὁ ναὸς Ἀγία σορὸς κατωνόμασται. τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ’ ἔτη τῆς ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν [*](C) ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος. καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασιλείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέλαμπε δ’ ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι ὥσπερ ὁ ἥλιος οἶς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἶς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς ἀξιοῦν.

Καταλειφθεὶς οὖν ὁ μικρὸς Δέων νηπιάζων ἔτι, ἐφ’ ἔνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ

255
ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. ἦν δὲ ὁ Ζήνων [*](D) ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς. καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ’ ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος, φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς.

Καὶ ὁ Βασιλίσκος ἐν τῷ κάμπῳ ἀναγορεύεται βασιλεύς, καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν [*](A) ἔστεψε, καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν, καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας μεμίσητο. ἔπεμψε δὲ [*](B) κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τροκοῦνδον· οἱ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς

256
τὰς ὑποσχέσεις πεποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ’ ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπανῄεσαν. ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν, καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ [*](C) Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλισκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πενθερὰν τὴν βασιλίδα Βηρίναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ’ ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο. οὑ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινου- [*](D) πόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατείων ἀρξάμενος καὶ πάντα τὰ προσεχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ’ ἣν καὶ βιβλιοθήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μήκους ὄν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ
257
Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαίαν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα ἀγάλματα τῆς τε Σαμίας Ἥρας [*](A) καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε. Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἀρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν, αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ’ ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ’ εἰς ἐμὲ πάντως φυλάξει αὐτήν. τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα [*](B) λογιώτατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγκαλῶν, τῇ δ’ ἀληθείᾳ τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε, καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἶ μὲν γὰρ γαστριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστασθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον ὢ δὲ καὶ ὑπ’ αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἴνωθέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν [*](C) βασιλικῶν ἐντεθῆναι παρ’ ἐκείνης, καὶ αὐτίκα τὸν
258
ἐπιπωματίζοντα ταύτην μέγιστον λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλοφύρεσθαι ἔνδοθεν, μήτινος δ’ ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν, καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ, καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχωρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιήσασθαι.

[*](2)[*](D)

Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα τότε δυναμένοῦ, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δίκορος δ᾿ ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ὰλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῆ μὲν γὰρ ἦν τὸ χρῶμα μελάντερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πατριάρχης Εὐφήμιος. μετὰ γὰρ Ἀκάκιον, κάκιστον [*](A) τοῖς ὀρθοδοξοῦσι γενόμενον, καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτά, καὶ θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκακίῳ καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος μετήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιοχείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρετι-

259
κοῦ. ἀντ’ ὲν ἔγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ρώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα [*](B) αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος, ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται, καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν.

ἦν δὲ ὁ τοῦ χρυσαργύρου δασμὸς τοιοῦτος· ἅπαντες καὶ προσαῖται καὶ πένητες καὶ [*](C) πᾶσα πόρνη καὶ ξύμπαντες ἀπελεύθεροι ἐν ἀγροῖς τε καὶ πόλεσι διατρίβοντες εἰσφέρειν ἠναγκάζοντο τῷ δημοσίῳ τέλος ἐτήσιον. καὶ ὑπὲρ ἵππων καὶ ἡμιόνων καὶ βοῶν ὄνων τε καὶ κυνῶν ἐπράττετο φορολόγημα, ὑπὲρ ἀνθρώπων μὲν ἑκάστου νόμισμα ἀργυροῦν, τὸ δ’ αὐτὸ καὶ ὑπὲρ ἵππου, ἡμιόνου τε καὶ βοός, ὑπὲρ ὄνου δὲ φόλλεις ἴξ, ὁμοίως δὲ καὶ ὑπὲρ κυνός. καὶ ἦν διὰ ταῦτα συντριβὴ τῶν ἀνθρώπων καὶ ὀδυρμὸς πανταχοῦ. ἀλλὰ ταύτην ἐκκόψας τὴν εἰσφορὰν ὁ βασιλεὺς Ἀναστάσιος καὶ αὐτὰς τὰς περὶ ταύτης ἀπογραφὰς ἐναντίον τοῦ δήμου κατέκαυσεν ἐν τῷ Ἱππικῷ· καὶ ἦν μὲν ἐν τούτοις φιλότιμος καὶ τὴν τῶν πολιτικῶν πραγμάτων [*](D)

260
διοίκησιν καλῶς μετερχόμενος. τὰς γὰρ πολιτικὰς ἀρχὰς ὠνίους παρεχομένας τὸ πρὶν ἐκεῖνος ἀμίσθους ἐδίδου. περὶ δὲ τὴν εἰς τὸ θεῖον δόξαν οὐκ ἀγαθὸς ἦν· ἀποκλίνας γὰρ εἰς τὴν τῶν Συγχυτικῶν αἵρεσιν τῶν μίαν φύσιν δοξαζόντων ἐπὶ τοῦ σωτῆρος μετὰ τὴν ἕνωσιν τῶν διττῶν φύσεων, πολλὰ τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε καὶ ἀδυσώπητος ἦν τοῖς τούτων προισταμένοις. τόν τε γὰρ πατριάρχην Εὐφήμιον ἐξώρισε, μὴ ·πειθόμενον ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρότερον μετὰ δόλου τὸ οἰκεῖον ἔγγραφον ἀφελόμενος, ἢ βίᾳ, ὡς ἕτεροι λέγουσι, καὶ τὸν μετ’ ἐκεῖνον Μακεδόνιον, ἱερὸν ἄνδρα, μὴ καταδεξάμενον συνθέσθαι αὐτῷ, εἰς Εὐχάϊτα ὑπερώρισε. μεθ’ ὃν ἀντεισήχθη Τιμόθεος ὁμόφρων τῷ βασιλεῖ. Λογγῖνος δὲ ὁ ἀδελφὸς Ζήνωνος, τυραννίδι ἐπιθέμενος, ἐχειρώθη παρὰ Ἀναστασίου, καὶ περιωρίσθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ πρεσβύτερος χειροτονηθεὶς ἔθανε. καὶ τοὺς Ἰσαύρους δὲ πολλοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων διατρίβοντας ταύτης ἐξήλασεν· οὓς προσλαβόμενος ὁ μάγιστρος Λογγῖνος, οὐχ ὁ τοῦ Ζήνωνος ἀδελφός, ἀλλ’ ἕτερος, καταστασιάζει, καὶ πολλὰ τῆς ἑῴας ἐληίσατο· κατεπολεμήθη δέ, καὶ οἶ μετ’ αὐτοῦ διεφθάρησαν βάρβαροι. τότε λέγεται καὶ Θευδέριχος ὁ τῆς Ἀφρικῆς ἡγεμών, Ἀρειανὸς ὤν διάκονόν τινα ὀρ- B θόδοξον αὐτῷ πάνυ ᾠκειωμένον καὶ διὰ θεραπείαν αὐτοῦ εἰς ἀρειανισμὸν μεταθέμενον ἀποκτεῖναι, εἰπὼν ὡς “ἐπεὶ τῷ θεῷ οὐκ ἐτήρησας πίστιν, μᾶλλον οὐ τηρήσεις ταύτην ἐμοί”. Ἀναστασίου δὲ τοῦ τῆς πρεσβυτέρας Ῥώμης πάπα θανόντος, καὶ τοῦ λαοῦ μερισθέντος, καὶ τῶν μὲν Λαυρέντιόν τινα ψηφισαμένων, τῶν ὀρθοδόξων δὲ σύμμαχον, κἀντεῦθεν πρὸς
261
ἀλλήλους στασιαζόντων, ὁ εἰρημένος Θευδέριχος, τῆς Ῥώμης τότε κρατῶν, ἀφίκετο πρὸς αὐτὴν καὶ σύνοδον ἀθροίσας τὸν μὲν Σύμμαχον ἐπίσκοπον τῆς Ρώμης εἷναι ἐκύρωσεν, ἀπήλασε δὲ τὸν Λαυρέντιον. κατὰ τούτους τοὺς χρόνους ἱστορεῖται τὸ τῶν Βουλγάρων ἔθνος τὸ Ἰλλυρικὸν καὶ τὴν Θρᾴκην καταδραμεῖν, [*](C) μήπω πρὶν γινωσκόμενον. τῶν δέ Ἀγαρηνῶν τὴν ἑῴαν ληιζομένων, σπονδὰς πρὸς αὐτοὺς ἐποιήσατο Ἀναστάσιος. τοῦ μέντοι Θρᾳκὸς Βιταλιανοῦ τυραννίδι ἐπικεχειρηκότος, Μυσούς τε καὶ Σκύθας προσεταιρισαμένου, καὶ ἅμα τούτοις τὰ περὶ τὴν βασιλίδα ληιζομένου τῶν πόλεων, ἀλλὰ μὴν καἰ στόλῳ κατ’ αὐτῆς ἐπελθόντος, ἀντικατέστη τούτῳ διὰ Μαριανοῦ τοῦ ὑπάρχου ὁ Ἀναστάσιος, καὶ ναυμαχίας γενομένης ἔκ τινος μηχανῆς παρὰ Πρόκλου τοῦ πάνυ γεγενημένης, τότε γὰρ ἤνθει ἐπὶ φιλοσοφίᾳ καὶ ἐν τοῖς μηχανήμασι, τά τε τοῦ περιβοήτου ἐν τούτοις Ἀρχιμήδους ἅπαντα διελθὼν καὶ αὐτὸς [*](D) ἐκείνοις προσεξευρών, τὸ ναυτικὸν τῶν ἐναντίων κατεπολεμήθη. κάτοπτρα γὰρ ᾄδεται χαλκεῦσαι πυρφόρα ὁ Πρόκλος, καὶ ταῦτα ἐκ τοῦ τείχους τῶν πολεμίων νεῶν ἀπαιωρῆσαι κατέναντι, τούτοις δὲ τῶν τοῦ ἡλίου ἀκτίνων προσβαλουσῶν πῦρ ἐκεῖθεν ἐκκεραυνοῦσθαι καταφλέγον τὸν νηίτην τῶν ἐναντίων στρατόν, καὶ τὰς νῆας αὐτάς, ὃ πάλαι τὸν Ἀρχιμήδην ἐπινοῆσαι ὁ Δίων ἱστόρησε, τῶν Ῥωμαίων τότε πολιορκούντων Συράκουσαν. Ἀναστάσιος δὲ σπουδαστὴς τῆς Εὐτυχοῦς αἱρέσεως ὤν, ἐβουλήθη προσθεῖναι εἰς τὸ Τρισάγιον τὸ “ὁ σταυρωθεὶς δι᾿ ἡμᾶς”. ἔστειλεν οὖν διὰ τοῦτο εἰς τὴν ἐκκλησίαν τὸν [*](26 Δίων] V. fragm. 57, 45.)
262
λογοθέτην τε καὶ τὸν ἔπαρχον· οἱ ἐν τῷ ἄμβωνι ὡς [*](A) ἐπ’ ὀκρίβαντος στάντες διαγγέλλειν ἤρξαντο τὸ πρόσταγμα τὸ βασιλικόν. κινεῖται τοίνυν ὅσον τοῦ πλήθους ὀρθόδοξον, καὶ διασπάσαι τοὺς ἄνδρας ὡρμήκεσαν. ἀλλ’ οἱ μὲν μόλις τὴν δημοτικὴν μανίαν ἐξέφυγον, τὸ δέ γε πλῆθος εἰς θυμὸν ἐκκαυθὲν κατὰ τῶν οἰκιῶν ἐπῆλθον τῶν εἰρημένων ἀνδρῶν. καὶ τὰς μὲν καθῃρήκασι, τὰ δ’ ἐν αὐταῖς διηρπάδασι καὶ πολλοὺς ἀνεῖλον, καὶ εἰς τὸν βασιλέα ἐξύβριζον, τὸν δὲ Βιταλιανὸν ὡς βασιλέα εὐφήμουν, καὶ πολλοὺς οἴκους ἐνέπρησαν καὶ πλείστους ἐφόνευσαν, καί τινα μοναχὸν πλησίον ὄντα τῆς παρὰ τοῦ Ἀναστασίου κτισθείσης κινστέρνης τῆς Μωκισίας καλουμένης, καὶ διὰ τιμῆς τῷ βασιλεῖ τούτῳ ἀγόμενον, κτείναντες, ἀλλὰ μὴν καί τινα μονάζουσαν ἐγκεκλει- [*](B) σμένην ἐγγὺς τῆς πόρτης τῆς Ξυλοκέρκου ἀνελόντες, ὡς πίστιν καὶ εἰς αὐτὴν κεκτημένου τοῦ βασιλέως, καὶ συνδήσαντες ἄμφω τὰ σώματα ἔσυραν, εἶτα κατέκαυσαν.

Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως Ἀλαμούνδαρος δαρὸς ὁ τῶν Ἀγαρηνῶν φύλαρχος κατηχηθεὶς παρὰ ὀρθοδόξων ἐπίστευσέ τε καὶ ἐβαπτίσατο. πρὸς ὃν ὁ Σευῆρος ἐπισκόπους ἔστειλε δύο, σπεύδων εἰς τὴν ἰδίαν αἵρεσιν ἑλκύσαι αὐτόν. τῶν γοῦν ἐπισκόπων διδασκόντων αὐτὸν εἰς μίαν φύσιν τὰς δύο τοῦ Χριστοῦ συγχυθῆναι φύσεις, κἀντεῦθεν συναγομένου τοῦ συμπαθεῖν τῇ σαρκὶ τοῦ κυρίου καὶ τὴν θεότητα, ἐκεῖνος ἐλέγξαι θέλων αὐτοὺς ἄτοπα λέγον- [*](C) τας καὶ διδάσκοντας ἄπιστα, παρεσκεύασέ τινα τῶν οἰκείων παρόντων τῶν ἀνιέρων ἐπισκόπων ἐκείνων πρὸς οὖς τι αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ποιήσαντος τὸ ἐπιταχθὲν ὁ Ἀλαμούνδαρος ἐσκυθρώπασε καὶ

263
λυπεῖσθαι ὑπεκρίθη. ἐρομένων δὲ τῶν ἐπισκόπων ὅτου χάριν συγκέχυται καὶ τί ἂν εἴη τὸ ἀγγελθέν, ἐκεῖνος ἔφη ἀγγελθῆναι αὐτῷ τὸν ἀρχάγγελον θανεῖν Μιχαὴλ. τῶν δὲ ψευδῆ τὴν ἀγγελίαν διατεινομένων τυγχάνειν, ἀδύνατον γὰρ εἶναι θανεῖν τὸν ἀρχάγγελον, ὑπολαβὼν ὁ φύλαρχος εἶπεν “εἰ οὖν ἄγγελος οὐ θνήσκει, πῶς καθ’ ὑμᾶς ἡ θεότης ἔπαθέ τε καὶ ἔθανε τῇ σαρκὶ συγκραθεῖσα καὶ εἰς μίαν φύσιν ἀποτελεσθεῖσα;” τούτοις οἶ ἐπίσκοποι ἐκεῖνον [*](D) μὲν ἐθαύμασαν τῆς συνέσεως· αὐτοὶ δ’ ἀπογνόντες ὡς οὐκ ἄν ποτε μετενεγκεῖν αὐτὸν δυνηθεῖεν εἰς τὶν δόξαν αὐτῶν, ὑπεχώρησαν. τῶν δὲ Βουλγάρων αὖθις τὸ Ἰλλυρικὸν καταδραμόντων ἀντετάξαντο τούτοις τινὲς τῶν Ῥωμαίων ταξιάρχων μετὰ τῶν ὑπ’ αὐτοὺς ταγμάτων. ἐκείνων δὲ ἐπῳδαῖς χρησαμένων καὶ γοητείαις, ἡττήθησαν αἰσχρῶς οἱ Ῥωμαῖοι, καὶ πλὴν ὀλίγων ἅπαντες διεφθάρησαν. ὧν τὴν φθορὰν κομήτης ἀστὴρ προεμήνυσε καὶ κόρακες πορευομένων αὐτῶν ὑπεριπτάμενοί τε καὶ προηγούμενοι καὶ οἱ σαλπιγκταὶ ἀντὶ ἐνυαλίου ἠχῆς περιπαθές τι καὶ θρηνῶδες ἠχήσαντες. τοῦ δ’ ἄνωθεν ῥηθέντος Τιμοθέου πολλὰ τοῖς ὀρθοδόξοις ἐνδειξαμένου κακὰ [*](A) καὶ τελευτήσαντος Ἰωάννης ὁ Καππαδόκης τῆς ἐκκλησίας ἐνεχειρίσθη τὴν προστασίαν, ἔτη δύο ταύτης προστάς. τέθνηκε δὲ καὶ ἡ βασιλὶς Ἀριάδνη. λέγεται δὲ ἐν τοῖς χρόνοις τῆς βασιλείας Ἀναστασίου ἄγαλμα τῆς Τύχης τῆς πόλεως ἐν εἴδει γυναικὸς ἐκ χαλκοῦ πεποιημένον, θάτερον τῶν ποδῶν ἐντὸς νηὸς ἐχούσης πρὸ αὐτῆς ἑστώσης καὶ ὁμοίας ὕλης ἐξειργασμένης, ἵστασθαί που τῆς πόλεως. τούτου δῆτα τοῦ τῆς νηὸς εἰκονίσματος ἢ τῷ χρόνῳ μογήσαντος ἢ ἐξ ἐπιβουλῆς μέρη τινὰ θραυσθέντα ἀφῄρηντο. οὐκέτι
264
γοῦν φορτηγοὶ νῆες προσώρμουν εἰς τὸ Βυζάντιον, ἀλλὰ πλησίον ἰοῦσαι βίαις πνευμάτων ἀνείργοντο, καὶ εἰ μὴ νῆες μακραὶ καὶ πολλοῖς ἐρέταις κινούμεναι [*](B) τοὺς φόρτους ἐκείνων εἰς τὴν πόλιν ἐκόμιζον, τάχ᾿ ἂν λιμῷ οἱ ἐν αὐτῇ κατηνάλωντο. τοῦτο ἐπὶ καιρὸν κρατῆσαν τοῖς τῶν κοινῶν φροντισταῖς διὰ φροντίδος ἐγένετο. ὑπετοπάσθη τοίνυν παρά του τὸ αἴτιον, καὶ προσήγγελτο τοῖς οἷς ἡ τῶν τῆς πόλεως ἀνεῖτο φροντίς· καὶ τὰ θραύσματα τῆς νηὸς ἐκείνης ζητηθέντα εὑρέθησαν, καὶ ταύτῃ ἀποκατέστησάν τε καὶ συνηρμόσθησαν, καὶ ὁ πλοῦς ἦν τοῖς πλοίοις ἀκώλυτος καὶ μεστὴ τούτων εἰσπλεόντων ἡ θάλασσα. ἵνα δὲ γνοῖεν εἰ τοῦτο τοῦ τῶν πλοίων εἴσπλου κώλυμα ἦν, ἀφῄρηντο αὖθις τὰ μέρη τῆς νηὸς ἐκείνης· καὶ ὅσαι τῶν νεῶν ἔτι ἦσαν εἰσπλέουσαι, [*](C) πνεύματος αὖθις βίᾳ γεγόνασιν ὀπισθόρμητοι. ἐντεῦθεν ἐβεβαιώθησαν ἐκ τοῦ θραυσθῆναι τὴν χαλκῆν νῆα ἐκείνην τὴν κωλύμην γίνεσθαι τοῦ εἰς τὴν πόλιν εἴσπλου τῶν πλοίων τῶν φορτηγῶν, καὶ τὴν ναῦν ἐκείνην ἐπιμελείας ἀξιώσαντες ἀνεκαίνισαν. πρὸ μικροῦ δὲ τῆς τελευτῆς αὐτοῦ Ἀναστάσιος, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλούς, σὺν οἷς καὶ Ἰουστῖνον καὶ Ἰουστινιανόν, καὶ ἦν γνώμης ἀπολἐσαι αὐτούς· ἐκωλύθη δὲ κατ᾿ ὄναρ φοβεροῦ τινος ἀνδρὸς δόξαντος παραστῆναι αὐτῷ καὶ εἰπεῖν “Ἰουστίνῳ καὶ Ἰουστινιανῷ μηδὲν ἐργάσῃ κακόν· μέλλει γὰρ ἕκαστος αὐτῶν ὑπουργῆσαι τῷ θεῷ ἐν καιροῖς ἰδίοις”. ὅθεν ἀφῆκεν αὐτοῖς τὸ τῆς καθοσιώσεως [*](D) ἔγκλημα. καὶ αὖθις δὲ ὄναρ ἰδεῖν λέγεται ὁ βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ φοβερὸν τόμον κατέχοντα καὶ λέγοντα πρὸς αὐτόν “ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη τεσσα-
265
ρεσκαίδεκα.” ἔχων δὲ κεχρησμοδοτημένον ὁ Ἀναστιάσιος ὅτι ἐκ κεραυνοῦ θανεῖται, τὸ λεγόμενον Θολωτὸν ἐδομήσατο, καὶ ἐν αὐτῷ διῆγεν, ἀλλ᾿ οὐδέν τι τούτου ἀπώνατο. βροντῶν γάρ ποτε καταρρηγνυμένων φρικωδεστάτων καὶ ἀστραπῶν ἐκτριβομένων ἐκεῖθεν πολλῶν, ἐκεῖνος δειμαίνων εἰς δίαιταν ἐκ διαίτης μετέβαινε καὶ ἐκ θαλάμου εἰς θάλαμον ὑπεδύετο. καὶ οὕτως έν ἑνὶ τῶν βασιλικῶν κοιτώνων εὑρέθη κείμενος τεθνεώς, ζήσας μὲν ἔτη ὀγδοήκοντα καὶ ὀκτώ, βασιλεύσας δ᾿ ἐξ αὐτῶν εἴκοσι καὶ ἑπτὰ ἐπὶ μησὶ τρισίν. ἐν τοῖς χρόνοις τούτοις γέγονε σεισμὸς φοβερώτατος, καὶ ἐν μὲν τῷ Βυζαντίῳ ἐν [*](A) διαφόροις τόποις συμπτώματα συμβεβήκασιν· ἡ μεγάλη δὲ Ἀντιόχεια σχεδὸν ἅπασα κατεπτώθη, καὶ οἱ ταύτης οἰκήτορες τοῖς συμπτώμασι κατεχώσθησαν. οὗτος ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος οὕτω λεγόμενον καὶ ἀπὸ τῆς μεγάλης θαλάσσης διῆκον ἄχρι τῆς Σηλυβρίας διὰ τὰς ἐφόδους τῶν τε Μυσῶν ἤγουν Βουλγάρων καὶ τῶν Σκυθῶν. ἔστησε δὲ καὶ στήλην οἰκείαν ἐν τῷ τοῦ Ταύρου κίονι ἐκ χαλκοῦ, τῆς πρῴην ἐν αὐτῷ ἱσταμένης πεσούσης, ἣ τοῦ μεγάλου Θεοδοσίου ἐτύγχανε. καὶ ὁ μὲν ὧδε βασιλεύσας ὧδε κατέλυσε τὴν ζωήν.

Ἀνερρήθη δὲ βασιλεὺς Ἰουστῖνος ὁ Θρᾷξ, γονέων μὲν ἐκφὺς ἀσήμων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἤ βουκόλος τυγχάνων καὶ συφορβός· [*](B) εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενόμενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτεθείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν τινα οἰκεῖον ὄντα αὐτῷ βασι-

266
λεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρέσχε διανέμειν τοῖς στρατιώταις, ἵν᾿ ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύσατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος [*](C) δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀνδρέᾳ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάντιος, ὅτε ὁ Ἀναστάσιος καθ’ ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀνάλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομήσατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλούμενος. ὀρθοδοξότατος δ’ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν Χαλκηδόνι πάντας σέβεσθαι [*](D) σύνοδον καὶ τοὺς αὐτὴν συστησαμένους ἑξακοσίους τριάκοντα ἁγίους πατέρας, τοῖς ἱεροῖς ἐγγραφῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ’ ἔχων Λουπικίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐφημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ Ἀναστασίου, πάνυ ᾠκείωτο, καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε, καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ’ ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέδρα εἰς Αἴγυπτον μεθ’ ἑτέρων ὁμογνωμόνων, καὶ ταύτην ἐτάραξαν, τὸν [*](A) περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν
267
Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν. ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνατολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦ ντές τές φασι, καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων, μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτ᾿ ἐπανέστη κατὰ Ἀναστασίου. οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστινιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευμάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου [*](B) άννου δὲ τοῦ Καππαδόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κεχειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννης τοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας. ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς Ἰου στῖνος πρὸς τὸν ῥῆγα τῶν οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιταξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν [*](C) στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔννοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμαχίας ποιησαμένοις, καὶ χρήματα λαβοῦσι πολλά, καὶ βουλομένοις προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐ-
268
τίκα τὸν μὲν ἀνεῖλεν, καὶ τοὺς οὕννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες ἐσώθησαν. τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπίτροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμ- [*](D) πανε βασιλείαν, τοὺς πρεσβυτέρους παραβλεπόμενος. ὁ δὲ βασιλεὺς τὴν ἐπιτροπὴν παρῃτήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περσῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπείκοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τύγ’ χανόντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν ἐπίσκοπον καὶ τὰς βίβλους [*](A) κατέκαυσεν, ὅτι ἔνα τῶν υἱῶν αὐτοῦ τὴν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρεσκεύασαν. ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάζαρβα, τῆς δευτέρας Κιλικίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ Ἔδεσσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατεκλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκίρτου, καὶ τούς τε τῆς πόλεως οἴκους καταβαλόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὑς δὲ καταποντίσαντος. μεθ’ ἡμέρας δὲ τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγκεκολαμμένοις λέγουσα ταῦτα, Σκίρτος ποταμὸς
269
σκιρτήσει κακὰ σκιρτήματα πολίταις. καὶ τῆς Πομπηιουπόλεως [*](B) τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγένετο γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ’ εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα, τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα. Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον [*](C) Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πάσα διοίκησις. καί ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοινωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουργίδος ἁψάμενος δι’ εὐχῆς ὑμῖν ἤτω, φησί, μὴ νεώτερον ταύτην περιβαλέσθαι. καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ’ αὖθις μετ’ οὐ πολὺ ψήφισμα ἔθεντο τὴν τοῦ νωβελισσίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμμασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δέ οἶ γενομένου περὶ τὴν κνήμην κλινήρης ἦν. ὡς δ’ ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμφίβολον ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν [*](D) πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς
270
ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα, καὶ μετ’ ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη ἐννέα ἐφ’ ἡμέραις εἴκοσιν.

Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαν- [*](A) τος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ’ εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπταμένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν, ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν’ αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος ἐξελέγετο ταῦτα ἐκ τρόπων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει [*](B) τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἤ πρὸς ἐξουσίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἐδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς

271
ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαριθμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς. κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος ὤφθη φαῦσις κομήτου, ὅς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς , ὅς ἐφ᾿ ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ κάλλος αὐτῆς καὶ τὴν ἀγλαΐαν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι᾿ ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω [*](D) τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιούμενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρβάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ᾿ ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λεγόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχομένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ [*](A) μάχεσθαι· ἀλλ᾿ οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ᾿ ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες, εἰς ἀπόνοιαν ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ
272
γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες, καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ [*](B) πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ᾿ ἀνδρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγαθήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ, ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκόστεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματίζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ [*](C) τῇ βασιλείᾳ περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετεστέλλετο. τὸ δ᾿ οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γένωνται παρανάλωμα. ἐντεῦθεν εἰς τὴν Ἀγορὰν διαθέοντες, ἴτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες [*](D) Ὑπάτιον, πῇ μὲν ἄκοντα, πῇ δέ γε πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλ-
273
λητήριον καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων, ἴσχυσαν οἶ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρήσαι κατ’ ἀλλήλων αὐτοὺς πεποιήκασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται, καὶ οἶ βάρβαροι [*](A) ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιάσαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἶ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ’ ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰκάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνον ἐδημεύθησαν αἶ οὐσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν. ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλησίας [*](B) καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ ἑξακισχιλιοστὸν τεσσαρακοστὸν ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί. οὐ μόνον δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν
274
ἑκάστη τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογικῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε, καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς [*](C) κατεκράτησε. κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ καθίδρυται, τετελείωται, ἐφ’ οὗπερ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἔστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου γύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι’ οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, καταλέλυκε, πολλῆς ἐν ταῖς [*](D) οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος. καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνεπτώθη τῆς Κυζίκου τὸ ἥμισυ. ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων, ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ’ ἐκέλεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ’ ἔν ἁ ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προσένειμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνεζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀνεπισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι.

275