Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Τοῦ δ’ Ἀντωνίνου διαφθαρέντος, ὃν καὶ Καράκαλλον ἐκάλουν, ὡς εἴρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαυρὸς τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτῶν [*](D) ὅθεν κατὰ τὸ τῶν Μαύρων ἔθος τῶν ὤτων τὸ ἴτερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ὃς καὶ ἔπαρχος γεγονὼς ἄριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς ἔπραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ὃ τὸ μἐγιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι.
Ἰουλία δὲ ἡ μήτηρ τοῦ Ἀντωνίνου ἐν Ἀντιοχείᾳ διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ὥρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους εἶχεν, ἐφιλοψύχησεν. εἶτα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ’ ἐκείνης ἀκούσαντος καὶ [*](Cap. l3. Dionis Histοriae Romanae 1. 78, c. 9–41.)
Τοῦ δ’ Ἀρταβάνου δυνάμεσι μεγάλαις φερομένου κατὰ Ῥωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν οὖν πρὸς Ἀρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς Ῥωμαίοις ἐμφύλιος ἕτερος. Εὐτυχιανὸς γάρ τις τῶν Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ὅτι μὴ ἄπλετα ὡς ὁ Ἀντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, [*](B) ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἔνα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οἱ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀντιοχείας ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυστάντας [*](C) αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἔνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐ- τοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο· καὶ μετ’
Ἄβιτος δὲ ὁ ψευδαντωνῖνος ἢ Ἀσσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν Ῥώμην ἐλθὼν ἔν τι χρηστοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ ἔργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν. ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τ’ ἑ δορυφόρων ἦρξε καὶ μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομένοις [*](B) παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε [*](16 ἱκάνει] ὀπάζει Hom. Il. Θ, 103.) [*](Cap. 14. Dionis Historiae Romanae l. 79, c. 1 — 21. Eusebii Historiae ecclesiasticae l. 6, c. 21.)
Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἶ δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπει- ρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο. ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε.
Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ἔτεσιν ὀκτωκαίδεκα· μεθ’ ὃν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται.
[*](B)Τοῦ δὲ ψευδαντωνίνου ἀναιρεθέντος Ἀλέξαν- [*](Cap. 15. Dionis Historiae Romanae l. 80, cuius nonnisi laciniae supersunt. Quae Sequuntur, ex eo libro petita videntur cuius particulas inscriptas μετὰ Δίωνα ἐκλογαὶ ἴως Κωνσταντίνου edidit A. Maius Script. Vet. novae coll. vol. 2, p. 234: auctorem Niebuhrius suspicatus est fuisse Petrum Magistrum (Corp. Byz. part. 1, praef. p. ΧΧIV [v. praef. ad Dion. Cass. vol. 5, p. V]). Non pauca is auctor ex Herodiano videtur hausisse. Eusebii Historiae ecclesiasticae 1. 6, c. 29 — 22.)
Ἥττων δ’ οὖσα χρημάτων ἡ Ἀλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, ἣν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, [*](D) ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’
Ἀρταξέρξης μέντοι ὁ Πέρσης, ὃς ἐξ ἀφανῶν καὶ ἀδόξων ἦν, τὴν τῶν Παρθῶν βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρθυαῖς τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτά- βανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μηδῶν μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ [*](B) βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξανδρον, οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἱ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ Ἀλεξάνδρῳ “κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης”
Μαμαία δὲ ἡ Ἀλεξάνδρου μήτηρ ἀρετῆς ἦν ἀντιποιουμένη καὶ βίου σεμνοῦ. ἣ ἐν Ἀντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ Ὠριγένους πυθομένη, 11 μετεπέμψατο ἐξ Ἀλεξανδρείας αὐτόν· καὶ ὑπ’ αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσεβιος ἱστορεῖ καὶ ἄλλοι δέ τινες [*](B) τῶν συγγραφέων φασίν. ὅθεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν.
Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς Ῥωμαίων πόπροεστατος καὶ Ἱππόλυτος ἤνθει, ἀνὴρ ἶερώἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ Ῥώμην πόρτου γενόμενος, ὃς καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ
Σαρδιανὸς Ἱεροσολύμων.
Καὶ ὁ μὲν Ἀλέξανδρος ἔτη Ῥωμαίων ἡγεμονεύσας C δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν [*](22 καὶ Σαρδιανὸς Ἱεροσολύμων] Haec per errorem addita videntur. Sardianum Geοrgius Syncellus (vοl. 1, p. 674 ed. Bοnn.) appellat quem Eusebius et zonaras (p. 611, D) Gοrdium. Gοrdianus est in Eusebii canοne armeniace edito a Maiο et Ζοhrabο p. 387.) [*](Cap. 16. Eusebii Histοriae ecclesiasticae 1. 6, c. 23 et 28, ac fοrtasse Dio cοntnuatus.)
Αὐταρχήσας δ’ οὗτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις. ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας
Ὁ δέ γ’ ἑ Μαξιμῖνος ταῦτα μαθὼν ὥρμησεν ἐπὶ Ἰταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ’ αὐτοῦ, ὁ γὰρ Ἀλβῖνος εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν έν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τόν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἐξήκοντα, ἀφ’ ὧν ἐβασίλευδεν ἴξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἶ δ’ ἐν τῇ Ῥώμᾐ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν,
ἴν εἴη πᾶσι περίοπτος.
[*](B)Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἶ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια- [*](Cap. 17. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 6, c. 23–31.)
Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μήνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἴε τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς εῖ, ὡς ἤδη μοι ἐρρήθη, [*](D) προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα νοσήσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· διαγασῇ καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί.
Οἶ’ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν.
Οἶ’ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, [*](B) ἐπὶ ἕξ ἐνιαυτοὺς αὐταρχήσαντα.
Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμᾐ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἕξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι) παρεἶναι [*](28 Εὐσέβιος] Hist. eccl. 6, 29.)
Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις δορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τ’ ἑ τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κᾶρας Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκέα καλοῦ μένον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, [*](Cap. 18 Fortasse Dio continuatus. ZONARAS III.)
Ἐπανελθὼν οὖν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν [*](C) βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συν- [*](Cap. 19. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 6, c. 34.)
Ἐπαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ἦν τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἶ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι [*](D) τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος ὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’ Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται.
Οὗτος δ’ ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς σοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντί- ζεῖν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ
Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ [*](C) τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἱ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προιστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν [*](Fontes capitis 20 certo indicari nequeunt, praeter Eusebii Hist. eccles. 1. 6, c. 39 43 44.)
Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο- σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· [*](B) καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα,
Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας· πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν,εἶτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐνῬώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε-
Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ’ ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν [*](B) πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἔν εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκες’ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ [*](C) με.’ ἀπέβρεξεν ὁ παῖς, καὶ ἄμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς
Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν χριστὸν σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕν ἁ τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν [*](D) βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύι· τοῦ τέλματος.
Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς [*](Cap. 21. Fortasse Dio continuatus.)
Ἀναρρηθεὶς δὲ οὕτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ’ οὐ δ’ ὲν τούτων ἔφθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλπεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ καμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἶα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας [*](Cap 22. Dio continuatus, ut videtur: conf. Exc. Vatic. p. 244. Eusebii Hist. eccles. 1. 6, c 39 et 1. 7, c. 2–6.)
Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς εἴρηται, μαρτυρήσαντος, [*](B) Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. οὑ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξυστὸς εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως.
[*](C)Ἀλλὰ τὰ μὲν κατὰ τοὺς τῆς Ῥώμης ἀρχιερεῖς
ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπσναστάδεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν [*](4 Φαβιανοῦ Eusebius. Cap. 23. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c 10 — 14.)
Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν ’Eδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, [*](B) τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἶ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο- σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴ
Οἶ’ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἶ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισάρειαν [*](C) δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἶ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέδον [*](D) τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν.
Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἶ μέντοι Ῥωμαῖοι φυγόντες, ὥς εἴρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς
Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν.
Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ [*](B) καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἔν οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα.
Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξυστὸς, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μαζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο Διονύσιος.
Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου [*](C) υἱὸς τῆς τῶν Ῥωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ὃν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια εἴασε τοῖς ἐν τῇ Ἰταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις.
Αὐρίολος δὲ ἐκ χώρας ὢν Γετικῆς τῆς ὕστερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ἵππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος [*](D) ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ μαυρουσίους ἐπαγομένου, οἳ ἀπὸ Μηδῶν κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ.
Αὖθις οὖν Πόστουμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ἔχων ὁ αὐτοκράτωρ οὗτος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ὃν καὶ τῆς βασιλείας [*](Cap. 24. Dio continuatus, ut videtur: Exc. Vatic. p. 235 et p. 239 extr.)
Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Πόστουμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Πόστουμον φεύγειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε [*](C) μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Πόστουμος δ’ οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε.
Καὶ ἄλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος
Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ ἦν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. [*](B) τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῶ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν Ἐμέσῃ διῆγον. ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν.
Οὗτος ὁ Ὠδέναθος μέγας γενόμενος καὶ Ῥωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ’ αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προε- [*](C) πεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῶ ἀνεψιῷ. ‘δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ [*](10 οἱ δ’ ἐν Ἐμέσῃ διῆγον] Huc pertinet Dionis continuati exc. p. 239 extr. ed. Μai., vol. 5, p. 225, 2 ed. Lips.)
Αὖθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, ἣν Αὐρίολος συνεστήσατο, πάσης ἄρχων [*](D) τῆς ἵππου καὶ μέγα δυνάμενος. ὃς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. μένος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἶ πολέμιοι θεασάμενοι ἐπῆλθον τῆ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἶς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβα- λῶν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἔνα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν. καὶ οὕτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή.
Ἔτι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ’ οὗ ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ- [*](Cap. 25. Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c. 27 — 30.)
Οἱ μὲν οὖν οὕτως ἱστόρησαν ἀναιρεθῆναι τὸν 25 Γαλιῆνον, οἱ δὲ παρὰ Ἠρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ἥκοντός [*](D) τε ἐπὶ Ἰταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ’ ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ 30 ἐν τῇ σκηνῇ καθεύδοντι ὁ Ἡρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω-
Ἐν τοῖς τούτου χρόνοις Ξυστὸς ὁ τῆς Ῥωμαίων ἐκκλησίας προστὰς ἐπ’ ἔτη ἕνδεκα τελευτᾷ, καὶ Διονύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν Ἀντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οἶς ἂν οἶ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος.
Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος [*](B) αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν τῶνστρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. [*](Cap. 26 Dio continuatus, ut Videtur: Exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips. Eusebii Historiae ecclesiasticae l. 7, c 28.)
Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιξομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.”
Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ. μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου [*](D) δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἶ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ- [*](24 ἐπελθόντες δὲ ταῖς Ἀθήναις — 29 πολεμικῶν ἀμελοῦσιν ἔργων Dionis continuati exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips.)
Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ’ν [*](16 Κυντιλιανὸν] immo Κύντιλλον: qui in nummis M. AVR. CL. QVINTILLNS. 27 Εὐσέβιος] Historiae ecclesiasticae l. 7, c. 28.)
Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς Ῥωμαίων ἤρετο τοὺς ἐν τέλει ὅπως βασιλεύειν χρεών. ὧν εἶς εἶπεν αὐτῷ ὡς “ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ [*](C) μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.” ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς.
Οὗτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ ἤδη καὶ διατάγματα συνεγράφετο. ἀλλ’ ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν.
Ἀλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ’ ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώ- [*](D) τατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἐνί, οἱ δὲ καθ’ ὁδὸν [*](Cap. 27 Dio continuatus, ut Videtur: EAc. Vatic. p. 241, 242 ed. Μai., vol. 5, p. 228 ed. Lips. Eusebii Historiae ecclesi asticae l. 7, c. 30.) [*](1 Κώνστας pro Κωνστάντιος hic et infra. 3 Αὐρηλιανὸς — 10 σιδήρου πειραθείς Dionis continuati exc. p. 241 (228 L.). 11 οὕτος — 18 ἐκείνου ζωήν Eusebii Hist. eccl. l. 7, c. 30.)
Οὗτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ἔτεσι παρά τινων τυραννούντων κατεχομένας τῇ Ῥωμαίων ἡγεμονίᾳ αὖθις ἐπανεσώσατο, καὶ ἄρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ Ῥώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, [*](B) ἔξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν ὀλίγων ἐνδέοντας.
Ὃν διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν εἶναι καὶ ἑβδομήκοντα ἀναγράφεται ὅτε ᾑρέθη εἰς μοναρχίαν. τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέτριβεν. ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην Cap. 28 Fortasse Dio continuatus.
Καὶ τούτου σφαγέντος ἔντος δύο κατὰ τ’ αὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, έν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ [*](D) Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἱ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι.
[*](Cap. 29. Fortasse Dio continuatus.)Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος.
Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων [*](B) ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τό αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἰ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι.
Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ κάρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν κάρον καὶ ἄκοντα καταδέξασθαι τὴν C τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν
Κάρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρινὸν καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν [*](D) ἑξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὅ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ κάρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρμάτων κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἶ μὲν γάρ φασι κατὰ οὕννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἶ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν [*](Cap. 30. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 7, c. 30 — 32.)
Ὦι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπιλελίπει, λελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι- νάντων νῶτα Ῥωμαίων, οἶ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἷ δὲ ἐκ Πέρσιδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, [*](B) τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιαν ’ν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον.
Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής.
Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς [*](C) ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, [*](23 Huc pertiuere videtur Dionis continuati exc. p. 244 ed. Mai., vol. 5, p. 230 ed. Lips.)
Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον [*](D) θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τιμαῖος, τὸν δὲ Τιμαῖον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμηένου μετ’ οὐ πολὺ Ἑρμῶν τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό- πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου· στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς.