Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τῷ δ’ ἐπιγενομένῳ ἔτει μετήλλαξεν ὁ Τίτος, ὡς μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ’ ἔν ἴοι γράφουσι, νοσήσας. ἔμπνουν μέντοι αὐτὸν ἔτι ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ Δομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀποψύχων δὲ εἰπεῖν λέγεται ὅτι “ἓν μόνον ἐπλημμέλησα”· τί δὲ τοῦτο ἦν οὐ διεσάφησε. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὴν Δομιτίαν ἔσχε τὴν γυναῖκα τοῦ [*](D) ἀδελφοῦ, ἕτεροι δὲ ὅτι τὸν Δομετιανὸν οὐκ ἀπέκτεινεν ἐπιβουλεύοντά οἶ σαφῶς, ἀλλ’ αὐτός τε ὑπ’ ὢ ἐκείνου ἐφθάρη καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτω ἐξέδωκεν.

Ἔτι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ Δομετιανὸς εἴς τε τὴν Ῥώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβεν. ἦν ’δε θρασὺς καὶ ὀργίλος καὶ [*](3 Τούτου — 5 εὐηργέτησα omittunt Dionis Exc., similia tamen bahet Maximus Planudius apud Maium Script. vet. novae collect. vol. 2, p. 555.) [*](Cap. 19. Dionis Historiae Romanae 1. 66, c. 26 — l. 67 c. 18, ex quibus multa Ζonaras excerpsit quae apud Xiphiliuum et in eclogis constantinianis desiderantur: a Dione etiam Philostratum auctorem citatum fuisse credibile est. Eusehii Historiae ecclesiasticae l. 3, c. 14 — c. 21.)

58
ἐπίβουλος καὶ κρυψίνους· ἄνθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐ δ’ ἔνα πλήν τινων γυναικῶν, ἐπλάττετο δὲ ἀγαπᾶν ὃν μάλιστα κτεῖναι ἤθελεν. ἄπιστος γοῦν καὶ πρὸς τοὺς χαριζομένους αὐτῷ καὶ ὑπηρετοῦντας εἰς τὰ δεινότατα ἦν. καὶ ὁπότε τινὲς αὐτῷ ἢ πλεῖστα πορίσειαν χρήματα ἢ πολλοὺς συκοφαντήσειαν, τούτους ἐκτίννυεν, ἴν’ ὑπ’ αὐτῶν μόνων δοκῇ προβαίνειν τὰ ἀδικήματα. κάκιστος δὲ ὢν καὶ τοὺς τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ φίλους ἀτίμως εἶχε, τοὺς δὲ καὶ διώλεσε. καὶ τὴν γυναῖκα αὐτοῦ Δομιτίαν ὡς ἐπὶ μοιχείᾳ ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι’ αὐτὴν φονεύσας, καὶ τῆ ἀδελφιδῇ Ἰουλίᾳ συνῆν ἀπαρακαλύπτως ὡς γαμετῇ. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, [*](B) ἐχρῆτο δ’ οὐ δ’ ὲν ἧττον τῇ Ἰουλίᾳ.

Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώ- ταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ’ ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ C τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως ἤχθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς καταφρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, ὕπατος μὲν ἐπ’ ἔτη δέκα, τιμητὴς δὲ διὰ βίου κεχει- ροτόνητο.

Πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο, χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες.

59
τούς τε γὰρ τῶν χρημάτων πράκτορας ἔφθειραν καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τἄλλα τε ἐπιτήδεια καὶ οἶνον, ἐμπλησθέντες ὕπνωσαν. καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους [*](D) διέφθειρεν ἅπαντας. ἐφ’ ᾧ ὁ Δομετιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι “Νασαμῶνας ἐκώλυσα εἶναι.” ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο, ἀλλὰ καὶ ἐγράφετο. ἐν δὲ θ’ ἐᾷ ὑετοῦ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδένα εἴασεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ’ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνοις οὐδὲν μεταμφιάσασθαι παρεχώρησε· κἀντεῦθεν πολλοὶ νοσήσαντες ἐτελεύτησαν. τοὺς δ’ ὑπ’ αὐτοῦ κολασθέντας ἐξαριθμήσασθαι οὐκ ἄν τις δύναιτο συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν· ὄν ἔνιαι καὶ ὑέ αὐτοῦ ἐμοιχεύθησαν. καὶ ἄλλαις δ’ αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον. γυνὴ γάρ τις ὅτι ἐναντίον εἰκόνος αὐτοῦ ἀπεδύσατο ἐφονεύθη, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. Μετιὸν δέ τινα, ὃν ἡ φήμη μοναρχῆσαι μέλλειν ἐκήρυττεν, ἐξορίσας ἐφόνευσεν, ἐγκαλέσας αὐτῷ ὅτι ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχε γεγραμμένην τὴν οἰκουμένην. καὶ σοφιστήν τινα, ὅτι ἀσκῶν μελέτην κατὰ τυράννων συνεγράψατο, θανάτῳ ἐκόλασε. πολλοὶ δὲ καὶ ὡς φιλοσοφοῦντες διώλοντο, καὶ οἶ λοιποὶ ἐξηλάθησαν.

[*](B)

Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρθενίου καὶ Σιγηροῦ τῶν προκοίτων αὐτοῦ καὶ Ἐντέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ

60
Στεφάνου ἀπελευθέρου. τὴν δ’ ἐπιβουλὴν οὔτε ἡ γυνὴ αὐτοῦ Δομιτία ἠγνόησεν οὔτε ὁ ἔπαρχος Νωρβανὸς οὔτε ὁ συνάρχων Πετρώνιος. ἥ τε γὰρ Δομιτία ὑπ’ αὐτοῦ μισουμένη ἐδεδίει μὴ ἀποθάνῃ καὶ οἶ ἄλλοι οὐκέτ’ αὐτὸν ἐφίλουν. λέγεται δὲ ὅτι πάντας τὰς ἅμα αὐτοὺς ὁ Δομετιανὸς ὑποπτεύων ἀποκτεῖναι ἐμελέτα, καὶ τὰ ὀνόματα αὐτῶν ἀπογραψάμενος ἐν [*](C) τῇ κλίνῃ ὑπέθετο ὑπὸ τὸ προσκεφάλαιον· καί τι παιδίον τὴν ἀπογραφὴν ἀφελόμενον ἔφερε, μὴ εἰδὸς τί φέρει. ἐντυχοῦσα δὲ ἡ Δομιτία αὐτῷ, καὶ ἀναγνοῦσα τὰ γεγραμμένα, κἀκείνοις ἐμήνυσε· κὰκ τούτου συνετάχυναν τὴν ἐπιβουλήν.

Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἶ οὐκ αἴσια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν ὅτι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ Δομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν Ῥώμην· καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ ἔφη καὶ τότε οὕτω γενήσεσθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, ὅπως μετὰ τὴν ἡμέραν ἐν ᾗ ἔφη ἀποθανεῖσθαι μέλλειν τὸν Δομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ Δομετιανοῦ [*](D) κατ’ ἐκείνην, ἐσώθη. ἕτερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ ὅπως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διε- διεσπάραξαν.

Τῷ δὲ Δομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ τὸν Στέφανον ὡς τῶν ἄλλων ἐρρωμενέστερον εἰσέπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ Δομετιανός, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο·

61
εἶτ’ αὖθισὑπ’ ἐκείνου καὶ ἑτέρων προσκατειργάσθη. καὶ ὁ μὲν οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος δὲ προσαπώλετο, συνδραμόντων ἑέ αὐτὸν τῶν οὐ μετεσχηκότων τῆς συνωμοσίας. Ἀπολλώνιος δὲ ὁ Τυανεύς, φιλόσοφος δὲ ἦν οὗτος Πυθαγορικός, γόης δὲ μάλιστα, ἐν Ἐφέσω τότε διάγων καὶ τῷ πλήθει διαλεγόμενος κατὰ τὴν ὥραν καθ’ ἣν ὁ Δομετιανὸς ἀνῃρεῖτο, ὡς ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη, ἐπί τινα ὥραν ἐνεὸς ἔστη, εἶτα ἐξεβόησεν “εὖγε, Στέφανε, παῖε τὸν ἀλιτήριον· ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.” τοῦτο δὲ καὶ ὁ Φιλόστρατος τὸν τοῦ Ἀπολλωνίου βίον συγγεγραφὼς οὕτως ἀνέγραψεν.

Ἔζησε δὲ Δομετιανὸς ἔτη πρὸς τέσσαρσι τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἕξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε.

[*](B)

Τῷ δὲ τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ Ἀβίλιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας γενόμενος. τῷ δωδεκάτῳ δ’ ἔτει τῆς ἡγεμονίας αὐτοῦ τελευτήσαντος Ἀνεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς Ῥώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον.

Οὗτος ὁ ἔχθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αὖθις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονός· ὃς καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην ἐν Πάτμῳ τῇ [*](C) νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους [*](Φιλόστρατος] De vita Apollonii Tyanei l. 8, c. 1. 24 Εὐσέβιον] Hist. eccl. l. 3, c. 15 et 21.)

62
Δαβὶδ ἀναιρεῖσθαι πρόσ’ ἔταξε. ταῦθ’ ἱστορῶν ὁ Εὐσέβιος τὸν Ἡγήσιππον παράγει λέγοντα οὕτως. “ἔτι δὲ περιῆσαν υἱωνοὶ Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου ἀδελφοῦ τοῦ κυρίου, οὕς τινες προσήγγειλαν ὡς ἐκ γένους ὄντας Δαβίδ. τούτους πρὸς αὐτὸν ἀχθέντας ὁ Δομετιανὸς ἤρετο εἰ ἐκ Δαβίδ εἰσι· καὶ κατέθεντο. προσεπήρετο οὖν πόσας κέκτηνται κτήσεις καὶ πόσων εὐποροῦσι χρημάτων· οἶ δ’ ἔφασαν ἐνακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, καὶ ταῦτα οὐκ έν ἀργυρίοις ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς ἐξ ἧς αὑτούς [*](D) τε διατρέφεσθαι αὐτουργοῦντας καὶ τοὺς φόρους εἰσφέρειν· καὶ τὴν τῶν χειρῶν δὲ τραχύτητα ἐπεδείκνυον τῆς αὐτουργίας μαρτύριον. ἐρωτηθέντες δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας, ὁποία τις εἴη καὶ ποῖ καὶ πότε φανησομένη, οὐ κοσμικὴν αὐτὴν εἶναι οὐδ’ ἐπίγειον ἀπεκρίναντο, ἀλλ’ ἐπουράνιον, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος φανησομένην. ἐφ’ οἶς ὡς εὐτελῶν αὐτῶν καταφρονήσας ὁ Δομετιανὸς ἐλευθέρους ἀφῆκε, καὶ τὸν διωγμὸν προστάγματι ἔπαυσεν.”

Ὁ μὲν οὖν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς εἴθε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ’ ἡγεμονία εἰς Νερούαν μετήνεκτο, ἄνδρα καὶ εὐγενέστατον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ Δομετιανῷ ἐπιβουλεύοντες οὐ πρότερον ἔργου ἥψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. ἦλθον οὖν ἐπὶ τὸν Νερούαν· ὃς ἀστρολόγων ὅτι μοναρχή- [*](1 Εὐσέβιος] Hist. eccl. l. 3, c. 19. 20. Cap. 20. Dionis Historiae Romanae l. 67, c. 15 et l. 68, c. 1 — c. 4, quorum nonnulla Χiphilinus praetermisit. Iudidem fortasse petita sunt quae ex Philostrati Vitis sophistarum (II. 1, p. 547 548 ed. Οlear.) Ζοnaras attulit. Eusebii Historiae ecclesiasticae l. 3, c. 21 — c. 23.)

63
σεῖ φησάντων μικροῦ διώλετο ἄν. ὁ γὰρ Δομετιανὸς πάντων τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους κἀκ τούτου τῶν ἐλπιζομένων ἔν τινι δυνάμει ἔσεσθαι προανήλισκε. καὶ τοῦτον ἀπέκτεινεν ἂν, εἰ μή τις τῶν ἀστρολόγων αὐτῷ εὐνοῶν ἔφη ὅτι δι’ ὀλίγων ἡμερῶν τελευτήσει· πιστεύσας γὰρ ὄντως τοῦτ’ ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι, ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. διὰ ταῦτα γοῦν ῥᾷον B ἔπεισαν αὐτὸν συνθέσθαι τῇ τῆς ἡγεμονίας καταδοχῇ. καὶ φθαρέντος τοῦ Δομετιανοῦ εὐθὺς αὐτὸς τὴν αὐταρχίαν ἐδέξατο. καὶ τοῖς ὑπ’ ἐκείνου ἐξελαθεῖσι δόγματι ἐπανελθεῖν ἐφῆκε καὶ τὰς οὐσίας ἀπολαβεῖν. ἡ δέ γ’ ἑ σύγκλητος καθαιρεθῆναι τὰς Δομετιανοῦ τιμὰς ἐψηφίσατο.

Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος ἔχει ἐπανελθεῖν πρὸς τὴν Ἔφεσον.

Ἦν δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ ὁ ἥττητο. ἐκείνου γὰρ μοναρχοῦντος Ἀττικὸς ὁ τοῦ σοφιστοῦ Ἡρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι εὗρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς C ἔγραψε τῷ Νερούᾳ ὡς “θησαυρὸς ἐπὶ τῆς οἰκίας εὑρέθη μοι· τί οὖν κελεύεις περὶ αὐτοῦ;” καὶ ὃς ἀντέγραψεν “χρῶ τῷ εὑρήματι.” ὁ δ’ ἔτι εὐλαβηθεὶς ἔγραψεν αὖθις “ἀλλ’ ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν.” καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο “καὶ καταχρῶ” ἀντεπέστειλε.

[*](21 Φιλόστρατος] Vit. Soph. [II, 1, p. 547, 548 ed. Olear.)
64

Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας Ἀβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρδων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ’ ἐν Ἀντιοχείᾳ ἐκκλησίας Ἰγνάτιος τότε ὁ θεόφορος προίστατο, δεύτερος καὶ οὗτος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον [*](D) γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν Ἱεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ οὗτος μετὰ τὸν συγγενῆ Ἰάκωβον τὸν ἀδελφὸν τοὐ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς.

Παρὰ τούτου τοῦ αὐτοκράτορος αἷ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. ἔπραττε δὲ οὐδὲν γνώμης ἄτερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. οὗτος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ Ῥωμαίοις ἐκτέμνεσθαι μήτε μὴν ἄγεσθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλπούρνιον Κράσσον καὶ ἄλλους ἐπιβουλεύοντάς οἱ, ἔν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόντας ὅτι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ἵνα τάχα ἴδοιεν αὐτὰ εἰ εὖ ἐξείργασταί τε καὶ τέθηκται· τῇ δ’ ἀληθείᾳ, ἵνα γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ θάνατος. ἔλεγε δὲ ὅτι “οὕτως ἦρξα ὥστε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.” διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ καταφρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν ‘ἀγαθῆ̣ τύχῃ τῆς τ’ ἑ βουλῆς καὶ τοῦ δήμου, Μάρκον Οὔλπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι.” εἶτα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας ἄρχοντι τότε

  • “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.”
  • [*](B) ἄρξας οὖν ὁ Νερούας ἐφ’ ἴνα ἐνιαυτὸν καὶ μηνῶν [*](29 τίσειαν] Hom. Il. A, 42.)
    65
    τετρακτύν, μετήλλαξε τὴν ζωὴν νοσήσας καὶ αὐτοκράτορα τὸν Τραιανὸν προβαλόμενος.

    Τραιανὸς δὲ τὸ γένος εἷλκεν ἐξ Ἰβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ἔτος ἄγων ἀπὸ γενέσεως ὅτε τῆς αὐταρχίας τετύχηκεν, ὥστ’ ἐν ἀκμῇ αὐτὸν εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ’ ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ εὖ πρὸς πάντας διατιθέμενος οὔτ’ ἐδεδοίκει τινὰς οὔτε μὴν ἀπηχθάνετο οὔτε προσεῖχε τοῖς διαβάλλουσιν οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων [*](C) καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ Ῥώμῃ ἱππόδρομον φθαρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέγραψεν αὐτῷ ὅτι ἐξαρκοῦντα τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον ἔχαιρε φιλούμενος ἢ τιμώμενος, καὶ ἀγαπητὸς ἤθελεν εἶναι τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ φοβερός. τῆς μὲν οὖν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ’ ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οἴνου δ’ ἡττώμενος νήφων ἦν, καὶ ἐπτοημένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ εἴα τοὺς D στρατιώτας ὑπερφρονεῖν, οὕτως ἐγκρατῶς αὐτῶν ἦρχεν. ἦν δ’ αὐτῷ γυνὴ Πλωτῖνα.

    Ἐστράτευσε μέντοι ἐπὶ Δᾶκας, ἢ Δακοὺς κατὰ [*](10 οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν] καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο Dio in Bekkeri Anecd. p. 134, 20: et Sic xiphilinus. Cap. 21. Dionis Historiae Romanae l. 68, c. —23, unde sumpta videntur etiam Appiani verba, quamvis apud Xiphilinum non legantur.)

    66
    Ἴωνας, ὡς ὁ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς Ῥωμαïκῆς ἱστορίας φησί, μήτε χρήματα ἃ ἐπετείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. πυθόμενος οὖν ὁ Δεκέβαλος, ὃς ἦρχε Δακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοὐ ἔθνους ὁρμήν, ἔδεισεν, εἰδὼς τὸν ἄνδρα στρατηγικώτατον. καὶ πολέμου συρραγέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ Ῥωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. τοσοῦτοι δ’ ἦσαν οἱ τραυματίαι ὡς ἐπιλιπόντων τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσασθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε ἄκρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων ἦλθεν αὐτῶν, πρέσβεις ὁ Δεκέβαλος πέπομφε, συντιθέμενος τά τε ὅπλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ ἅπαν ἕτερον ὃ ἂν ἀπαιτοῖτο ποιῆσαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς οὖδας κα—τακλιθεὶς αὐτῷ προσεκύνησεν. εἶτα εἰς τὴν Ἰταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ Δεκεβάλου πρέσβεις ἐπήγετο. οἵπερ εἰσαχθέντες εἰς τὸ συνέδριον, [*](B) καὶ τὰ ὅπλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαντες ἐν αἰχμαλώτων σχήματι πολλά τε εἶπον καὶ ἱκέτευσαν· καὶ οὕτω σπονδῶν τυχόντες αὖθις τὰ ὅπλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ Δακικὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν ἄλλων ἠμέλει ἢ ἧττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος ἔκρινεν.

    Ὡς δὲ ἀπηγγέλλετο αὐτῷ ὁ Δεκέβαλος αὖθις νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς [*](1 εἰκοστῷ τρίτῳ] inscripto Δακική. Conf. Photii Biblioth. p. 16 a, 22 ed. Bekkeri.)

    67
    καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ Δεκέβαλος ἡττώμενος ἰσχύι; δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέτησε. καὶ εἰδὼς εὐπρόσιτον ὄντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους ἀπέστειλεν, ἴν’, εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. [*](C) εἶς δ’ ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ἴστρον ὁ αὐτοκράτωρ, καὶ ἔργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ’ ἐξηγηθῆναι δυνάμενον, διὰ τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν Δακῶν, ἐκράτησε δ’ οὖν. καὶ ὁ Δεκέβαλος ἀπογνοὺς διεχειρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ ἔθνος τὸ τῶν Δακῶν καὶ ἡ χώρα σφῶν Ῥωμαίοις ὑπήκοος γέγονε. καὶ τοὺς θησαυροὺς δ’ εὗρε τοὺς Δεκεβάλου, καίτοι δυσχεροῦς οὔσης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ὃς τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ [*](D) βάρβαρος, τὴν γῆν ἐφ’ ἧς διῄει τὸ ὕδωρ ὤρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ ἄργυρον, καὶ ἄλλα τῶν τιμίων ὅσα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ οὕτως αὖθις τὸ ὕδωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐναπέθετο. ταῦτα δ’ ἐποίει μή τινος ἄλλου παρόντος ἢ αἰχμαλώτων οἳ περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ἵνα μὴ ἔκφορα τὰ παρ’ αὐτῶν γεγονότα ποιήσωσιν. εἰς δέ τις ἑταῖρος τοῦ Δεκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα ὑπέδειξεν αὐτά.

    Τὸν δὲ Λικίνιον Σούραν πλούσιον ἄνδρα φιλῶν, καὶ ὑπ’ ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν

    68
    ἄνθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, ἄκλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου τὴν ὑπήνην ἐξύρατο· εἶτα καὶ ἐλούσατο καὶ ἐδείπνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν ἔφη τῇ ὑστεραίᾳ “εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν ἄνδρα χθὲς τοῦτο ποιῆσαι.”

    Ἔπαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ὃ παραζώννυσθαι αὐτὸν [*](B) ἐχρῆν, “λάβε τοῦτο” ἔφη, “καὶ εἰ μὲν ἄρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ’ ἐμοῦ.” ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Παρθῶν καὶ Ἀρμενίων ἐστράτευσεν, ὅτι τὸ διάδημα ὁ Ἀρμένιος οὐχ ὑπ’ αὐτοῦ ἔλαβεν, ἀλλὰ παρὰ τοῦ Παρθῶν βασιλέως. ἦν δὲ σκῆψις τοῦτο, τὸ δ’ ὅλον φιλοτιμία καὶ δόξης ἔρως. ἐχειρώσατο οὖν τὴν Ἀρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφίσατο, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ὄπτιμον ἐπωνόμασεν, ἄριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, εἶτα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν ἔθετο. ὁ δὲ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Ὀπτίμου προσηγορίᾳ ἦν σεμνυνόμενος,

    ὅτι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ.

    [*](C)

    Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτάτου συμβάντος, καὶ ἄλλαι μὲν ἔπαθον πόλεις, μᾶλλον δὲ τῶν ἄλλων ἡ πρὸς τῷ Ὀρόντῃ πέπονθεν Ἀντιόχεια. ὅτε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μικροῦ κεκινδύνευκεν ἄν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ᾗ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖττον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ [*](Cap. 22. Dionis Historiae Romanae l. 68, c. 24 33. Eusebii Historiae ecclesiasticae l. 3, c. 33 — l. 4, c. 2.)

    69
    μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαίνουσιν, οὕτω τῶν ὑλῶν συμπιπιουσῶν, διασωζόμενοι, ἐξελθεῖν δ’ ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διεφθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ’ ἡμέρας πολλάς. ἤδη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ ἤκουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες οὑν τὴν ἄνθρωπον D ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομάζιον, ὃ τῷ γάλακτι ἔτρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ’ οὐχ εὗρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθαρέτας πολλούς.

    Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Παρθῶν αὖθις ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε Ἀδιαβηνῆς ἀπάσης ἐκράτησεν, ἣ μέρος ἐστὶ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν Ἀρβήλων, παρ’ οἷς Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν Ἐρυθρὰν εἰσπλεῦσαι θάλασσαν, ἣ μοῖρα μὲν τοῦ Ὠκεανοῦ λέγεται, κέκληται δ’ οὕτως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ Ἰνδούς, καὶ ἔλεγεν ὡς “εἰ νέος ἔτι ἦν, καὶ ἐπ’ αὐτοὺς ἂν ἐπεραιώθην.” ἐν ᾧ δὲ χρόνῳ ἐπὶ τὸν Ὠκεανὸν κατέπλει καὶ αὖθις ἀνήγετο, ὅσα ἑάλωσαν πρότερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. εἶτα καὶ τῶν Ἀράβων ἀφεστηκότων ὥρμησε κατ’ αὐτῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη ἄν· κἀκεῖθεν ἀπῆλθε νοσῶν.

    70

    Καὶ οἶ κατὰ Κυρήνην δὲ Ἰουδαῖοι ἀπέστησαν καὶ ἔκτεινον καὶ Ῥωμαίους καὶ Ἕλληνας, καὶ οἱ Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐ χ’ ἥττους ὁμοίως διέφθειραν. [*](B) φθεῖραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στράτευμα κατ’ αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν Ἰουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῶ τετάρτῳ λόγῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ’ ἦν πρὸς Μεσοποταμίαν τὸ ὅρμημα, τῇ δὲ νόσῳ καταπονούμενος ἤρξατο τοῦ πρὸς Ἰταλίαν πλοός, Πόπλιον Αἴλιον Ἀδριανὸν ἄρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ’ εἰς Σελινοῦντα τῆς Κιλικίας, ἣ καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ διαφθαρείς, ὡς δέ τινες λέγουσι, δι’ ἐπίσχεσιν αἵματος [*](C) ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ᾗ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. ὕδερος δ’ ἦν ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αἴτιον. ἦρξε δ’ ἔτη ἐννεακαίδεκα πρὸς μησὶν ἔξ.

    Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύτερος ἀρχιερεὺς γεγονὼς Ἱεροσολύμων μετὰ τὸν θεῖον Ἰάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, εἶτα σταυρὸν καταδικασθείς, ἐτῶν ὢν ἑκατόν τ’ ἑ καὶ εἴκοσι. μεθ’ ὂν τρίτος Ἱεροσολύμων ἀρχιερεὺς Ἰοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρημάτισε. καὶ ἄλλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· D εἶτα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτοκράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ’ ἢ [*](7 τετάρτῳ λόγῳ] capite 2. 20 Κλωπᾶ Eusebius. 27 Εὐσέβιος] Hist. eccles. 3, 33.)

    71
    πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ἴσα θεῷ, μόνον δ’ εἰδώλοις θύειν οὐ πείθονται, θεσπίσαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ οὕτως γενέσθαι τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεόφορος Ἰγνάτιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν Ἀντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς Ῥώμην ἐπέμφθη δέσμιος, ἔνθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ’ αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ἥρως. τῷ τρίτῳ δ’ ἔτει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ὃς τρίτος ἦν ἐν Ῥώμῃ ἀρχιερεὺς καὶ ἔτεσιν ἐννέα τὴν ἐκκλησίαν ἴθυνε τῶν πιστῶν, τέταρτος ἀντεισήχθη Εὐάρεστος· ὃς ὄγδοον ἀρχιερατεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ’ Ἀλεξάνδρου διαδεχθεὶς πέμπτου γεγονότος τῆς Ῥωμαίων ἀρχιερέως. καὶ ὁ τῆς Ἀλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κερδῶν μεταστὰς τῶν ἐνθένδε διάδοχον ἔσχε Πρῖμον.

    Ἄπαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε καὶ αὐτοκράτορα τὸν Ἀδριανὸν ἥ τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ ἦρχεν αὐτῆς, προσγενῆ [*](B) τε ὄντα τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. ἦν δ’ οὗτος υἱὸς Ἄφρου Ἀδριανοῦ, φιλόλογος ἀνήρ, ὃς καὶ ποιήματά τινα πεζά τε καὶ ἐν ἔπεσι καταλέλοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν ἔχων πάντα τε ἐπετήδευε καὶ ηὔχει μηδὲν ἀγνοεῖν. ὅθεν καὶ τῶν ἔν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ μείους ἀπώλεσεν, ἵν αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. [*](Cap. 23. Dionis Historiae Romanae l. 69, c. 1 15.)

    72
    ἐκακίζετο μὲν οὖν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ [*](C) ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ τὸ μήτ’ ἄρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦσαι, καὶ ὅτι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ’ αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ καταγαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ [*](D) τῶν Ῥωμαίων οὐ θωπευτικῶς, ἀλλ’ ἐμβριθῶς προσεφέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ἔνειἔνειμεν, ἀλλ’ εἰπεῖν ἐκέλευσε τῷ κήρυκι “σιωπήσατΓ”· ὡς δ’ οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατείναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν ἄνδρα ἠξίωσεν ὅτι ὃ ἦν αὐτῷ βουλόμενον ἤνυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ κελεύσματος. οὐ γὰρ ἠγανάκτει, εἴ τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ’ ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέλειαν. παριόντος δ’ αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς “οὐ σχολάζω”, ἀνέκραξεν ἡ γυνή “καὶ μὴ βασίλευε.” ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τόν βουλευτῶν ἔπραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδικάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους εἶχε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνεδείπνει, καὶ ἦν αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε-
    73
    σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτάζουσιν.

    Ἐπεὶ δ’ ἐς τὴν Ῥώμην ἧκε, χρεοκοπίαν ἐκήρυξε τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων. εἶτα εἰς ἄλλην ἐξ ἄλλης φοιτῶν ἐπαρχίαν, Χίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ [*](B) μετεσκεύαζεν ἕκαστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι’ ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ’ ἕκαστον. καὶ ὅσους πρὸς τὸ ἁβρότερον εὕρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν ἅπερ ἔδει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ἵν ὁρῴη τὸ στρατιωτικὸν αὐτόν, καὶ οὕτω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίησεν ὡς καὶ ἱπποτῶν ἴλην σύν γε τοῖς ὅπλοις τὸν Ἴστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ’ ὁρῶντας ἐκπλήττεσθαι, ὥστε καὶ χρᾶσθαι διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ’ οἷς ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς [*](C) ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυσίᾳ πόλιν ᾤκισεν Ἀδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αἴγυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ’ εἶπε τὸ ἔπος

  • τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου
  • καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν.

    Ἐν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς κατασκαφείσης Ἱερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἔνθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ἵδρυτο, τῷ Διὶ τέμενος ἀνθιδρύσατο ἕτερον. Ἰουδαῖοι δὲ μὴ [*](D)

    74
    φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως ἄλλους ὁρᾶν, Ἕλληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, ἕως μὲν 'Αδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συρἰᾳ διἐτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ’ ἐκεῖθεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ἵν ἔχοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς ‘ρωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἀπανταχοῦ γῆς Ἰουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλοφύλων ἔρωτι κέρδους σὺνεπικούντων αὐτοῖς. ὁ μέντοι Ἀδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατηγῶν τοῖς Ἰουδαίοις ἐπήγαγεν, ὧν ἐπῆρχε Σευῆρος Ἰούλιος. ὃς κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ ἔκρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπόγνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφὰς ἀπείργων καὶ κατακλείων, ἔστι δ’ οὗ καὶ ὅπῃ παρήκοι τοὺς στρατιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ ἔθνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κατεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ’ ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρομαῖς [*](B) καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ ἔγνωσται, ὥστε πάσαν σχεδὸν τὴν Ἰουδαίαν ἐρημωθῆναι. ὅ καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνημεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ ὕαιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι καὶ Ῥωμαῖοι τότε ἀπώλοντο, ὥστε καὶ Ἀδρια-
    75
    νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοιμίῳ ἐχρήσατο. τὸ δ’ ἦν “εἰ καὶ αὐτοὶ καὶ οἶ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρατεύματα ὑγιαίνομεν.”

    Ὁ μὲν δὴ πρὸς Ἰουδαίους πόλεμος οὕτως ἤνυστο, [*](C)

    ὁ δὲ πρὸς Ἀλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν Δίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ’ Ἀρμενίας καὶ τῆς Καππαδοκίας ἥψατο μέν, τῶν δ’ Ἀλβανῶν πῆ μὲν δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο.

    Ἐλθὼν δὲ εἰς τὴν Ῥώμην Ἀδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀντεῖπεν ὡς “οὐ προσήκει οὔτ’ ἐμοὶ ἀλλότριον ἐλευθερῶσαι δοῦλον οὔθ’ ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι τοῦτο βιάζεσθαι.” νοσήσας δέ, αἵματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον [*](D) Λούκιον Καίσαρα Ῥωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· ἦν δὲ Σευηριανὸς ἐνενηκοντούτης. ὃς ἀποσφαγῆναι μέλλων πῦρ ᾔτησε καὶ θυμιῶν ἔφη “ὑμεῖς, ὦ θεοί, ἴστε ὅτι οὐδὲν ἀδικῶ· εὔχομαι δὲ τὸν Ἀδριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ.” ὅθεν καὶ χρονίως νοσήσας Ἀδριανὸς ηὔξατο πολλάκις ἀποσβῆναι, ὥστε καὶ ἑαυτὸν ἐθελῆσαι διαχειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ Ἀδριανῷ ἄξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ἵνα δέκα ἄνδρας δοκίμους εἰς αὐταρχίαν ταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν ἔφη ὡς “ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ἔνα γινώσκω τὸν Σευηριανόν.”

    [*](Cap. 24. Dionis Historiae Romanae l. 69, c. 15–23. Eusebii Historiae ecclesiasticae l. 4, c. 4–8.)
    76

    Ἦσαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οἷα στρατηγικώτατος, ἔπαρχος γεγονὼς εἴτ’ οὖν ἄρχων τοῦ δορυφορικοῦ, ὡς εἰς τῶν πολλῶν διεβίω· ὃς οὔποτε ἡμέρας οἴκοι ὦπτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, [*](B) καὶ κληθεὶς παρ’ αὐτοῦ πρὸ τῶν ἐπάρχων, ἔφη αὐτῷ εἰσελθών “αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώτων ἔξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν.” εἶτα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς ἄκων ἀξιωθεὶς ἔλαβε μέν, ἐξέστη δ’ ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ἔνθα καὶ τέθνηκεν, ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνήματι ὅτι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη τόσα, ζήσας δ’ ἑπτά.

    Ἀδριανὸς δὲ φθόῃ τ’ ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λούκιος Κόμοδος αἷμα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλιπεν ἀθρόον πλείστου αἵματος ἐκχυθέντος, συνεκάλεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ εἶπεν “τὸν [*](C) Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, εὗρον δὲ αὐτοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, εὔεικτον, φρόνιμον, μήθ’ ὑπὸ νεότητος προπετὲς μήθ’ ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν Ἀντωνῖνον Αὐρήλιον.” καὶ ὁ μὲν οὕτως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων Ἀδριανός, ἐπεὶ ἄρρενος ὁ Ἀντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Ἄννινον Βῆρον, ὃς Κατίλιος ὠνόμαστο πρότερον, Ἀννίνου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος ἔγγονος ὤν.

    77

    Ὑδέρῳ δὲ περιπεσὼν ὁ Ἀδριανὸς μαγγανείαις [*](D) μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι’ ὀλίγου δ’ αὖθις ἠθροίζετο ἕτερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύνατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρμακον. καὶ τέλος, μὴ οἰός τε ὢν ἑαυτὸν διαχρήσασθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέλυσε τὴν ζωήν, ζήσας ἔτη δύο καὶ ἑξήκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ εἴκοσι καὶ ἴνα ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος.

    Ἐπὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ Ἀλέξανδρος ἀρχιερατεύσας ἐν Ῥώμῃ δέκατον ἔτος εἰς τὴν ἀγήρω μετέβη τέβη ζωήν· ὃν διεδέξατο Ξυστὸς. καὶ Πρῖμος δὲ Ἀλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, Ἰοῦστον ἔσχε διάδοχον. τῶν δ’ ἐν Ἱεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεν- τεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων ἀποστασίας, βραχυβίων, ὡς ἔοικε, γεγονότων, ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ’ ἐξ Ἰουδαίων πιστεύσαντας εἶναι. ὧν πρῶτος ἦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, ἕκτος Βενιαμίν, ἕβδομος Ἰωάννης, ὄγδοος Ματθίας, ἔνατος Φίλιππος, δέκατος Σενεκᾶς, Ἰοῦστος ἄλλος ἑνδέκατος, [*](B) Λευΐς δωδέκατος, Ἐφρῆς τεσσαρεσκαιδέκατος Ἰωσήφ, καὶ Ἰούδας πεντεκαιδέκατος. Ξυστὸν δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα ἕβδομος ἐν Ῥώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν ὢ Ἀλεξανδρέων ἐκκλησίας τὴν προστασίαν ἕκτος Εὐμένης ἐκληρώσατο, Ἰούστου μετὰ ἑνδέκατον θανόντος ἐνιαυτόν.

    78

    Οὗτος ὁ αὐτοκράτωρ διὰ τὰς ἤδη ῥηθείσας στάσεις μετὰ τὸν πολὺν τῶν Ἰουδαίων ὄλεθρον καὶ δόγμα ἐξέθετο κωλῦον τὸ ἔθνος αὐτῶν ἐπιβαίνειν τῶν Ἰεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἀπάσης. καὶ λοιπὸν [*](C) ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ Ἀδριανὸς ἐχρημάτιζε, πρῶτος ταύτης ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη μάρκος. τότε καὶ Σατορνῖνος Ἀντιοχεὺς καὶ Βασιλείδης Ἀλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ Ἡγήσιππος ἵππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν έν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ Ἰουστῖνος ὁ φιλόσοφος, ὃς μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ Ἑλληνικῶν σπουδασμάτων μετέθετο. ὃς ἱστορεῖ ‘Eρἐννιον Γρανιανὸν τῆς Ἀσίας ἀνθυπατεύοντα ἐπιστεῖλαι Ἀδριανῷ, μὴ δίκαιον εἶναι ἐπ’ ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστιανούς· [*](D) καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ’ ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι.

    Αὐταρχήσαντος δὲ Ἀντωνίνου, ὃς εἰσποιηθεὶς παρὰ τοῦ Ἀδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ ἤθελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ Ἀδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων οὓς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλἐχθη αὐτοῖς ὁ Ἀντωνῖνος ἄλλα τε πλείω σὺν δάκρυσι καὶ ὅτι “οὐδὲ ἐγὼ ἄρα ἄρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ’ [*](22 ἡ γερουσία etc.] Eadem, sed aliis verbis, Dionis Exc. Vat. p. 222 ed. Mai. vol. 5, p. 205 ed. Lips. Cap. 1. Dionis Historiae Romanae liher 70 mutilus et a Χiphilinο Quadrati et Eusebii ορe Suppletus. Quae sequuntur ex Dionis libro 71 excerpta, ad Marcum Aurelium potius quam ad Antoninum Pium pertinent. Eusebii Historiae ecclesiasticae l. 4, c. 10—l3.)

    79
    ἐκείνου γενόμενα, ὧν ἕν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται.” ταῦτα δ’ ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο. Εὐσεβὴς δ’ ἐπεκλήθη, ὅτι ἄρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ’ αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς “οὐ δεῖ με ἐκ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” γέγονε δὲ καὶ δι’ ὅλης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι [*](B) καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ὅθεν αὐτὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ’ ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων οὔτε τέλος καινὸν ἐπενόησεν οὔτ’ αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ’ ἐν τῇ ἀγορᾷ πάντα τὰ ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ εἴ τι πρὸς κόσμον ἦν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ὅθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ἔθετο τὸν βουλόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ [*](C) ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἶ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο.

    Τούτου λέγεται νομοθέτημα εἶναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀναφαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν

    80
    ἐν ἀπαιδίᾳ ἀνάγκην εἶναι τὸ νόμιμον μέρος τοῖς γονεῦσι καταλιμπάνειν.

    Ἐπὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον, ἐξ οὗπερ πλείους πόλεις κατέπεσον, μάλιστα δ’ ἡ Κύζικος ἔπαθεν. ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη [*](D) ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίονες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια ξύμπαντα.

    Περὶ τούτου τοῦ αὐτοκράτορος ᾄδεται ὅτι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ὃ κατ’ ἐπιταγὴν τοῦ Ἰουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖσθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. ὅθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ὅτι καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε.” ἀπεβίω δὲ ὁ Εὐσεβὴς Ἀντωνῖνος γηραιός, θανάτῳ ὕπνῳ ἐοικότι μαλακςτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν εἴκοσι.

    Τούτου τῷ πρώτῳ ἔτει Τελεσφόρος ὁ Ῥώμης ἐπίσκοπος ἑνδέκατον ἔτος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρήναιος ἱστόρησε, τέλος μακαριώτατον εὕρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς Ῥώμης θρόνον Ὑγῖνος. ἐφ’ οὗ Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κερδῶν τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. Ὑγίνου δὲ μετὰ τὸ τέταρτον ἔτος τοὐ Ῥώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς Ῥωμαίων ἐκκληόίας προέστη. τῆς δ’ Ἀλεξαν- [*](24 Εἰρήναιος] l. 3, c. 4.)

    81
    δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ἔτος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ Ῥώμῃ [*](B) τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη Ἀνίκητος. ὅτε καὶ ὁ φιλόσοφος καὶ μάρτυς ἤκμαζεν Ἰουστῖνος, τοῦ ὀρθοῦ λόγου ὑπεραγωνιζόμενος, ὃς καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ Ἀντωνῖνον ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ὅθεν ὁ αὐτοκράτωρ οὗτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς Ἀσίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ κἄν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγοροῦ μ’ ἐνὸν ἀπολύεσθαι, τὸν δὲ κατήγορον δίκης ἔνοχον γίνεσθαι. ταῦτα συνέβη [*](C) ἐπὶ τοῦ Εὐσεβοῦς.

    Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ἦν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις οὕτως ὥστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει τῷ Βοιωτῷ καὶ Ἑρμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ’ ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ὢν καὶ πρὸς πόνους ἔρρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ὅθεν τῇ [*](18 ὡς ἱστόρηται] p. 591, C.) [*](Cap. 2. Χiphilini epitome Historiarum Dionis (l. 71, c. 1—10) cum eiusdem Xiphilini additamentis. Eusebii Historiee ecclesiasticae l. 5, c. 5.)

    82
    [*](D) θυγτρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῶ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς Ῥωμαίων κατατοξεύσαντος καὶ ὅλον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον Ῥωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας ταῖς πόλεσιν. εἰς γοῦν Ἀντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ἔνειμεν· ὃς τῷ Οὐολογαίσῳ συμβαλὼν ἥττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῶ δὲ Λουκίῳ ταῦτα ὄγκον περιεποίει καὶ φρόνημα, ὥστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο.

    Ἐντεῦθεν ὁ Κάσσιος τῆς Ἀσίας ἁπάσης ἐπίτροπος προκεχείριστο. ὁ δ’ αὐτοκράτωρ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάννοις καὶ ἄλλοτε ἄλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἶ ὑπὲρ τὸν Ῥῆνον Κελτοὶ ἴως Ἰταλίας ἐπήλασαν· ὧν ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. οὕτω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς ἦρχεν ὥστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺ ’ς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ὅτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς ὕδωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ ὕδωρ ἐκέλευεν, ἕν ἔχοι [*](B) πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ἦν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ οὔτ’ ἐποίει οὔτ’ ἔγραφεν οὔτ’ ἔλεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς.

    Μαρκομάννους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ οὗτος

    83
    ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς Ῥωμαίους περισχόντων συνασπίσαντες οἶ Ῥωμαῖοι καρτερῶς ἀντημύνοντο· οἷ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ὥστε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον [*](C) αὐτῶν περιγενέσθαι, μὴ οἵων τε ἐσομένων πρὸς δίψαν ψαν ἀντέχειν καὶ καύσωνα. τῶν οὖν Ῥωμαίων καὶ καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, μασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ ὗσέ γ’ ἑ πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν Ἑρμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι’ αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ ἅπαν τὸ στράτευμα. ἦν γάρ τις ἐν τῇ τότε Ῥωμαïκῇ στρατιᾷ λεγεών, οἱ πάντες ἦσαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι [*](D) λόγος ἐστὶ φάναι τὸν ἔπαρχον τοῦ δορυφορικοῦ ὡς οὐκ ἔστιν ὃ μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· εἶναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα σαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ὄμβρον δὲ Ῥωμαίοις καταρραγῆναι. οἶς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ’ ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ὅτι μὲν οὕτως ὁ λεγεὼν ἐκεῖνος ἐκλήθη καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ Ἐκ-
    84
    κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ὅ γ’ ἑ μὴν Δίων φησὶν ὅτι τοῦ ὄμβρου γινομένου οἱ Ῥωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν ἄν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο οἶ πολέμιοι.

    Ὁ δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ὃς Σύρος ἦν, ἀνὴρ δὲ ἄριστος καὶ οἶον ἄν τινες ἕξειν εὔξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. ἅπαξ δὲ πρὸς τὸ ἔργον ὁρμήσας οὐκ ἀπέστη, [*](B) μετ’ ὀλίγον μαθὼν τὴν ἀγγελίαν εἶναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ἕξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ὃν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ἔτρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν οὕτως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας ἕξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ’ αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, [*](C) ἀλλ’ ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι· “μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν δι’ ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. ἂν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν.” οὕτω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε- [*](1 Εὐσέβιος] Hist. eccles. 5, 5.) [*](Cap. 3. Dionis Historiae Romanae l. 71, c. 22 36. Eusebii Historiae ecclesiasticae l. 4, c. 5 – 1. 5. prooem.)

    85
    τήθη δὲ τότε μηδένα τοῦ ἔθνους ἄρχειν ὅθεν ἐγένετο, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ὅπου καὶ ἡ πατρὶς αὐτοῦ ἦν, ἐνεόχμωσεν.

    Ἐλθὼν δ’ εἰς Ἀθήνας ὁ Μάρκος τιμάς τε τοῖς Ἀθηναίοις ἔνειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας ἔταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν Ῥώμην ἐλθὼν τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς [*](D) ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ’ αὖθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῶ υἱῷ θᾶττον ἢ ἐβούλετο Κρισπῖναν συνῴκισέ, καὶ κατ’ αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου ἔλεγεν εἶναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ἔτι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ Ῥωμαίους ἂν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. ἄρτι δὲ θνήσκων τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ἵνα μὴ δοκῆ ὑπ’ αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι “πρὸς τόν ἀνατέλλοντα” εἷπεν “ἄπιθι· ἐγὼ γὰρ δύομαι ἤδη.” ἄριστα οὖν ἄρξας μετήλλαξε, ζήσας μὲν ἔτη πεντήκοντα καὶ ἐννέα, τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ἔτη ἐννεακαίδεκα καὶ ἡμέρας ἕνδεκα. ἦν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν ἄν τις αὐτόν, ὅτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν δεισώσατο.

    86
    [*](B)

    Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ Ἰουστῖνος ἐνήθλησεν, οὗ πολλὰ μέχρι τοῦδε συγγράμματα σώζονται. τῷ δὲ ὀγδόῳ ἔτει τῆς Μάρκου Οὐήῥοῦ τοῦ Ἀντωνίνου τούτου ἀρχῆς Ἀνίκητος τελευτᾷ, ἔτη ἓν ἐπὶ δέκα τῆς Ῥωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ἔτη τὴν ζωὴν ἐκμετρήσαντος Ἀγριππῖνος τὴν Ἀλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο. καὶ τῆς Ἀντιοχέων ἐκκλησίας μετὰ Ἣρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ἔρως ὰὐτὸν διεδέξατο, κἀκεῖνον ἕκτος Θεόφιλος, ὃς καὶ κατὰ [*](C) Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ὃν ἴβδομος διεδἐξατο Μαξιμῖνος. τοῦ Ῥωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο Ἐλεύθερος.

    Κόμοδος δὲ ὁ υἱὸς Ἀντωνίνου Μάρκου ἄριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ τὴν παιδείαν ἀποβεβήκει ἥνπερ πεπαίδευτο. ἀλλ’ ἄκακος μὲν ἦν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ὢν καὶ τοῖς συνοῦσι πειθόμενος δι’ ἀπλότητα τὰ ἤθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ὅτε τῆς ἐξουσίας ἐκράτησεν. ὅθεν τὰς συμβουλίας τῶν ἀρίστῶν τῆς βουλῆς παρωσάμενος, οὓς ἐπιτρόπους αὐτῷ [*](D) ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν Ῥώμην ὑπονοστεῖ, οὔτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ὅθεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ἄνδρας [*](Cap. 4. Dionis HiStοriae Rοmanae 1. 71, c. 36 — 1. 72, 13.)

    87
    μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ἄτερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ὥστ’ ἄπορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ὅπως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανὸς. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ἔφη “τοῦτό σοι πέπομφεν ἡ βουλή.” τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα οὔτ’ ἐπιεικεστέρα οὔτε σωφρονεστέρα οὖσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν ἐπεγκαλέσας αὐτῇ. καὶ εἴ τις ἕκαστον τῶν ὑπ’ ἐκείνου κτανθέντων ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας εἰκαίας ἢ διὰ πλοῦτον βαθὺν ἢ διὰ γένους λαμπρότητα ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, ὄχλον ἂν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν.

    Ἐγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ [*](B) πρός τε τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους καὶ μέγιστος ὁ Βρεττανικός, ἐφ’ ὃν Μάρκελλον Οὔλπιον ἔπεμψεν, ἄνδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀυπνότατον φύσει καὶ ἔτι μᾶλλον ἐξ ἐγκρατείας. ἔνα γὰρ μηδὲ ἄρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ἤσθιεν, ὥστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ ἐπέκεινα. οὗτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφόσυγγραψαμένοις] [*](4 Dioni 72, 4.)

    88
    δρᾶ ἐκάκωσεν. ὅθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν ἂν τὸν ἄνδρα ὁ Κόμοδος.

    [*](C)

    Περέννιος δὲ· ὁ τοῦ δορυφορικοῦ ἄρχων, τοῦ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. εἴ τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ’ ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ. οἶ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν Ἰταλίαν ἔπεμψαν· οἷς τῇ Ῥώμῃ πλησιάσασιν ὁ Κόμοδος προυπήντησε καὶ εἶπεν “ὦ συστρατιῶται, τί βουλόμενοι πάρεστε;” οἱ δέ “ἥκομεν” ἔφασαν “ἐπεί σοι ἐπιβουλεύει Περέννιος.” καὶ ὅς ἐπείσθη καὶ τὸν ἄνδρα ἐξέδωκεν· καὶ [*](D) οἶ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατ’ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. οὗπερ ἀπαλλαγέντες οἶ Καισάρειοι, ὧν ὁ Κλέανδρος Κορυφαιότατος ἐτύγχανεν ὤν, ἅπαν ἔδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ ὕβριζον καὶ ἠσέλγαινον.

    Ὁ δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτροπείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ὧν εἶχον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ ὅτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ἴνα ἐνιαυτὸν εἴκοσι καὶ πέντε ἀπέδειξεν, ὃ μήτε πρότερον μήτε ὕστερον ἐγένετο. πάντοθεν οὖν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ’ ὧν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ’ οὕτως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν

    89
    Ῥώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς ἂν τὸν Κλέανδρον οἶ Ῥωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αἴτιον τοῦ κακοῦ διὰ κλέμματα. ἤγετο τοίνυν [*](B) ἱπποδρομία· καὶ μελλόντων τῶν ἵππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, ἣ δαίμων ἐς ὕστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ὥρμησε πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ὄντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ἔπεμψεν ἐπ’ αὐτούς, οἳ καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ἴσχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν ἢ τῇ τῶν δορυφόρων ἰσχύι· ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ οὕτως ὁ Κόμοδος ἔδεισε, δειλότατος ὤν, ὡς αὐτίκα τόν [*](C) τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν οὖν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἶ Ῥωμαῖοι ὢ ἔσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν.

    Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο καὶ ἦν Ῥωμαίοις ἅπασι χαλεπώτατος, ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ὅσα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι’ εὔνοιαν ἐψηφίζοντο. ἄλλα τε οὖν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς [*](D) σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ’ αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ- [*](Cap. 5. Dionis Historiae Romanae l. 72, c. 14 22. Eusebii Historiae ecclesiasticae l. 5, c. 9–21.)

    90
    μηντο ὧδε, Ἀμαζόνιος, Ἀνίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αἴλιος, Αὐρήλιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Λούκιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Ῥωμαῖος Ἡρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ πολλοὺς ἔστησαν αὐτῷ ἀνδριάντας ἐν Ἡρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ’ αὐτὸν ἀπ’ αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς ἄλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα· ὅθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, οὓς μὲν ἐφόνευεν, οἶς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν.

    Ἡρματηλάτει δὲ οἴκοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο ποιῆσαι, καὶ ἐμονομάχει, οἴκοι μὲν μέχρι φόνου, ἐν δέ γ’ ἑ τῷ θεάτρῳ ἀσιδήρως καὶ αἵματος ἀνθρωπίνου χωρίς. οἴκοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν [*](B) τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ὦτα, ἐν ἴων δ’ ἕτερόν τι. εἰσιὼν δ’ ἐς τὸ θέατρον τῷ τοῦ Ἑρμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος. ἐφρόνει δὲ μέγα καὶ ὅτι ἦν ἐπαρίστερος. κάμνων δ’ ἐν τῷ ἀγωνίζεσθαι ἔπινε, καὶ οἶ τῆς βουλῆς καὶ οἶ τῶν ἱππέων παρόντες “ζήσειας” ἐξεβόων· καί “κύριος εἶ” καί “πρῶτος εἶ” καί “πάντων εὐτυχεστάτας νίκας νικήσεις” καί “Ἀμαζόνιε νικᾷς” κράζειν συνεχῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους ἢ τούτους πεπηρωμένους ἐκ νόσου ἢ συμφορᾶς ἀθροίσας

    91
    ποτέ, καὶ δρακόντων εἴδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οἷα γίγαντας ὡς Ἡρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε.

    Μέλλων δ’ αὖθις μονομαχῆσαι ἐνετείλατο τοῖς [*](C) ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὃ οὐκ εἴθιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ἔτυχε τεθνηκώς· καὶ τὸ κράνος δ’ αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι’ ὧν οἶ τελευτῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ἤδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος ἅπασιν ἔδοξε. καὶ τοῦτο μετ’ ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ἔπαρχος καὶ ὁ πρόκοιτος Ἔκλεκτος, τοῖς ὑπ’ αὐτοῦ γι·νομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν αὐτῷ· ὁ δέἠπείλει σγίσι καὶ ἐμηνία· κἀκεῖνοι κείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι [*](D) φάρμακον. μὴταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου λουόμενον, ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ὃν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο.

    Ἐν δέ γε τῷ πρώτῳ ἔτει τῆς μοναρχίας Κομόδου Ἰουλιανὸς τὴν ἐπισκοπὴν Ἀλεξανδρείας ἐνεχειρίσθη, Ἀγριππίνου ἐπὶ δώδεκα ἔτη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρωματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπουδαστής τε καὶ κῆρυξ τοῦ καθ’ ἡμὰς μυστηρίου. ἀνωτέρω δὲ τῆς Ἱεροσολύμων ἐκκλησίας ὁ λόγος [*](31 ἀνωτέρω] p. 592, C.)

    92
    ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαι, τῆς πόλεως παρὰ Ἀδριανοῦ ἀνοικοδομηθείσης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ὃν Κασσιανὸς διεδέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον Ἰουλιανός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ’ ἐφ’ ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. εἶθ’ ἕτερος Ἰουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν Ἱεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ’ ἔτει τῆς Κομόδου ἀρχῆς Ἐλεύθερος [*](B) ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ’ ἔτη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ Ἰουλιανοῦ ἐπὶ δέκατον ἔτος τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ὄγδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ Ἀπολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν Ῥώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς.

    Ὁ μὲν οὖν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, [*](C) ὡς εἴρηται, κἀκεῖνος διέφθαρτο· οἶ δὲ περὶ τὸν Ἔκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, ὅτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχἐ- [*](Cap. 6. Dionis Historiae Romanae l. 73, c. 1 10.)

    93
    σεσι τοὺς στρατιώτας προσεποιήσατο. εἶτα εἰς τὸ συνέδριον ἀφικόμενος εἶπεν ὅτι “ὠνόμασμαι ὑπὸ τῆς στρατιὰς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων δυσχἐρειαν.” ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. [*](D) ἤθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ἤδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ἕτερα. Λίβυς δ’ ἦν ὁ Περτίναξ ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας. ἦν δ’ εὐπροσήγορος, ἤκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ὅσα οἱ ἐδόκει.

    Οὕτω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς ἄλλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. ὅσα γοῦν διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτιμία μία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ’ αὐτοῦ. τοσαύτη δὲ χρημάτων ἔνδεια κατὰ τὸ βασίλειον ἦν ὡς πέντε καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρεθῆναι μόνας. μόλις δ’ οὖν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ὅπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις ἃ ὑπέσχετο ἔδωκε καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. ὅσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον.

    Ὁ δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ

    94
    [*](B) Κόμοδον ὕβριζε. καί τινας βαρβάρους, χρυσίον παρ’ ἐκείνου κομισαμένους ἐπ’ εἰρήνῃ πολύ, ἔτι τυγχάνοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, φράσατε τοῖς οἴκοι” φήσας “ὅτι Περτίναξ ἄρχει”· ᾔδεσαν γὰρ τὸ ὄνομα τοῦ ἀνδρὸς ἐξ ὧν ἐπεπόνθεισαν. καὶ ἄλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ’ οὐκ ἐπὶ μακρὸν οὗτος ἔμεινε πιστὸς τῷ Περτίνακι. ὧν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ’ αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ’ αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον [*](C) σὺν τῷ Λαίτῳ. διὸ τὸν ὕπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ὃ μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών “μὴ γένοιτο” ἔφη “τινὰ βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.”

    Ὁ δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος ἔφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ὥρμησαν. ὡς δ’ ἐντὸς ἐγένοντο, ἡ [*](D) γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, οὔτε τοῦτ’ ἐποίησεν οὔτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ’ ἐλπίσας ἴσως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ’ εἶς αὐτῶν προπηδήσας “τοῦτό σοι” ἔφη τὸ ξίφος δείξας “οἱ στρατιῶται

    95
    πεπόμφασι”, καὶ αὐτὸν ἔπληξε, καὶ οἱ ἄλλοι συνεκι- νήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Ἔκλεκτον. εἶτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι δόρατι περιπείραντες περιῆγον, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ἔτη ἑπτὰ καὶ ἐξήκοντα δέοντα τεσσάρων μηνῶν, ἄρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.

    Διαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ’ ἐκείνου ἵνα τὰ ἐκεῖ καταστήσηται, ἔμεινεν ἐν αὐτῷ καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ ἄπληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, [*](B) σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ἔξωθεν, ὁ δὲ Σουλπικιανὸς ἔσωθεν, τὴν Ῥώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν καὶ λεγόντων ἑκατέρῳ ὅτι “τόσον οὗτος” καί “τόσον ἐκεῖνος δίδωσι, τί οὖν σὺ προδτίθης;” ὅμως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ Ἰουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οἷα δὴ κηδεστῇ.

    Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον Ἰουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον, δορυφόρους παμπληθεῖς [*](C) ἐπαγόμενος, ἕνα δι’ ἐκείνων καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον δεδίξηται. καὶ εἶπε πρὸς τὴν βουλὴν [*](Cap. 7. Dionis Historiae Romanae 1. 73, c. 11–17.)

    96
    ὅτι καὶ ὑμεῖς ἄρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν.” εἰ οὖν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον.

    Τῇ’ δ’ ὑστεραίᾳ οἷ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ἵνα μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ’ αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθήματος ἅπαντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ ἅρπαγα [*](D) τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόησαν “οὐ θέλομεν, οὐ λαμβάνομεν.” ὁ δὲ Ἰουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν Ἰουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ ὅπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον, ἔνθα νύκτα τε καὶ ἡμέραν διήγαγον ἄσιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας. εἶτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσύχαζον. Ἰουλιανὸς δὲ οὕτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ’ ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο.

    Καὶ ταῦτα μὲν κατὰ τὴν Ῥώμην ἐπράττετο· οἱ δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς ὄντες, ὅ τε

    97
    Σευῆρος τῆς Παννονίας ἄρχων, τῆς Συρίας δ’ ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ Ἀλβῖνος, εἰς καθαίρεσιν τοῦ Ἰουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκίνηντο. τῶν ἄλλων δὲ ὁ Σευῆρος δεινότερος ὢν ἐλογίσατο ὡς, εἰ τὸν Ἰουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ἔγνω τοίνυν τὸν ἴνα προσοικειώσασθαι. ὅτι δὲ καὶ [*](B) πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ὤν, καὶ μέγα φρονεῖν αὐτὸν εἴκαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, ὡς εἴρηται, πρὸς τὸν Ἀλβῖνον ἀπένευσε, καὶ δι’ ἀπορρήτων αὐτῷ ἔγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ὃς κατὰ χώραν ἔμεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν Ῥώμην ἠπείγετο.

    Καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψηφίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ὅτι γὰρ ἐνόμιζε μὴ ἄν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτίνακα, εἴ γε δὴ συνεκέκλειστο, ᾤετο ὡς δυνήσεται [*](C) κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, ἂν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ἄνδρα δολοφονήσοντας. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν Ἰταλίαν εἰσέβαλε καὶ τὴν Ῥάβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἶ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα

    98
    [*](D) ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ Ἀθήναιον, οὕτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν ἄσκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν Ἰουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ Ἰουλιανός ἐφονεύθη, εἰπών “τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπἐκτεινα;” ἐβίω δὲ ἔτη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, ἄρξας ἡμέρας ἐξήκοντα.

    Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ’ ἄλλους ὀνειδίσας πικρότατα τῶν τε ὅπλων ἀπεῖρξε καὶ τοὺς ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασε. καὶ οὕτως εἰς τὴν Ῥώμην εἰσήλασε βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ἄνθεσί τε καὶ δάφναις ἅπασα ἐστεφάνωτο, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. δαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ὤμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ’ οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν Ἰούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύδαντος [*](B) συγγραψάμενον οὐ πολλῷ ὕστερον ἔκτεινε, καὶ ἴλλους ἀνεῖλε πολλούς· καὶ τῆ βουλῇ οὐ καταθύμια ἔπραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς Ἰταλίας εἶναι καὶ ἄλλων ἐθνῶν ἐπιεικεστέρων [*](Cap. 8. Dionis Historiae Romanae 1. 74, c. 1 — c. 14.)

    99
    τοῖς εἴδεσι καὶ ἁπλουστέρων τοῖς ἤθεσιν, ἐκεῖνος παρὰ τὸ ἔθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων.

    Ἐγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. ἔδοξέ ποτε ὄναρ λύκαιναν θηλάζειν, ὡς περὶ Ῥωμύλου ἱστόρηται· καὶ ὕδωρ καθεύδοντος δοντος ὥσπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ’ ὕπνους αὐτῷ ἡ τῶν Ῥωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος προσῄει τε καὶ ἠσπάζετο. καὶ αὖθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ C ἵππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. ἔφηβος δὲ ὢν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ’ οὐκ ἐκ προνοίας ὕπαρ ἐκάθισεν.

    Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θανότος πολυτελεστάτην ἐποίησεν. εἶτα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ὃς Ἰταλὸς ἦν ἐξ ἱππέων, οὐ τῶν πάνυ δ’ ἐπισήμων. καὶ διαφόρων πολέμων συγκροτηθέντων τέλος ἐν Ἰσσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αἳ διὰ τὴν τοῦ τόπου στενότητα οὕτω κέκληνται, ἔνθεν μὲν γὰρ ὄρη ἀνατείνει D ἀπότομα, κρημνοὶ δ’ ἐκεῖθεν βαθεῖς καθήκουσιν τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. οὗ τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι.

    Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος παρ’ αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς “ἐγὼ οὔτε σὲ

    100
    οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ έν τῇ ἐκείνου μερίδι οὐ σοὶ πολεμήσειν ἤθελον, ἀλλ’ Ἰουλιανὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ’ οὐδ’ ὅτι μὴ πρὸς σὲ ὕστερον μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ ἂν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα , αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ὅ,τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ.” τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν ἔχειν τῆς οὐσίας τὸ ἥμισυ.

    Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θανόντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν, ἐπὶ χρόνον [*](B) πολιορκούμενοι τριετῆ. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ἥλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήπθησαν, ὅμως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ἃς ἔπλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ὅτε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ἵππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ἤσθιον. [*](C) καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ’ ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. εἶτα καὶ ἄκοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ Ῥωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος ἥσθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν-

    101
    τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν ἢ τῆς δόξης αὐτοὺς ἐστέρησεν ἣν ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ Ῥωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ D τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· ἦν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα.

    Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν Ὀσροηνῶν βαρβάρων καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν ἔπεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρημένων ἐθνῶν, οἳ τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον.

    Αὖθις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμφύλιος. ὁ μὲν γὰρ τῷ Ἀλβίνῳ οὐδὲ τὴν τοῦ καίσαρος ἐδίδου τιμήν, ὁ δ’ ᾔτει καὶ τὴν τοῦ αὐτοκράτορος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, ἁ μέχρι πότε τοιαῦτα πάσχομεν κράζοντες καί “μέχρι ποῦ πολεμούμεθα; καὶ ἄλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως εἶπον καὶ ἀπταίστως ἃ εἶπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου [*](Cap. 9. Dionis Historiae Romanae l. 75, c. 1 — c. 13.)

    102
    ἐσχηκότος ὁ Ἀλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν Ῥωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ Ἀλβίνου ἑαυτὸν ἀνελόντος. ᾧ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν ἄλλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ’ ἐς τὴν [*](B) Ῥώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε.

    Μετὰ ταῦτα δὲ κατὰ τῶν Παρθῶν ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευάσας ἐν τῷ Εὐφράτῃ τήν τ’ ἑ Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ἔλαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας εἷλεν. οὔτε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Παρθῶν ἡγεμονεύοντα ἀναχωρήσαντα οἴκαδε, οὔτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ’ ᾤχετο ὥσπερ ἔνα διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς.

    Ἐν ᾧ δὲ ἐπολέμει, ἄνδρας δύο ἀπέκτεινε τῶν [*](C) ἐπιφανῶν, τὸν μὲν Κρίσπον Ἰούλιον χιλιαρχοῦντα τῶν δορυφόρων, ὅτι ἤχθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ’ αὐτοῦ· τὸν δὲ Λαῖτον, ὅτι φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, ὅτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ εἶχε λέγειν αἰτίαν.

    Εἶτα ἐπὶ τὰ Ἄτρα ἐστράτευσε. πόλις δὲ ταῦτα Ἀράβιος, ἐν ᾗ πολλά τε ἄλλα ἀπέκειντο χρήματα καὶ τὰ τοῦ Ἡλίου δὲ ἀναθήματα, ᾧ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, [*](D) καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ

    103
    εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αἴγυπτον, καὶ πᾶσαν εἶδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ἦν γὰρ οἷος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία ἅ τι εἶχον ἀπόρρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ὅσα τέως εὑρεῖν δεδύνητο.

    Ταῦτα μὲν οὕτως· εἰρήσθω δ’ ὡς ἐν παρόδῳ καὶ ὅσα τὸν Δίωνα περὶ τοῦ Νείλου λέγοντα εὕρομεν, ὅθεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ὅτι ἐκ τοῦ Ἄτλαντος ἀναδίδοται τὸν δὲ Ἄτλαντα ὄρος εἶναι ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ Ὠκεανῷ πρὸς ἐσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ὥστε καὶ κίονα αὐτὸν διὰ τὸ ὕψος παρὰ τῶν ποιητῶν κληθῆναι θῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ἄκρον αὐτοῦ μήτ’ ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ἧς πολὺ καταρρεῖν τὸ ὕδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα Ῥωμαίοις ἀκριβωθῆναι ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων ὄντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων Ῥωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ἄτλαντα. ταῦτα μὲν οὑν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ ἄλλοις οὐχ οὕτω τὰ περὶ αὐτοῦ δεδιηγηται.

    Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ [*](PΔ) τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῶ ἐθανάτωσεν. ἄπληστος δὲ ὢν παρὰ πάντων ᾔτει, [*](Cap. 10. Dionis Historiae Romanae 1. 75, c. 14–1, 76, c. 17.)

    104
    καὶ οὔτε ἔθνος οὔτε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες ἢ τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους Ῥωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ ἄνδρας γυναῖκας ἔχοντας, ὥσθ’ ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ ἄνδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ [*](C) κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω λέγεται τᾶι δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ Ἀντωνίνῳ συζεύξαντος, τοσαῦτα τῆ θυγατρὶ ὁ Πλαυτιανὸς ἔδωκεν ὅσα πολλαῖς βασιλίσσαις ἤρκεσεν ἄν. οὗτος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, ἢ καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ Ἀντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ἄνωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἶ δὲ τοῦ Σευήρου παῖδες Ἀντωνῖνος καὶ Γέτας ὥσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι ἅπαν μετῄεσαν χείριστον.

    Τότε καὶ Βούλλας Φῆλιξ Ἰταλὸς ἀνὴρ λῃστήριον [*](D) συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν Ἰταλίαν ἐπ’ ἔτη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατασχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφιζόμενος· ὧν ἴνα εἰς ἔνδειγμα τῶν ἄλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι’ ἑαυτοῦ ὡς ἄλλος τις, καὶ διεβεβαιώσατο, εἰ ἕψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. εἶτα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν ἄρχων τοῦ λῃστηρίου,

    105
    μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, ἄγγελλε τῷ δεσπότῃ σου ὅτι “τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.” πολλοὺς γὰρ τῶν Καισαρείων εἶχεν αὐτῷ προσχωρήσαντας. ὕστερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη.

    Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ἔνα μήθ’ ὁἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑέ ἀργίας ἐκλύωνται. δύο δὲ γένη τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι ἄγρια ὄρη καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε πόλεις ἔχοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ’ ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ [*](B) σιτοῦνται. σκηνῖται δ’ εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπό δετοὶ, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. ὅπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωροῦ ία ἕνοι καὶ ἄλλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ἔλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ οὗ [*](C) ὅσον κυάμου μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσιν.

    Ἡ μὲν οὖν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ Ῥωμαίοις τότε ὑποκειμένη ᾠκεῖτο. εἶχον γὰρ ταύτης μοῖραν Ῥωμαῖοι οὐκ

    106
    ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ὅλης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριάκοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, ἔστι δ’ οὗ καὶ ἐλάττονα. ὁ δ’ οὖν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ἔσχε μήτε μαχεσάμενος μήτ’ ἐν παρατάξει [*](D) τάξει πολέμιον θεασάμενος, ἀλλ’ ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἶ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε.

    Φρόντισι δὲ αὐτὸν ὁ Ἀντωνῖνος ὁ υἱὸς περιέβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ὤν, εἰ δυνηθείη, τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ’ οὐδὲν δεινὸν ἔπαθεν ὁ Ἀντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ’ ἦν ὁ Κάστωρ αὐτοῦ, ἄριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ἔφη πρὸς τὸν υἱόν εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, χρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ’ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ἵνα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι ὅντι.”

    Ἀποστάντων δ’ αὖθις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ Ἀντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν οὖν ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν “ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων μὴ [*](B) ἀμελεῖτε.” ἦρξε δὲ ἑπτακαίδεκα ἔτη καὶ μῆνας ὀκτὼ

    107
    ἐφ’ ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ἔτη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εἴκοσι.

    Τοιαύτη δ’ ἦν αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης καιρῷ. ἔπραττέ τι νυκτὸς ὑπὸ τὸν ὄρθρον, εἶτα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ οὕτως ἐδίκαζεν ἴς μεσημβρίας, εἰ μή τις μεγάλη ἦν ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ἵππευεν, εἶτ’ ἐλούετο, ἠρίστα τε καὶ ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ Ἑλληνικοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αὖθις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ [*](C) δεῖπνα συνεκρότει.

    Ἐπὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσεβῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφάνους ἤραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ Ὠριγένους κατασχεθεὶς καὶ ἐφ’ ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν παῖδα. ὃς ἔτι παῖς ὢν ὤργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ’ οὐκ ἔπειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ οὕτως οἴκοι μένειν καὶ ἄκοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ὢν ἐπιστέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν ἄνδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς ἄλλοις καὶ ταῦτα [*](D) γράψας πρὸς ῥῆμα “ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρο- [*](Cap. 11. Eusebii Historiae ecclesiasticae 1. 6, c. 1 — c. 26. Addita sunt ἄλλοι δέ φασι — νεκροῖς ἐοικέναι p 109, 2 — 5.)

    108
    νήσῃς.” παῖς δ’ ἔτι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, ἀλλὰ καὶ βαθυτέρας ἥπτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῆ δ’ ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ Ὠριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν Ἀλεξανδρείᾳ, ᾗ καὶπλοῦτος ἦν δαψιλής, καίτις ἀνὴρ Ἀντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ὄνομα, εἶς τις τῶν ἐν Ἀλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ’ ὃν πλήθους καθ’ ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ Ὠριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ἄνδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ’ ἐτῶν γεγονὼς τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν ἄθλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν, Β ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· οὓς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. οὔτε γὰρ δεύτερον ἔχειν χιτῶνα ἱστόρηται οὔθ’ ὑποδεῖσθαι τοὺς πόδας ἐπ’ ἔτεσι πλείοσιν οὔτ’ οἴνῳ κεχρῆσθαι οὔτε τροφὴν παρὰ τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ
    109
    Εὐσέβιος ἱστορεῖ ὅτι ἔρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· ἄλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ ἧς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς Ῥώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προισταμένου· εἶτ’ αὖθις ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. ἐξηγεῖτο [*](C) δὲ τὰ Ἑβραικά, καὶ τὴν Ἑβραίδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς Ἰουδαίοις οὔσας γραφὰς Ἑβραϊκοῖς στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε Ἀκύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο ἄλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν Ἱεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο [*](D) παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε.

    Δημητρίου μέντοι, ὃν ἄνω παραδέδωκεν ὁ λόγος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, Ἡρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς Ὠριγένους γενόμενος. τῆς δ’ ἐν Ἱεροσολύμοις ἐκκλησίας προίστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ὃς ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ὢν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ- [*](1 Εὐσέβιος] Historiae ecclesiasticae 1. 6, c. 8. 2 ἄλλοι] Iam Epiphanius Haeres. 64, 3, vol. 1, p. 527 ed. Petav. : οἱ μὲν λέγουσι νεῦρον ἀποτετμηκέναι —, ἄλλοι δὲ οὐχί φασιν, ἀλλὰ ἐπενόησέ τὶ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι.)

    110
    ἄγεται Δῖος, μεθ’ ὃν προχειρίζεται Γερμανίων, εἶτα Γόρδιος· ἐφ’ οὗ ἐπανελθὼν αὖθις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, Ἀλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν Ἱεροσολύμοις πιστῶν ἅμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ Ἀντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου Ἀσκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· οὗ καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος.

    Ἀλλὰ ταῦτα μὲν οὕτως· Ἀντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελφόν, [*](B) τῇ δ’ ἀληθείᾳ μόναρχος ἦν. καὶ τοῖς μὲν πολεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ ἔπαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ’ ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Εὔοδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ ἄλλων συχνῶν. εἶτα ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψα;σθαι. πέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ Ἀντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν [*](C) ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ [*](11 Serapionis commentarios exstare narrat Eusebius Historiae ecclesiasticae 1. 6, c. 12.) [*](Cap. 12. Dionis Historiae Romanae 1. 77, c. 1 — 1. 78, c. 8)

    111
    Ἀντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ὥστε τοῦ αἵματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν χεῖρα. ἡ δ’ ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ᾔσθετὸ. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο οὕτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται.

    Ὁ Ἀντωνῖνος δ' αὐτίκα καταλαβὼν τὸ στρατόπεδον “χαίρετε” εἶπεν “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ εἷς ἐξ ὑμῶν εἰμι, μεθ’ ὑμῶν δὲ καὶ δι' ὑμὰς ζῆν ἐθέλω, [*](D) ἵν' ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ’ ὑμῶν γε θανεῖν εὔχομαι.” πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος εἶπεν “ἀκούσατέ μου· ἔνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἶ φυγάδες κατελθἐτωσαν.” τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτᾳ στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν Ῥώμην ἐστέρησε. τὸ δὲ ξίφος δι’ οὗ ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετινὼν καὶ ἐν ταύταις ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιότας φιλοδωρότατος ἦν, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ ἥκιστα τοὺς συγκλητικούς. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ὥστε ποτὲ τῆς Ἰουλίας εἰπούσης ὅτι “οὐκέθ' ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται” ἀπεκρίνατο τὸ ξίφος ἠρκώς “θάρσει, μῆτερ· ἴως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπι-

    112
    λείψει.’ ἦν δ’ ἐπὶ πᾶσι καὶ ἄπιστος. καλέσας γὰρ τὸν τῆς Ὀσροηνῆς βασιλέα Αὔγαρον ἥκειν παρ’ αὐτὸν ὡς φίλον, ἐλθόντα ἔδησε καὶ οὕτω τὴν Ὀσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν Ἀρμενίων βασιλέα σιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, [*](B) τὰ δ’ αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ’ οὐχὶ καὶ τῶν Ἀρμενίων ἐκράτησεν, εἰς ὅπλα δ’ ἐχώρησαν· καὶ οὐδεὶς ἔτι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν ἔργον σὺν ἐργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι στρατηγικὰ οὐκ εὖ ἐκείνῳ μετεχειρίζετο. πάντα δ’ ἦν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ [*](C) καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ ἄλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι ‘στεῖχε δίκης ἄσσον”, καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” εἶχε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων ἢ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν ἢ καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος [*](D) τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐ ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν
    113
    ἄλλων παραινούσῃ πολλὰ καὶ χρηστά. ἔχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Παρθῶν δὲ στρατεύσας, καὶ ἐν Ἀντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ἔγραψεν αὐτῇ ὡς “οἶδα ὅτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι.”

    Αὖθις δὲ εἰς τοὺς Πάρθους στρατεύσας ὅτι ὁ Ἀρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσάμενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ ὅτι πρόφασιν τὸν γάμον τοῦ τὴν Παρθῶν σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν ἐκάκωσε καὶ τὰ Ἄρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Παρθῶν ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ἔθνος οὐ συγκεκρότητο. τἄλλα τ’ ἑ οὖν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως συγκόπτων καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ὅθεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ οὕτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ [*](B) Μακρῖνος ὁ ἔπαρχος ἐκ μάντεως τινος προειρημένον ἔχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ Ἀντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ Ἐδέσσης ἐς Κᾶρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ἵππου δι’ ἀπόπατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ.

    114

    Καὶ ὁ μὲν οὕτως ἐβίω καὶ οὕτως ἀπώλετο, ζήσὰς ἔτη ἐννέα καὶ εἴκοσιν, αὐταρχήσας δ’ ἐκ τούτων C ἐνιαυτοὺς ἕξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν Ἀντιοχείᾳ τὸ τελευταῖον ὄντι αὐτῷ δόξαι κατ’ ὄναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς “σὺ τὸν ἀδελφὸν ἔκτεινας, καὶ ἐγὼ σὲ κτενῶ.” καὶ μάνδὲ εἷπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ ἄλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια.