Οἱ δὲ Νῶε παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χἄμ’ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οἷον ἐπεγγελῶν τῷ [*](Cap. 5. Iosephi Ant. 1, 4—6. Genesis)
22
πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηρά-
[*](P) σατο. τὸ δὲ πεδίον, ὃ κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστω παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ὃς πρῶτος γίγας ὤφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν ἄλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. οὕτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ᾿ ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον·
[*](C) Ἑβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ἤπειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν.
Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ἔθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ Ἰάφεθ ἐγέννησεν, οἳ ἀπὸ Ταύρου καὶ Ἀμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων· ὧν τοῖς ὀνόμασι καὶ ἔθνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ Ἰωβὰν Ἴωνες καὶ πάντες Ἓλληνες ἐπεκλήθησαν, ἐκ Μαδαΐ δὲ Μαδαῖοι, οἳ Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θο- [*](D) Βήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· οὗτοι δ᾿ εἰσὶν Ἴβη-
23
ρες. ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τόν Μεσχηνῶν· Καππαδόκαι δ᾿ οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες μετωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ Ἀσχανάξαι μὲν οἱ κληθέντες ῾Ρηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, ῾Ριφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ῾Ριφὰθ τὸ γένος ἕλκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ὅθεν καὶ ἡ τῶν παρ᾿ αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αὕτη ἐστί, παρ᾿ Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ᾿ αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν.
Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χου- [*](P) σαῖοι· Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὑτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετε-
24
βλήθη δ᾿ ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλα-
[*](C) ξεν ἡ ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἓλληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ᾿ ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφάνειαν μετωνόμασαν.
Σὴν δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ᾿ Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, ἀπ᾿ Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ᾿ αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς [*](D) Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ᾿ ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ὁ ἕτερος. τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ᾿ ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ ῾Ραγαῦ, ὁ δὲ ῾Ραγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ᾿ ἔτεκε τὸν Να-
25
χώρ, ἐκ Ναχώρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ Ἀβραάμ.
Τοῦ δὲ τῶν Ἐβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν [*](P) ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταύτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ᾿ ἐπελθόντων τοῖς Σοδομίταις, οἶς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἱκέταις αὐτοῦ καὶ φίλοις τρισὶ C κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ’ ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερου- [*](Cap. 6. Iosephi Ant. 1, 7—18. Genesis 12—25.)
26
σαλήμ· οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν
[*](D) γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καἰ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ τὰ αἰδοία καὶ αὐτὸν καὶ τοὺς ὑπ’ αὐτὸν ἐκέλευσεν ἄρρενας, ἔν εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν.
Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαράς. τεχθέντα δὲ τόν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα [*](P) αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ
27
τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἕν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν
[*](C) θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, ὁ δ’ Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἔξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ
[*](D) μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ’ ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθ’ Ἑβραίους δηλοῖ.
28
Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, πρόσ’ ἔκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηράσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵνα” φησί “φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τόν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἶα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ [*](P) δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τό πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί “ἐλθών” ἔφη ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου. τοῦ δ᾿ ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ’ αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρ- [*](C) μησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ’ ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ’ εὐλογίας ἐτυποῦτο αὐτῷ τῶ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ [*](Cap. 7. Iosephi Ant. 1, 18 et 19. Genesis 27—30.)
29
ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ’ ὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἦς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ’ Ἕλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς λαβὰν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας
[*](D) ὁμαίμονα, καὶ ξενίας παρ’ ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ’ ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο, εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ’ ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθ’ ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθ’ ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται.
Τῇ’ μὲν οὑν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ’ ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν
30
γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· τοὔνομα σημαίνει βεβαιωτήν. μεθ’ ὃν Ἰού-
[*](P) δας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ δι’ ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἶον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγεί-
[*](C) νατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ’ ἦν ὁ Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ λεῖφ’ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ’ ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τόν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζὰ βουλῶν, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ
[*](D) ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.
Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰακώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν [*](Cap. 8. Iosephi Ant. 1, 19—22. Genesis 31—35.)
31
καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ’ ἴν ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ λαβὰν καθ’ ἑβδόμην ἡμέραν καταλαβόντος, κατ’ ὄναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθ’ ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεόν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. ἡ Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ λαβὰν μὴ ἄν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ’ Ἰακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ᾿ ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον
[*](P) εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοίραν ἔξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείω ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτ’ ἔστι θεοῦ πρόσωπον. γενομένου δ’ ἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι’ ἐκεῖνον καὶ τῷ ἐκείνου γένει
32
παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ
[*](C) τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα ὁ μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δ’ ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι’ ἁρπαγῆς. ἔπειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συζεῦξαι τὴν Δεινὰν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πὰν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ
[*](D) τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεινὰν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡς “εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ,” καὶ ὅτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἄπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖ- λον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. ᾧ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προιὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ’ αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ’ εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι ζῶντα, ἡ δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ
33
βραχὺ καὶ ὁ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῶ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν.
Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώραν ἀφ’ ἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι [*](P) ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τόν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ’ ὅρκων αὐτῷ διὰ τὸν λιμόν· ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρ’ Ἑβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται.