Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἶς κατάληψιν, οὔτε τῆς παρ’ ἑτέρων δεομένη δόξης οὔθ’ ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ [*](P) ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἃ ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεόλογον Γρηγόριον. οὕτω δ᾿ ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ’ ἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὀρόμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἣν [*](C) καὶ ὕδωρ αὐτὴ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ [*](Cap. 1. Iosephi Antiquit. Iud. 1, 1. Genesis 1. Quaedam sunt ipsius Zonarae.)
Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ, ἀλλ᾿ ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ [*](D) λόγῳ συντίθεμαι.
Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ᾿ ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ᾿ ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· ὃ καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνε- δόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια-
αἷμα αὐτοῦ,” τὸ δ’ αἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον.
[*](D)Ἡ δ’ ἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προυποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα- [*](Cap. 2. Iosephi Ant. 1, 1. Genesis 2 et 3. Quaedam sunt ipsius Zonarae.)
Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὅν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς
Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ πρῶτος ἦν, κτῆσιν σημαίνει τό ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ’ ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι’ αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τού [*](D) ΚάΪν οὐ προσέσχε πρόσ’ ἀγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ [*](Cap. 3. Iosephi Ant. 1, 2. Genesis 4 et 5.)
Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ’ ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγα- Β τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ’ ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνώς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν
τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ.
Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς [*](D) ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ Ἰώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ’ οἶ ἄνθρωποι πρὸς κακίαν ἀπέκλιναν· οἶς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἶς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν.
[*](Cap. 4. Iosephi Ant. 1, 3. Genesis 69.)Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι’ ἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀν- θρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κατεσκευασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ᾗ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ᾿ ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ᾿ ἦν ὁ Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ [*](P) μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ’ ἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότεραι λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθ’ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ἡ λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώκειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ ἡμέρας ἀφῆκε περιστεράν, ἣ πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, ἡ δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν [*](C) γυναιξὶ καὶ τὰ ζόα ὅσα ἦν μετ’ αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς Ἀρμενίας φησὶν ὁ Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν
Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ μέγας ἐνιαυτός.”